...::Αρχική|  Νέα|  Συζητήσεις|  Επικοινωνία|  Download|  Σύνδεσμοι|  Φωτογραφίες::...


Υμνοι Δοξολογικοί και Παρακλητικοί στη Παναγία Μυρτιδιώτισσα

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Υμνοι Δοξολογικοί και Παρακλητικοί στη Παναγία Μυρτιδιώτισσα

Δημοσίευσηαπό efthumhs » Πέμ Μαρ 13, 2008 11:12 am

Ὕμνοι Δοξολογικοί καί Παρακλητικοί
εἰς τήν Μυρτιδιώτισσαν, εἰς τύπον τῶν μεγαλυναρίων,
ὧν ἡ ἀκροστιχίς˙ Μητρόθεε διάσωσον

Μητρόθεε Ἄνασσα Οὐρανοῦ,
ὄντως Πλατυτέρα, καί Ἀγγέλων
φωτοειδῶν, τῶν ἀκαταπαύστως,
ὑμνούντων τήν σήν δόξαν, Δέ-
σποινα καί Κυρία, Θεομακάριστε.

Ηλίου τῆς δόξης τοῦ νοητοῦ, τῆς
Δικαιοσύνης ἀπαστράψαντος τοῖς
ἐν γῇ, τοῦ πάντων Δεσπότου, Κυρίου
καί Σωτῆρος, Μήτηρ ὑπάρχεις ὄντως,
ἡ Παμμακάριστος.

Τεκοῦσα ἀφράστως τόν σόν
Υἱόν, τόν Παντευεργέτην καί Σωτῆρα
καί Λυτρωτήν τόν κόσμον λυτροῦσαι,
παθῶν καί καχεξίας, ὡς πάντων
ὑπερτέρα, Μυρτιδιώτισσα.

Ρᾶνον θείοις μύροις τόν
σόν λαόν, ἡ ἐν μυρτιδίοις ἀνα-
τείλασα θαυμαστῶς, ἁγίᾳ Εἰκό-
νι, θαυματουργῷ καί θείᾳ, καί
δίδου τήν σήν χάριν, Μυρτιδιώτισσα.

Οἱ ἔχοντες σκέπην σήν κραταιάν,
σεμνύνονται πάντες καί καυχῶνται
κατά Θεόν, σέ ἔχοντες τεῖχος, καί
θείαν προστασίαν, σεισμῶν πυρός
καί βλάβης, διαφυλάττουσαν.

Θεράπευσον Κόρη σούς ὑμνητάς,
ψυχῶν τε τάς νόσους, καί σωμάτων
τάς χαλεπάς, καί ἴασαι Μῆτερ, κακῶν
καί ἀσθενείας, δεινῶν ἀρρωστημάτων,
Μυρτιδιώτισσα.

Εκ πάσης ἀνάγκης καί πειρα-
σμῶν, χαλεπῶν κινδύνων ἐπῃ-
ρείας τοῦ πονηροῦ, ρῦσαι νεο-
λαίαν δεινῶς κλονιζομένην, καί
δοκιμαζομένην, Μυρτιδιώτισσα.

Εξελε τούς νέους Μῆτερ Θεοῦ,
παθῶν καί κινδύνων πολυτρόπων
παντοδαπῶν, κράτυνον τήν πίστιν
τά ἤθη καί τό σέβας, θείᾳ κληρο-
νομίᾳ, Μυρτιδιώτισσα.

Δεσμῶν ἁμαρτίας φθοροποιῶν,
καί πάσης κακίας καταχρήσεων
συμφορῶν, καί λευκοῦ θανάτου,
ἐκλύτρωσαι Παρθένε, φιλτάτην
νεολαίαν, Μυρτιδιώτισσα.

Ιλέῳ σου ὄμματι στοργικῷ,
καί σῇ εὐσπλαγχνίᾳ διαφύλαττε
μητρικῇ, τάς νήσους Κυθήρων
καί τῶν Ἀντικυθήρων, σεισμῶν
πυρός μαχαίρας, Μυρτιδιώτισσα.

Αγάπην ὁμόνοιαν καί στοργήν,
παράσχου συζύγοις καί γονεῦσι
Μῆτερ Θεοῦ, καί δίδου πλουσίως,
χαράν καί εὐφροσύνην, πιστότη-
τα εἰρήνην, Μυρτιδιώτισσα.

Σεισμοῦ διασῴζουσα φυσικοῦ,
σεισμικάς δονήσεις σύ ἀπότρεψον
ἠθικάς, καί ἐκ ναυαγίων, οἰκογε-
νείας σῷζε, φρίκης διαζυγίων,
Μυρτιδιώτισσα.

Ω Μῆτερ τοῦ Λόγου καί Λυ-
τρωτοῦ, σήν χάριν αἰτοῦμεν
ἐκκαρδίας τε καί ψυχῆς, μετάνοιαν
δοῦναι, σοῖς δούλοις ἀναξίοις,
οἰνοποσίας πάθους, σύ ἀπαλλάτ-
τουσα.

Σωτῆρα ἡ τέξασα καί Θεόν,
παντοίων κινδύνων διασῴζεις
καί συμφορῶν, αἱρέσεως πλά-
νης, σχίσματος τῆς μανίας,
ἐν τάχει ἀπαλλάττεις,
Μυρτιδιώτισσα.

Ο πάντων ἁγίων τάς ἀρετάς,
ἀεί ὑπερβαίνων ὡς ὁ Κύριος καί
Θεός, Μητέρα σου θείαν, σεμνήν
Ὑπεραγίαν, πρόσδεξαι δυσωποῦ-
σαν,
Μυρτιδιώτισσαν.

Νεότητα σῴζουσα ὦ Ἁγνή,
ἀνθρώπους ὡρίμους, οἴκους
νέους θεοσεβεῖς, καί τίμιον
γῆρας, διαφυλάττειν σπεύδεις,
Κυρία τῶν Ἀγγέλων,
Μυρτιδιώτισσα.

Οἱ ὕμνοι οὗτοι, συντεθέντες χάριτι Θείᾳ καί εὐδοκίᾳ τῆς Παναχράντου διά τήν προστασίαν τοῦ λαοῦ ἐκ τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῆς καί λοιπῶν κινδύνων, ὑπό τοῦ Μητροπολίτου Κυθήρων Σεραφείμ (Ἰούνιος 2006), ψάλλονται μετά τά Μεγαλυνάρια τῆς Ἱερᾶς Παρακλήσεως καί κατά τάς ἱεράς λιτανεύσεις τῆς ἁγίας Εἰκόνος τῆς Μυρτιδιωτίσσης.
Άβαταρ μέλους
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 1529
Εγγραφή: Δευτ Δεκ 18, 2006 9:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Re: Υμνοι Δοξολογικοί και Παρακλητικοί στη Παναγία Μυρτιδιώτ

Δημοσίευσηαπό eleimon » Παρ Σεπ 24, 2010 8:01 am

Ας εχουμε την ευλογια Της!!!!!

24 Σεπτεμβριου


Εικόνα
«Το θάνατο δεν τον φοβά­μαι, όχι βέβαια ένεκα των έργων μου, αλλά επειδή πιστεύω στο έλεος του Θεού».
Άβαταρ μέλους
eleimon
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 3461
Εγγραφή: Τρί Νοέμ 11, 2008 9:34 am
Τοποθεσία: Ελπίδα-Αθήνα

Re: Υμνοι Δοξολογικοί και Παρακλητικοί στη Παναγία Μυρτιδιώτ

Δημοσίευσηαπό efthumhs » Σάβ Σεπ 25, 2010 9:51 pm

Παράκληση της Παναγίας της Μυρτιδιώτισσας και ιστορικό εδώ: http://www.orp.gr/?p=1374
Άβαταρ μέλους
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 1529
Εγγραφή: Δευτ Δεκ 18, 2006 9:00 am
Τοποθεσία: Στερεά Ελλάδα


Επιστροφή στο Παρακλητικοί Κανόνες-Ακολουθίες

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 1 επισκέπτης