Το τυπικόν της Κυριακής

Συζήτηση για την Βυζαντινή Μουσική.

Συντονιστές: alex, Συντονιστές

Απάντηση
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

13-9-2009

† ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ. Τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ἀναστάσεως (335) καὶ προεόρτιος τῆς ὑψώσεως τοῦ τιμίου Σταυροῦ. Κορνηλίου ἑκατοντάρχου (α΄ αἰ.). ῾Ιεροθέου ὁσίου τοῦ ἐκ Καλαμάτας (†1745). ῏Ηχος πλ. α΄. ῾Εωθινὸν γ΄ (τυπικὸν 13ης Σεπτεμβρίου §§ 2-4).
Τῇ αὐτῇ Κυριακῇ πρὸ τῆς Ὑψώσεως, συμφώνως τῇ ὑπ᾿ ἀριθμὸν 2556/5.7.1993 ἐγκυκλίῳ τῆς Ἱ. Συνόδου, μνήμην ἐπιτελοῦμεν τῶν μητροπολιτῶν καὶ ἐθνομαρτύρων Χρυσοστόμου Σμύρνης, ᾿Αμβροσίου Μοσχονησίων, Γρηγορίου Κυδωνιῶν, Προκοπίου ᾿Ικονίου, Εὐθυμίου Ζήλων καὶ τῶν σὺν αὐτοῖς ἀναιρεθέντων κατὰ τὴν μικρασιατικὴν καταστροφὴν μαρτύρων (1922). ῎Ενθα ὑπάρχει ἡ ἐν ἰδιαιτέρᾳ φυλλάδι ἀκολουθία τῶν ἁγίων (ποίημα τοῦ Σεβ. Μητροπολίτου πρώην Πατρῶν κ. Νικοδήμου), συμψάλλεται μετὰ τῆς ἀναστασίμου καὶ τῶν προεορτίων.

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα... Ἀπολυτίκιον τῶν Ἐγκαινίων
Ἦχος δ
'
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις.

Καὶ νῦν...

Τοῦ Σταυροῦ Ἦχος β
'
Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Καθίσματα Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.
Δόξα...
Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

Καὶ νῦν ...

Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε

Τὰ πάντα ἐφώτισε τῇ παρουσίᾳ Χριστός, τὸν κόσμον ἀνεκαίνισε Πνεύματι θείῳ αὐτοῦ· ψυχαὶ ἐγκαινίζονται· οἶκος γὰρ ἀνετέθη, νῦν εἰς δόξαν Κυρίου, ἔνθα καὶ ἐγκαινίζει, τῶν πιστῶν τὰς καρδίας, Χριστὸς ὁ Θεὸς ἡμῶν, εἰς σωτηρίαν βροτῶν.

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.

Δόξα...

Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.

Καὶ νῦν ...

Κάθισμα ὅμοιον

Ἑόρτιος σήμερον τῶν Ἐγκαινίων πιστοί, ἡμέρα κατέλαβε, τὴν ἐκλογὴν τοῦ Χριστοῦ, ἡμᾶς καὶ προτρέπεται, πάντας ἐγκαινισθῆναι, καὶ φαιδρῷ τῷ προσώπῳ, ᾄσματα τῷ Δεσπότῃ, ἐκ μυχοῦ τῆς καρδίας, ᾆσαι πιστῶς ὡς λυτρωτῇ, καὶ ἡμᾶς ἐγκαινίζοντι.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. α'

Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
• Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.
• Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.
Ἀντίφωνον Β'
• Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.
• Δεξιά σου χεὶρ κᾀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Ἀντίφωνον Γ'
• Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.
• Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.
Προκείμενον
Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν γ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…

Κανὼν Ἀναστάσιμος
ᾨδὴ α' Ἦχος πλ. α'
Ὁ Εἱρμὸς

«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

Προεόρτιος

ᾨδὴ α' Ἦχος δ'

Ἀγάλλου οὐρανὲ καὶ ἡ γῆ εὐφραινέσθω, ὁ πανάγιος Σταυρός, προέρχεται ἡμᾶς, ἁγιάζων ἐν χάριτι, τοῦτον κατασπαζομένους, ὡς πηγὴν ἁγιάσματος, καὶ τῆς πάντων θεώσεως αἴτιον.

Βαδίζειν εὐσεβῶς τὴν οὐράνιον τρίβον, ἐνδυνάμωσον ἡμᾶς, πανάγιε Σταυρὲ τοὺς πιστῶς προσκυνοῦντάς σε, ὅπως τὰ τῶν ἐναντίων ἀποκλίναντες βάραθρα κοινωνοὶ θείας δόξης γενώμεθα.

Γνωστοὶ τῷ Ποιητῇ, διὰ σοῦ γεγονότες, πανσεβάσμιε Σταυρέ, καρδίᾳ καὶ ψυχῇ, προσπτυσσόμεθα πάντοτε, σὲ προκείμενον ὁρῶντες, καὶ τὸν νοῦν φωτιζόμεθα, τόν παναίτιον Λόγον δοξάζοντες.
Θεοτοκίον
Ἡ πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, Θεοδόχον εὐαγὲς κειμήλιον σεπτόν, Θεοτόκε πανάμωμε, φρούρησον τὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.

Κανὼν τῶν Ἐγκαινίων
Ἰωάννου Μοναχοῦ

ᾨδὴ α' Ἦχος δ'
Θαλάσσης, τὸ ἐρυθραῖον
Ὁ στύλῳ καθοδηγῶν τὸ πρότερον τὸν ἐκλεκτὸν Ἰσραήλ, διὰ λουτροῦ βαπτίσματος Χριστέ, ἐν Σιὼν κατεφύτευσας τὴν Ἐκκλησίαν κράζουσαν· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

Σήμερον, τῆς ἀπροσίτου δόξης σου, ἡ ἐπιφοίτησις, τὸν ἐπὶ γῆς παγέντα σοι ναόν, οὐρανὸν κατεσκεύασεν, ἐν ᾧ συμφώνως ψάλλομεν· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.

Οὐ νόμῳ, ἡ Ἐκκλησία Κύριε, ἐγκαλλωπίζεται, οὐ δουλικῶν ἐκτάσεσι χειρῶν, τοῦ Σταυροῦ δὲ τῇ χάριτι, ἐγκαυχωμένη ψάλλει σοι· ᾌσωμεν ᾆσμα τῷ Θεῷ ἡμῶν.
Θεοτοκίον
Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι᾿ ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

Προεόρτιος

ᾨδὴ γ'

Δόξαν Χριστοῦ σε, χρηματίσαντα πίστει δοξάζομεν, δοξαζόμενοι ταῖς σαῖς, δεδοξασμένε Κυρίου Σταυρέ, σεπταῖς περιπτύξεσι, καὶ φωτιζόμενοι.

Ἐν εὐφροσύνῃ, προσελθόντες Πιστοὶ ἀρυσώμεθα, ὡς ἐκ κρήνης καθαρᾶς Σταυροῦ, ἀείζωα νάματα, καὶ διασῳζόμενοι, Θεὸν ὑμνήσωμεν.

Ζωὴ ὑπάρχων, Ἰησοῦς κρεμασθεὶς τεθανάτωται, ἐπὶ ξύλου τοῦ Σταυροῦ· ὃν νῦν πιστῶς προσπτυσσόμενοι, πάθη ἀποφεύγομεν, θανάτου πρόξενα.
Θεοτοκίον
Ἐπιφανεῖσα, τῆς ψυχῆς μου τὸ σκότος ἀπέλασον, ἁμαρτίας τὰς σειρᾶς, ἁγνὴ Παρθένε διάρρηξον, σῶσόν με κυήσασα, τὸν Πανοικτίρμονα.

Τῶν Ἐγκαινίων

Εὐφραίνεται ἐπὶ σοὶ
Ἡγίασας ἐπὶ γῆς, τὴν Ἐκκλησίαν σου Χριστὲ Πνεύματι, χρίσας αὐτὴν σήμερον, σῆς ἀγαλλιάσεως ἔλαιον.

Θεμέλιόν σε Χριστέ, ἡ Ἐκκλησία ἀρραγὲς ἔχουσα, τῷ σῷ Σταυρῷ στέφεται, ὡς βασιλικῷ διαδήματι.

Ἀνέδειξας ἀγαθέ, τὴν χειροποίητον σκηνὴν σήμερον, τῆς ὑπὲρ νοῦν δόξης σου, οἰκονομικῶς οἰκητήριον.
Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ χαῖρε προσάγομεν.

Tων εγκαινίων Κάθισμα
Ταχὺ προκατάλαβε
Ἐν πίστει τὰ Ἐγκαίνια, ἐπιτελοῦμεν φαιδρῶς, τοῦ οἴκου σου Ἄχραντε, εὐλογημένη ἁγνή, Παρθένε πανύμνητε· χαίροντες τῇ ἐλπίδι, τῇ εἰς σὲ Θεοτόκε, αἰτοῦμέν σε τοῦ πρεσβεύειν, τῷ Σωτῆρι ἀπαύστως, αὐτῷ τῷ σαρκωθέντι ἐκ σοῦ, σῶσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Μερρᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

Προεόρτιος

ᾨδὴ δ'

Ἡλιόμορφος ὁρώμενος προσκυνεῖται, ὑπὸ πιστῶν ἀνθρώπων, ὁ Σταυρὸς τοῦ Κυρίου, ὃν κατασπαζόμενοι, ψυχὰς φωτιζόμεθα.

Θεὸς Κύριος σαρκούμενος ἐπεφάνη, καὶ ὑψωθεὶς ἐν ξύλῳ, τοὺς αὐτὸν προσκυνοῦντας, φωτίζει ἑκάστοτε, δεινῶν ἐξαιρούμενος.

Ἱλασμὸν ἡμῖν καὶ ἄφεσιν τῶν πταισμάτων, Λόγε Θεοῦ παράσχου, τοῖς πιστῶς προσκυνοῦσι, σήμερον προκείμενον, Σταυρόν σου τὸν τίμιον.
Θεοτοκίον
Μὴ κενώσας τοὺς Πατρῴους ὁ Λόγος κόλπους, σοῦ ἐν τοῖς κόλποις Κόρη, ἀνεκλίθη ὡς βρέφος, θέλων ἀναπλάσαι με, φθορᾷ ὑποκείμενον.

Τῶν Ἐγκαινίων

Ἐπαρθέντα σε ἰδοῦσα
Οὐκ ἐν θύμασιν ἀλόγων ἡ Ἐκκλησία, ἀλλὰ τῷ σῷ τιμίῳ ἐκ πλευρᾶς ζωηφόρου, αἵματι ῥαντίζεται, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Τὰ σκηνώματα Κυρίου ἠγαπημένα, τοῖς κατιδεῖν ποθοῦσιν ἀνακεκαλυμμμένως, τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, συμφώνως κραυγάζουσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Εἰκονίζουσα τὴν χρῖσιν ἡ Ἐκκλησία, τοῦ ἐκλεκτοῦ λαοῦ σου τὸ πολύτιμον μύρον, σήμερον ἀλείφεται, τὴν θείαν τοῦ Πνεύματος, χάριν ἀοράτως λαμβάνουσα.
Θεοτοκίον
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

Προεόρτιος

ᾨδὴ ε'

Κατὰ παθῶν ἐνίσχυσον, ἡμᾶς φθοροποιῶν, τοὺς σὲ τιμῶντας, καὶ ἀσπαζομένους τίμιε Σταυρέ, ἁγίου πάθους, ἁγιώτατον σύμβολον.

Λελαμπρυσμένοι σήμερον καρδίας καὶ ψυχάς, καλῶν ἰδέαις, προσέλθωμεν πιστοί, καὶ τὸ σεπτὸν καὶ θεῖον ξύλον, τοῦ Σταυροῦ προσκυνήσωμεν.

Μερρᾶς γλυκαίνει πρότερον τὰ ὕδατα Μωσῆς, σημαίνων ξύλῳ, σὲ τίμιε Σταυρέ, δι᾿ οὗ γλυκασμὸν σωτηριώδη, τοῖς βροτοῖς ἐναπέσταξας.
Θεοτοκίον
Ὑπὲρ ἡμῶν δυσώπησον, Χριστὸν τὸν ἐκ τῶν σῶν, ἀγνῶν αἱμάτων, πανάχραντε Κόρη, σάρκα ὑλικὴν ἠμφιεσμένον, καὶ βροτοὺς ἀναπλάσαντα.

Τῶν Ἐγκαινίων

Σὺ Κύριέ μου φῶς
Σὺ πάλαι ἐν Σινᾷ, σκηνὴν ἀχειροποίητον, ὑπέδειξας τῷ θεόπτῃ, Μωϋσῇ διαγράφων, Χριστὲ τὴν Ἐκκλησίαν σου.

Σὺ Κύριε σκηνήν, ἐπὶ γῆς κατεσκεύασας, σὺ τάξεσιν οὐρανίαις, τῶν βροτῶν τὰς χορείας, συνάπτεις τῇ δυνάμει σου.

Σὲ Κύριε πηγήν, τῆς ζωῆς ἐπιστάμεθα· σὺ Ἅγιε τὴν εἰρήνην, ἐλθὼν εὐηγγελίσω, Χριστὲ τῇ Ἐκκλησίᾳ σου.
Θεοτοκίον
Σὲ ὅπλον ἀρραγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα· σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν Σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.

Προεόρτιος

ᾨδὴ ς'

Νυγεὶς ἐπὶ σοὶ πλευρὰν ὁ Κτίστης, Σταυρὲ ἐθελουσίως, ἀναρτώμενος, αἷμα καὶ ὕδωρ ἀποκενοῖ, δι᾿ ὧν ἀνεπλάσθημεν, οἱ πιστῶς σε ἀσπαζόμενοι.

Ξύλον ζωοδώρητον Κυρίου, πηγὴ ἀθανασίας, ἀπολύτρωσις παντὸς τοῦ κόσμου, σῷζε ἡμᾶς, τοὺς ἀσπαζομένους σε, ὡς φρουρὸν ἡμῶν σωτήριον.

Ὅπλον ἡμῖν ἄρρηκτον ἐδόθης, δι᾿ οὗ νικῶμεν πάσας, τὰς ἐνέδρας τῶν ἀντικειμένων, θεῖε Σταυρέ, οἱ ψυχῆς εὐθύτητι, ἱερῶς σε ἀσπαζόμενοι.
Θεοτοκίον
Ἅγιος ναὸς τοῦ ἐν Ἁγίοις, ἐπαναπεπαυμένου, ἐχρημάτισας Θεογεννῆτορ· ὅθεν ἡμᾶς, τοὺς πιστῶς ὑμνοῦντάς σε, ἁγιάζεις Μητροπάρθενε.

Tῶν Ἐγκαινίων

Θύσω σοι, μετὰ φωνῆς
Τοῦ κάλλους, ὁ Βασιλεὺς Χριστὸς ἐπεθύμησε, νῦν τῆς σεπτῆς Ἐκκλησίας, καὶ ἐθνῶν μητέρα ἀπέδειξεν, ἐκ δουλείας, υἱοθετουμένων διὰ τοῦ Πνεύματος.

Φρίττουσι, τῶν δυσμενῶν δαιμόνων αἱ φάλαγγες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τοῦ Σταυροῦ τῷ τύπῳ σημειουμένην, καὶ σκιάζει, ἁγιαστικὴ τοῦ Πνεύματος ἔλλαμψις.

Οὐ ψάμμον, ἀλλὰ Χριστὸν θεμέλιον ἔχουσα, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, στεφανοῦται κάλλει τῷ ἀπροσίτῳ, καὶ διαδήματι, τῆς βασιλείας ἐγκαλλωπίζεται.
Θεοτοκίον
Ὦ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησε.

Κοντάκιον Ἦχος πλ. α'
Μιμητὴς ὑπάρχων πρὸς τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.
Ὁ Οἶκος
Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσεως.
Στίχοι
• Νόμον παλαιὸν Ἰσραὴλ πληρῶν νέος,
• Ἐγκαινίοις σοι τὸν τάφον τιμᾷ Λόγε.
• Τύχθη ἀναστάσεως τρισκαιδεκάτῃ καινισμός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κορνηλίου τοῦ Ἑκατοντάρχου.
Στίχοι
• Ζωῆς ἀπίστου Κορνήλιον ἐξάγεις,
• Πιστῶν ἀπαρχὴν τῶν ἐθνῶν Χριστέ μου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κρονίδου, Λεοντίου, Σεραπίωνος, Στράτωνος, Σελεύκου, Μακροβίου, Γορδιανοῦ, Ζωτικοῦ, Ἠλεί, Λουκιανοῦ, καὶ Οὐαλεριανοῦ.

Ὁ ὅσιος πατὴρ ἡμῶν Πέτρος ὁ ἐν τῇ Ἀγρέᾳ ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ὅσιος νέος Ἱερόθεος ὁ Ἰβηρίτης, ὁ κατὰ τὸ 1720 ἀκμάσας, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ
Ὁ Εἱρμὸς
«Ο ὐπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀνάγων τοὺς βοῶντας· ὁ Θεὸς εὐλογητὸς εἶ.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεῷ ὃν σωματούμενον, πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Προεόρτιος

ᾨδὴ ζ'

Πάλαι ἐν ταῖς εὐλογίαις, τῶν παίδων ὁ Ἰακώβ, σὲ προδιεχάραττε, τίμιε Σταυρέ· ἀλλ᾿ ἡμεῖς σε νῦν προσκυνοῦντες πάντοτε, φωτισμὸν ἀρυόμεθα.

Ῥάβδῳ σὲ προεικονίζει, θεῖος πάλαι Μωϋσῆς, Σταυρέ, τέμνων θάλασσαν, ἡμεῖς δὲ σε νῦν προσκυνοῦντες, παθῶν ἀβρόχως πέλαγος, χαλεπὸν περαιούμεθα.

Στόματί σε καὶ καρδίᾳ, πανσεβάσμιε Σταυρέ, νῦν περιπτυσσόμενοι, τὸν ἁγιασμόν, τὴν ὑγείαν, τὴν σωτηρίαν πάντοτε, ἀπαντλοῦμεν ψυχῆς τε καὶ σώματος.
Θεοτοκίον
Παρθένε εὐλογημένη, πρέσβευε ὑπὲρ ἡμῶν, καθικετευόντων σε· εἰς σὲ γὰρ ἐλπίζομεν πάντες, καὶ σοὶ βοῶμεν, Δέσποτα, μὴ παρίδῃς τὴν ποίμνην σου.

Τῶν Ἐγκαινίων

Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι
Δροσοβόλος μέν, ἡ καμινιαία φλὸξ ἐδείχθη ποτέ, νῦν δὲ ἐξ ἐλαίου χρῖσμα πνευματικόν, ἁγιάζει τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

Ὡς ἐν καμίνῳ, τῇ θεοδόχῃ νέᾳ σκηνῇ, πάντες οἱ ἐξ Ἰσραὴλ τοῦ πνευματικοῦ, δροσιζόμενοι βοήσωμεν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

Οἱ τετρωμένοι, τῷ γλυκυτάτῳ θείῳ ἔρωτι, δεῦτε ἐν παστάδι ταὺτῃ τῇ μυστικῇ, συναφθῶμεν τῷ νυμφίῳ Χριστῷ· Εὐλογημένος εἶ ἐκβοῶντες, τῆς δόξης ὁ Κύριος.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις πανάμωμε.

ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύξω ποτήριον, ὥσπερ ἀβούλητον, δύο θελήσεις· δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις, Χριστὲ εἰς τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾍδης, Χριστὲ καταγέλαστος, γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι, τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Προεόρτιος

ᾨδὴ η'

Τὸ σωτήριον ὅπλον καὶ ἄρρηκτον, τῶν πιστῶν τὴν ἑτοίμην βοήθειαν, τὴν κραταιὰν ἀντίληψιν, τὸν Σταυρὸν τοῦ Κυρίου, νῦν προσκυνοῦμεν, κατενώπιον πάντων προκείμενον.

Ὑψηλῶς ἐπὶ ξύλου ἀνήρτησεν, ἐγκαρσίως τὸν ὄφιν ὡς γέγραπται, ὁ Μωϋσῆς προγράφων σε, πανσεβάσμιον ξυλον· δι᾿ οὗ τῆς βλάβης, νοητῶν ἐκλυτρούμεθα ὄφεων.

Φωτισμὸς τῶν ψυχῶν ἡμῶν πέφυκας, φωτοδότα Σταυρὲ πανσεβάσμιε· σὲ γὰρ περιπτυσσόμενοι, τὰς ἀρχάς τε τοῦ σκότους καὶ ἐξουσίας, ἐκτρεπόμεθα θείᾳ δυνάμει σου.
Θεοτοκίον
Τὴν ἁγνὴν καὶ Παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ ἄκτιστον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ἀναβοῶντες· Εὐλογοῦμεν Παρθένε τὸν τόκον σου.

Τῶν Ἐγκαινίων

Χεῖρας ἐκπετάσας Δανιὴλ
Σήμερον χιτῶνα νοητόν, τὸν ἄνωθεν ὑφαντὸν ἐκ θείας χάριτος, ἡ Ἐκκλησία σου Κύριε, ὥσπερ νύμφη ἐστολίσατο, καὶ τοὺς οἰκείους συγκαλεῖ πρὸς εὐφροσύνην λαούς, εἰς τὸ μέλπειν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σήμερον ὁ δεύτερος Ἀδάμ, Χριστὸς ἀνέδειξε, Παράδεισον νοητόν, τὴν νέαν ταύτην σκηνήν, φέρουσαν κατὰ ξύλου τοῦ τῆς γνώσεως, τὸ ζωηφόρον τοῦ Σταυροῦ, ὅπλον τοῖς ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τριαδικὸν
Πατρὸς ἐξ ἀνάρχου σε Υἱόν, καὶ Πνεῦμα Ἅγιον μίαν Θεότητα, τελείαν ἄναρχον ἄτμητον, ὁμοούσιον ἀσύγχυτον, ἐν ὑποστάσεσι τρισὶ σέβοντες ψάλλομεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς, ὅλος συναφθείς, μόνος ἁμαρτίας δέ, μὴ μετασχών, ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοῖς ἀχράντοις σου παθήμασι.

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Θεορρήτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευρᾶς, καὶ ζωοποιοῦ, θυσία μὲν πέπαυται, εἰδωλική, πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνή, Κόρη καὶ σεμνή, ἀλλ' ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ, τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρὶ τε καὶ τῷ Πνεύματι.

Προεόρτιος

ᾨδὴ θ'

Χριστὸς ἐπὶ σοὶ ἀνηρτημένος, τὸν κόσμον ἀνύψωσε πεσόντα, εἰς βυθὸν ἀπωλείας ἀληθῶς, Σταυρὲ Κυρίου· ὅθεν σε πόθῳ, νῦν προσκυνοῦμεν, καὶ τιμῶμεν καὶ δοξάζομεν.

Ψυχὰς ἁγνισθῶμεν καὶ καρδίας, καλῶν ἐπιμόνοις ἐργασίαις, καὶ προκείμενον μέσον, τὸ σωτήριον ὁρῶντες τοῦ Σταυροῦ ξύλον, πίστει καὶ πόθῳ, θεοφρόνως προσκυνήσωμεν.

Ὡς ἥλιος μέγας ταῖς ἀκτῖσι, ταῖς σαῖς καταυγάζεις τοὺς ἐν σκότει, καὶ τοὺς δαίμονας φλέγεις, ὡραιότατε Σταυρὲ· ὅθεν φώτισον πάντας, τοὺς ἐν πίστει προσκυνοῦντάς σε.
Θεοτοκίον
Φωτὶ με καταύγασον τῷ θείῳ, φωτὸς οἰκητήριον Παρθένε, τῶν παθῶν μου τὸ σκότος, καὶ τῶν ἡδονῶν τὴν βαθυτάτην ὄντως νύκτα, Θεοκυῆτορ, παναγία ἀπελαύνουσα.

Τῶν Ἐγκαινίων

Λίθος ἀχειρότμητος
Δεῦτε καθαρᾷ τῇ καρδίᾳ καὶ νηφαλέοις ὄμμασι νοός, τῆς τοῦ Βασιλέως θυγατρός, τῆς Ἐκκληοίας τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, κατανοοῦντες μεγαλύνωμεν.

Χαῖρε καὶ εὐφραίνου ἡ νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπτριζομένη τηλαυγῶς, τοῦ σοῦ νυμφίου τὴν ὡραιότητα, σὺν τῷ λαῷ σου κράζουσα· Σὲ Ζωοδότα μεγαλύνομεν.

Τὴν ἐξ ὕψους ἄμυναν Σῶτερ, τῇ Ἐκκλησίᾳ σου παράσχου· ἄλλον γὰρ οὐκ οἶδεν, εἰ μὴ σέ, τὸν ὑπὲρ ταύτης τὴν σὴν φιλάνθρωπε, πάλαι ψυχὴν προθέμενον, ἐν ἐπιγνώσει μεγαλύνουσα.
Θεοτοκίον
Χαῖρε κεχαριτωμένη ἡ Νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου· διὰ σοῦ τῆς κατάρας, τῆς Εὔας πάντες Ἁγνὴ ἐρρύσθημεν, καὶ τὴν ζωὴν εὑράμεθα, ἐν τῇ κυήσει σου ἀνύμφευτε.

Καταβασίες

Ὠδὴ α’. Ἦχος πλ. δ'.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος πλ. δ΄
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ὠδὴ θ’.
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.

  Άγιος Κύριος ο Θεός ημών, γ’

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Γ'
Ὅτι Χριστὸς ἐγήγερται, μή τις διαπιστείτω· ἐφάνη τῇ Μαρίᾳ γάρ, ἔπειτα καθωράθη, τοῖς εἰς ἀγρὸν ἀπιοῦσι, Μύσταις δὲ πάλιν ὤφθη, ἀνακειμένοις ἕνδεκα, οὕς βαπτίζειν ἐκπέμψας, εἰς Οὐρανούς· ὅθεν καταβέβηκεν ἀνελήφθη, ἐπικυρῶν τὸ κήρυγμα, πλήθεσι τῶν σημείων.

Ἕτερον ὅμοιον
Τοῖς Μαθηταῖς συνέλθωμεν
Μέσον τῆς γῆς ὁ Κύριος, καὶ Θεὸς σωτηρίαν, διὰ Σταυροῦ εἰργάσατο, σαρκωθεὶς ἑκουσίως, εἰς ἀνακαίνισιν κόσμου· τάφῳ κατατεθεὶς δέ, τριήμερος ἐγήγερται, καὶ ζωῆς ἀρραβῶνα, τὴν ἑαυτοῦ, προδεικνύει ἔγερσιν, ἧς ἐν πίστει, τελοῦμεν τὰ ἐγκαίνια, τοῦ Θεοῦ σὺν Ἀγγέλοις.
Θεοτοκίον ὅμοιον
Μετ᾿ εὐφροσύνης κράζομεν, σοὶ τὸ Χαῖρε Παρθένε· χαῖρε ἀρᾶς ἡ λύτρωσις, τοῦ Ἀδὰμ καὶ τῆς Εὔας· Χαῖρε δι᾿ ἧς ἀνυψώθη, τῶν βροτῶν ἡ οὐσία, πρὸς δόξαν ὑπερκόσμιον, τοῦ Υἱοῦ καὶ Θεοῦ σου, χαῖρε δι᾿ ἧς, ὑπ᾿ Ἀγγέλων πάντοτε προσκυνεῖται, ἐν οὐρανοῖς πανύμνητε, Θεοτόκε Μαρία.

Αἶνοι Ἦχος πλ. α'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαία, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἠμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα· καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Σήμερον ὁ ἔνθεος, καὶ ἱερὸς καὶ σεβάσμιος, τῆς Χριστοῦ ἀναστάσεως, φαιδρῶς ἐγκαινίζεται, φωτοφόρος οἶκος· καὶ νέμει ἐν κόσμῳ, τάφος ὁ θεῖος τὴν ζωήν, καὶ ἐμπαρέχει πηγὴν ἀθάνατον, βλυστάνει ῥεῖθρα χάριτος· θαυμάτων βρύει τὰ νάματα, καὶ δωρεῖται ἰάματα, τοῖς αὐτὸν πίστει μέλπουσιν.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

7. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.

Ἤστραψεν ἡ ἄνωθεν, φωτοφανὴς αἴγλη λάμπουσα, καὶ τὰ πάντα φωτίζουσα· πιστῶς οὖν τιμήσωμεν, τὴν Χριστοῦ τοῦ Κτίστου, ἀνάστασιν πάντες, καὶ ἐγκαινίων ἱερῶν, τὴν ζωηφόρον θείαν πανήγυριν, ἐν ὕμνοις ἑορτάσωμεν, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν, ὅπως ἵλεων εὔρωμεν, τὸν Σωτῆρα καὶ Κύριον.

8. Σοὶ πρέπειὕμνος, ὁ Θεός, ἐν Σιὼν καὶ σοὶ ἀποδοθήσεταιεὐχὴ ἐν ᾿Ιερουσαλήμ.
Μέσον γῆς ὑψούμενον, προκατιδεῖν ἐφιέμενοι, τοῦ Σταυροῦ σκῆπτρον ἅγιον, ψυχὰς προκαθάρωμεν, ἀστραφθῶμεν φρένας, φωτὶ λαμπρυνθῶμεν, καὶ ἐν δυνάμει θεϊκῇ, καταυγασθέντες Χριστὸν ὑμνήσωμεν, τῷ ξύλῳ τῷ σεπτῷ αὐτοῦ, ἁγιασμὸν παρεχόμενον, τοῖς ἐν πίστει γεραίρουσι, καὶ θερμῶς αὐτὸν μέλπουσιν.

Δόξα ΕΩΘΙΝΟΝ Γ' Ἦχος γ'
Τῆς Μαγδαληνῆς Μαρίας, τὴν τοῦ Σωτῆρος εὐαγγελιζομένης, ἐκ νεκρῶν Ἀνάστασιν καὶ ἐμφάνειαν, διαπιστοῦντες οἱ Μαθηταί, ὠνειδίζοντο τὸ τῆς καρδίας σκληρόν· ἀλλὰ τοῖς σημείοις καθοπλισθέντες καὶ θαύμασι, πρὸς τὸ κήρυγμα ἀπεστέλλοντο· καὶ σὺ μὲν Κύριε, πρὸς τὸν ἀρχίφωτον ἀνελήφθης Πατέρα, οἱ δὲ ἐκήρυττον πανταχοῦ τὸν λόγον, τοῖς θαύμασι πιστούμενοι. Διὸ οἱ φωτισθέντες δι' αὐτῶν δοξάζομέν σου, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, φιλάνθρωπε Κύριε.

Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Τα αντίφωνα

Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. α'
Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Τοῦ Σταυροῦ Ἦχος β'
Τὸν ζωοποιὸν Σταυρὸν τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοῖς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν. Σῷζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

Ἀπολυτίκιον τῶν Ἐγκαινίων
Ἦχος δ'
Ὡς τοῦ ἄνω στερεώματος τὴν εὐπρέπειαν, καὶ τὴν κάτω συναπέδειξας ὡραιότητα, τοῦ ἁγίου σκηνώματος τῆς δόξης σου Κύριε. Κραταίωσον αὐτὸ εἰς αἰῶνα αἰῶνος, καὶ πρόσδεξαι ἡμῶν, τὰς ἐν αὐτῷ ἀπαύστως προσαγομένας σοι δεήσεις, πρεσβείαις τῆς Θεοτόκου, ἡ πάντων ζωὴ καὶ ἀνάστασις.

Είτα του ναού

Κοντάκιον των Εγκαινίων. Ήχος δ’.
Επεφάνης σήμερον.

Ουρανός πολύφωτος η Εκκλησία, ανεδείχθη άπαντας, φωταγωγούσα τους πιστούς, εν ω εστώτες κραυγάζομεν, Τούτον τον οίκον, στερέωσον Κύριε.

.
Προκείμενον.Ήχος πλ. α’ (Ψαλμός ια’).

Σύ, Κύριε, φυλάξαις ημάς και διατηρήσαις ημάς.

Στίχ. Σώσον με Κύριε, ότι εκλέλοιπεν όσιος.

Πρός Γαλάτας Επιστολής Παύλου το Ανάγνωσμα.

Κυριακή ΚΒ΄ (Γαλ. 6,11-18)
Ἀδελφοί, 11. ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12. ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13. οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν• ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14. ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. 15. ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16. καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. 17. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω• ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. 18. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί• ἀμήν.

Αλληλούϊα (γ’)

Ευαγγέλιον

Κυριακή προ της Υψώσεως (Ιωάν. 3,13-17)
Εἶπεν ὁ Κύριος• 13. οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. 14. καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, 15. ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. 16. οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. 17. οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.

Είς το Εξαιρέτως...Άξιον Εστί

Κοινωνικὸν
<<Αἰνεῖτε>>

<<Είδομεν το φώς>>...

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

20-9-2009

20. † ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ. † Εὐσταθίου μεγαλομάρτυρος καὶ τῆς συνοδείας αὐτοῦ (†118). ῾Ιλαρίωνος Κρητὸς νεομάρτυρος (†1804). ῏Ηχος πλ. β΄. ῾Εωθινὸν δ΄.

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Δόξα... Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ'
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Και νύν...Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Καθίσματα Ἦχος πλ. β'
Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον. Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Κύριε, παρίστατο τῷ τάφῳ σου Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα· καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔκρυψας τὴν αἰώνιον Ζωήν; ποῦ ἔθηκας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν, ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· ὁ ἐν νεκροῖς καὶ τοὺς νεκροὺς ἀναστήσας δόξα σοι.

Καὶ νῦν... Κάθισμα Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν
Ἐν μέσῳ τῆς Ἐδέμ, ξύλον ἤνεγκε θάνατον, ἐν μέσῳ δὲ τῆς γῆς, ξύλον ζωῆς ἐβλάστησε· γευσάμενοι γὰρ τοῦ πρώτου, ἄφθαρτοι ὄντες, φθαρτοὶ γεγόναμεν, τυχόντες δὲ τοῦ δευτέρου, τῆς ἀφθαρσίας κατετρυφήσαμεν· διὰ Σταυροῦ γὰρ σῴζει ὁ Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Ἡ Ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
Δόξα...
Προϊστορεῖ ὁ Ἰωνᾶς τὸν τάφον σου, καὶ ἑρμηνεύει Συμεὼν τὴν Ἔγερσιν τὴν ἔνθεον, ἀθάνατε Κύριε· κατέβης γὰρ ὡσεὶ νεκρὸς ἐν τῷ τάφῳ, ὁ λύσας ᾍδου τὰς πύλας, ἀνέστης δὲ ἄνευ φθορᾶς ὡς Δεσπότης, τοῦ κόσμου εἰς σωτηρίαν, Χριστὲ ὁ Θεὸς ἡμῶν, φωτίσας τοὺς ἐν σκότει.
Καὶ νῦν... Κάθισμα Ἦχος πλ. δ'
Τὸ προσταχθὲν
Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ Σταυροῦ τὸν τύπον, ὡς τὰς χεῖρας ἐξέτεινε, σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾍδην σκυλεύοντα.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. β'
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Οἱ Ἀναβαθμοί
Ἀντίφωνον Α'
• • Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἴκτειρόν με, ἵνα ζῶ σοι.
• • Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία, εἴ τινι τούτων κατ' ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β'
• • Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
• • τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.
• •
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
• • Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
• • Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων, ὅπερ αἱ ἄνω Στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν δ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…

Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἱρμὸς
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ, ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδόκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄσωμεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

Ὁ Κανὼν τῆς Ἑορτῆς.

ᾨδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς
«Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν· ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον, διὸ Χριστῷ ᾄσωμεν· τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται».

Τὸν τύπον πάλαι Μωσῆς, τοῦ ἀχράντου πάθους, ἐν ἑαυτῷ προέφηνε, τῶν ἱερῶν μεσούμενος, Σταυρῷ δὲ σχηματισθείς, τεταμέναις τρόπαιον, παλάμαις ἤγειρε, τὸ κράτος διολέσας, Ἀμαλὴκ τοῦ πανώλους· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ἀνέθηκε Μωϋσῆς, ἐπὶ στήλης ἄκος, φθοροποιοῦ λυτήριον, καὶ ἰοβόλου δήγματος· καὶ ξύλῳ τύπῳ Σταυροῦ, τὸν πρὸς γῆν συρόμενον, ὄφιν προσέδησεν, ἐγκάρσιον ἐν τούτῳ, θριαμβεύσας τὸ πῆμα· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Ὑπέδειξεν οὐρανός, τοῦ Σταυροῦ τὸ τρόπαιον, τῷ εὐσεβείας κράτορι, καὶ Βασιλεῖ θεόφρονι, ἐχθρῶν ἐν ᾧ δυσμενῶν, κατεβλήθη φρύαγμα· ἀπάτη ἀνετράπη δέ· καὶ πίστις ἐφηπλώθη, γῆς τοῖς πέρασι θεία· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ᾨδὴ α' Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον
Τῷ λόγῳ, τὸ τῶν παθῶν μου σκίρτημα, ταῖς ἱκεσίαις σου, καθυποτάξας Μάρτυς τοῦ Χριστοῦ, εὐφημεῖν παρασκεύασον, τὴν ἱερὰν πανήγυριν, τῶν σῶν ἀγώνων παμμακάριστε.

Ἡ κλῆσις, οὐκ ἀπ' ἀνθρώπων γέγονεν, ἡ σὴ Πανάριστε, ἀλλ' οὐρανόθεν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς σε ἐκάλεσεν, ἐπιφανεὶς ὡς ἔλαφος, τῶν ἰοβόλων ἐκλυτρούμενος.

Σοφίας, τῆς ἀνωτάτω ἔμπλεως, Μάρτυς γενόμενος, τοῦ φθειρομένου πλούτου καὶ τρυφῆς, οὐρανῶν τὴν ἀπόλαυσιν, πανευσεβῶς προέκρινας, πανοικεσίᾳ στεφανούμενος.
Θεοτοκίον
Εὑρών σε, καθαρωτέραν Πάναγνε, πάσης, τῆς κτίσεως ὁ τῶν ἁπάντων Κτίστης καὶ Θεός, σαρκωθῆναι ηὐδόκησεν, ἐκ σοῦ σαρκὶ τὸν ἄνθρωπον, ἀναμορφῶσαι προμηθούμενος.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε, ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ, ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι' ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ πρώην, Ἐκκλησία νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα».

Ὡς ἐπαφῆκε ῥαπιζομένη ὕδωρ ἀκρότομος, ἀπειθοῦντι λαῷ, καὶ σκληροκαρδίῳ, τῆς θεοκλήτου ἐδήλου, Ἐκκλησίας τὸ μυστήριον, ἧς ὁ Σταυρός, τὸ κράτος καὶ στερέωμα.

Πλευρᾶς ἀχράντου λόγχῃ τρωθείσης, ὕδωρ σὺν αἵματι ἐξεβλήθη, ἐγκαινίζον διαθήκην, καὶ ῥυπτικὸν ἁμαρτίας· τῶν πιστῶν γὰρ Σταυρὸς καύχημα, καὶ Βασιλέων κράτος καὶ στερέωμα.

ᾨδὴ γ'
Εὐφραίνεται ἐπὶ σοὶ
Ὑπέφερες πειρασμῶν, τὰς τρικυμίας καρτερῶς ἔνδοξε, Μάρτυς Χριστοῦ Εὐστάθιε, τέκνων γυναικός τε στερούμενος.

Σωθέντες παρὰ Θεοῦ, τῆς τῶν θηρῶν διαρπαγῆς παῖδές σου, Μάρτυς Χριστοῦ Εὐστάθιε, θήρας νοητοὺς ἐτροπώσαντο.

Τὸν βίον διαπερῶν, ὡς ποταμὸν τοῖς πειρασμοῖς Ἔνδοξε, σοῦ τῆς ψυχῆς διέσωσας, τὸ θεοειδὲς ἀταπείνωτον.
Θεοτοκίον
Ἁγνείας τὸ καθαρόν, καὶ παρθενίας τὸ σεπτὸν σκήνωμα, δεῦτε πιστοὶ ὑμνήσωμεν, ἐν χαρμονικοῖς μελῳδήμασιν.
Ὁ Εἱρμὸς
«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν, καρτερίας τοῖς πόνοις ὑπεραθλῶν, νέος ἀνηγόρευσαι, Ἰὼβ Μάρτυς πανένδοξε· τῶν γὰρ τερπνῶν τοῦ βίου, παθῶν τὴν ἀφαίρεσιν, σὺν γυναικὶ καὶ τέκνοις, Θεῷ ηὐχαρίστησας· ὅθεν ἐπὶ τέλει, τῶν ἀγώνων ὡς νίκης, βραβεῖον παρέσχε σοι, τὴν τοῦ αἵματος πρόσχυσιν, Ἀθλοφόρε Εὐστάθιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν...
τῆς Ἑορτῆς, ὅμοιον
Τὸν Σταυρὸν τοῦ Σωτῆρος ὑπὸ τὴν γῆν, κεκρυμμένον ἀνείλετο ἡ σεμνή, Ἑλένη, καὶ πίμπλησι, χαρᾶς κόσμου τὸ πλήρωμα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια· ὅπερ καὶ δεικνῦσα, τῷ υἱῷ ἀνεβόα· Ὑφάπλωσον Δέσποτα, τὰς σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου, καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, τοῦ προσκυνεῖν μετὰ πόθου, Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸ ξύλον ἤνθησε, Χριστὲ τῆς ὄντως ζωῆς· ὁ Σταυρὸς γὰρ ἐπάγη καὶ ἀρδευθείς, αἵματι καὶ ὕδατι, ἐξ ἀκηράτου σου πλευρᾶς, τὴν ζωὴν ἡμῖν ἐβλάστησεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐκ ἔτι ὄφις μοι ψευδῶς, τὴν θέωσιν ὑποβάλλει· Χριστὸς γὰρ ὁ θεουργός, τῆς ἀνθρώπων φύσεως, νῦν ἀκωλύτως τὴν τρίβον, τῆς ζωῆς μοι ἀνεπέτασεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς ὄντως ἄφθεγκτα, καὶ ἀκατάληπτα, τὰ τῆς σῆς Θεοτόκε θεοπρεποῦς, πέφυκε κυήσεως, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, Ἀειπάρθενε μυστήρια.

ᾨδὴ δ' Ὁ Εἱρμὸς
«Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα».

Πικρογόνους μετέβαλε, ξύλῳ Μωϋσῆς πηγὰς ἐν ἐρήμῳ πάλαι, τῷ Σταυρῷ πρὸς τὴν εὐσέβειαν, τῶν ἐθνῶν προφαίνων τὴν μετάθεσιν.

Ὁ βυθῷ κολπωσάμενος, τέμνουσαν ἀνέδωκεν Ἰορδάνης ξύλῳ, τῷ Σταυρῷ καὶ τῷ Βαπτίσματι, τὴν τομὴν τῆς πλάνης τεκμαιρόμενος.

Ἱερῶς προστοιβάζεται, ὁ τετραμερὴς λαὸς προηγούμενος, τῆς ἐν τύπῳ μαρτυρίου σκηνῆς, σταυροτύποις τάξεσι κλεϊζόμενος.

Θαυμαστῶς ἐφαπλούμενος, τὰς ἡλιακὰς βολὰς ἐξηκόντισεν, ὁ Σταυρός· καὶ διηγήσαντο, οὐρανοὶ τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν.

ᾨδὴ δ'

Ἐπαρθέντα σε ἰδοῦσα
Θείᾳ παλάμῃ σωθεῖσα τῆς τυραννίδος, τῆς τοῦ ἐχθροῦ διέμεινε, τὰ τῆς σωφροσύνης, σῴζουσα ἡ σύμβιος, ἡ σὴ ἀνακράζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἐπειράσθης καὶ ποικίλως ἐδοκιμάσθης, Μάρτυς Χριστοῦ Εὐστάθιε, καὶ τοῦ μαρτυρίου, ἔδραμες τὸ στάδιον, βοῶν τῷ Δεσπότῃ σου· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἰθυνόμενος προστάγματι τοῦ Δεσπότου, μαρτυρικοῖς ἐν αἵμασι, καθωραϊσμένος, ὤφθης παναοίδιμε, Εὐστάθιε ἔνδοξε, σὺν γυναικὶ καὶ τοῖς τέκνοις σου.
Θεοτοκίον
Ἀπειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Τῷ θείῳ φέγγει σου Ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ εἰδέναι καταύγασον δέομαι, σὲ Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὑποχωρεῖ μοι τὰ Χερουβείμ, νῦν καὶ ἡ φλογίνη ῥομφαία, Δέσποτα νῶτά μοι δίδωσι, σὲ ἰδόντα Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, Λῃστῇ ὁδοποιήσαντα τὸν Παράδεισον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐκ ἔτι δέδοικα τὴν εἰς γῆν, Δέσποτα Χριστὲ ἐπιστροφήν· σὺ γὰρ ἐκ γῆς με ἀνήγαγες, ἐπιλελησμένον δι΄εὐσπλαγχνίαν πολλήν, πρὸς ὕψος ἀφθαρσίας τῇ Ἀναστάσει σου.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοὺς Θεοτόκον σε ἐκ ψυχῆς, Δέσποινα τοῦ κόσμου ἀγαθή, ὁμολογοῦντας διάσωσον· σὲ γὰρ προστασίαν ἀκαταμάχητον, κεκτήμεθα τὴν ὄντως Θεογεννήτριαν.

ᾨδὴ ε' Ὁ Εἱρμὸς
«Ὦ τρισμακάριστον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν».

Σὲ τὸ ἀοίδιμον ξύλον, ἐν ᾧ ἐτάθη Χριστός, τὴν Ἐδὲμ φυλάττουσα, στρεφομένη ῥομφαία, Σταυρὲ ᾐδέσθη, τὸ φρικτὸν δὲ Χερουβίμ, εἶξε τῷ σοὶ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ὑποχθονίων δυνάμεις, ἀντίπαλοι τοῦ Σταυροῦ, φρίττουσι χαραττόμενον, τὸ σημεῖον ἐν ἀέρι ᾧ πολοῦσιν· οὐρανίων γηγενῶν, γένος δὲ γόνυ κάμπτει Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Μαρμαρυγαῖς ἀκηράτοις, φανεὶς ὁ θεῖος Σταυρός, ἐσκοτισμένοις ἔθνεσι, τοῖς ἐν πλάνῃ ἀπάτης τὸ θεῖον φέγγος, ἀπαστράψας οἰκειοῖ, τῷ ἐν αὐτῷ παγέντι Χριστῷ, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

ᾨδὴ ε'
Σὺ Κύριέ μου φῶς
Σὺ οἷά περ Ἰώβ, ἀνεφάνης Εὐστάθιε, σὺ ἄμεμπτος εὐσεβής τε, μακροθύμως τὸν βίον, εὑρέθης περαιούμενος.

Τὶς μάκαρ ἀνυμνεῖν, τοὺς σοὺς πόνους δυνήσεται, Εὐστάθιε, οὓς ὑπέστης, τὴν ὁμόζυγον Μάρτυς, καὶ παῖδας ἀφαιρούμενος;
Θεοτοκίον
Ὦ Μῆτερ τοῦ Θεοῦ, τῆς ψυχῆς μου τὴν κάκωσιν, θεράπευσον ἡ τεκοῦσα, τὸν πανάγαθον Λόγον, τὸν πάντας ἀγαθύνοντα.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου, Πολυέλεε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρούμενος Δέσποτα, τοῖς μὲν ἥλοις τὴν ἀράν, τὴν καθ' ἡμῶν ἐξήλειψας, τῇ δὲ λόγχῃ νυττόμενος τὴν πλευράν, Ἀδὰμ τὸ χειρόγραφον, διαρρήξας, τὸν κόσμον ἠλευθέρωσας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀδὰμ κατενήνεκται, δι' ἀπάτης πτερνισθείς, πρὸς τὸ τοῦ ᾍδου βάραθρον, ἀλλ' ὁ φύσει Θεός τε καὶ συμπαθής, κατῆλθες πρὸς ἔρευναν, καὶ ἐπ' ὤμων βαστάσας, συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ πάναγνος Δέσποινα, ἡ τεκοῦσα τοῖς βροτοῖς, τὸν κυβερνήτην Κύριον, τῶν παθῶν μου τὸν ἄστατον καὶ δεινόν, κατεύνασον τάραχον, καὶ γαλήνην, παράσχου τῇ καρδίᾳ μου.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος, Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος».

Ὁ γήρᾳ καμφθείς, καὶ νόσῳ τρυχωθείς, ἀνωρθοῦτο Ἰακὼβ χεῖρας ἀμείψας, τὴν ἐνέργειαν φαίνων τοῦ ζωηφόρου Σταυροῦ· τὴν παλαιότητα καὶ γάρ, τοῦ νομικοῦ σκιώδους, γράμματος ἐκαινογράφησεν, ὁ ἐν τούτῳ σαρκὶ προσπαγεὶς Θεός, καὶ τὴν ψυχόλεθρον νόσον, τῆς πλάνης ἀπήλασε.

Νεαζούσαις θεὶς παλάμας, ὁ θεῖος Ἰσραήλ, σταυροειδῶς κάραις ἐδήλου, ὡς πρεσβύτερον κλέος ὁ νομολάτρης λαός· ὑποπτευθεὶς ὅθεν οὕτως ἐξηπατῆσθαι, οὐκ ἠλλοίωσε τὸν ζωηφόρον τύπον· ὑπερέξει λαὸς γὰρ Χριστοῦ τοῦ Θεοῦ, νεοπαγὴς ἀνεβόα, Σταυρῷ τειχιζόμενος.

ᾨδὴ ς'
Θύσω σοι, μετὰ φωνῆς
Φανέντα, σὺ τὸν Χριστὸν ἐπόθησας ἔνδοξε, καὶ συνεκράθης τῷ πόθῳ, ὡς φανῆναι Μάρτυς ὡραϊσμένος, πορφυρίδι, τῶν σῶν αἱμάτων καλλωπιζόμενος.

Ἔδραμες, ἀκολουθῶν Χριστοῦ θείοις ἴχνεσι, καὶ κοινωνὸς ἀνεδείχθης, τῶν παθῶν τῶν τούτου καὶ βασιλείας, ὁλοκλήρως, πανοικεσίᾳ Μάρτυς στεφόμενος.
Θεοτοκίον
Ῥήμασι, τοῦ Γαβριὴλ Παρθένε πανάμωμε, νῦν κεχρημένοι βοῶμεν· Χαῖρε μόνη Μήτηρ εὐλογημένη, χαῖρε πύλη, δικαιοσύνης Ἥλιον ἔχουσα.

Κοντάκιον Ἦχος πλ. β'
Τῇ ζωαρχικῇ παλάμῃ τοὺς τεθνεῶτας, ἐκ τῶν ζοφερῶν κευθμώνων ὁ Ζωοδότης, ἀναστήσας ἅπαντας Χριστὸς ὁ Θεός, τὴν ἀνάστασιν ἑβράβευσε, τῷ βροτείῳ φυράματι· ὑπάρχει γὰρ πάντων Σωτήρ, ἀνάστασις καὶ ζωή, καὶ Θεὸς τοῦ παντός.

Ὁ Οἶκος
Τὸν Σταυρὸν καὶ τὴν Ταφήν σου Ζωοδότα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμεν, ὅτι τὸν ᾍδην ἔδησας Ἀθάνατε, ὡς Θεὸς παντοδύναμος, καὶ νεκροὺς συνανέστησας, καὶ πύλας τοῦ ᾍδου συνέτριψας, καὶ κράτος τοῦ θανάτου καθεῖλες ὡς Θεός. Διὸ οἱ γηγενεῖς δοξολογοῦμέν σε πόθῳ τὸν ἀναστάντα, καὶ καθελόντα ἐχθροῦ τὸ κράτος τοῦ πανώλους, καὶ πάντας ἀναστήσαντα τοὺς ἐπὶ σοὶ πιστεύσαντας, καὶ κόσμον λυτρωσάμενον ἐκ τῶν βελῶν τοῦ ὄφεως, καὶ ὡς μόνον δυνατόν, ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ λυτρωσάμενον ἡμᾶς· ὅθεν ἀνυμνοῦμεν εὐσεβῶς τὴν Ἀνάστασίν σου, δι' ἧς ἔσωσας ἡμᾶς, ὡς Θεὸς τοῦ παντός.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου, καὶ Θεοπίστης, συμβίου αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου.
Στίχοι
• • Εὐστάθιον βοῦς παγγενῆ χαλκοῦς φλέγει,
• • Καὶ παγγενῆ σὺ τοῦ Θεοῦ σῴζεις Λόγε.
• • Εἰκάδι Εὐστάθιος γενεῇ ἅμα βοῒ καύθη.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν, Ὑπατίου Ἐπισκόπου, καὶ Ἀνδρέου Πρεσβυτέρου.
Στίχοι
• • Ὑπὲρ πανάγνων Ὑπάτιον εἰκόνων,
• • Σὺν Ἀνδρέᾳ σφάττουσιν ἄνδρες αἱμάτων.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων, Μαρτίνου Πάπα Ῥώμης, Μαξίμου, καὶ τῶν σὺν αὐτοῖς.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀρτεμιδώρου καὶ Θαλοῦ.
Στίχοι
• • Ἀρτεμίδωρον καὶ Θαλὸν κτείνει ξίφος,
• • Μὴ προσκυνοῦντας Ἄρτεμιν ξενοκτονον.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρος ἡμῶν Μελετίου, Ἐπισκόπου Κύπρου.
Στίχοι
• • Ζωῆς ῥεούσης οὐ μέλει Μελετίῳ·
• • Ὅθεν τελευτᾶν, πῶς ἂν εἴποις; ἠγάπα.

Καὶ Μνήμη τοῦ ἐν Ὁμολογηταῖς μεγίστου Ἰωάννου τοῦ Αἰγυπτίου.

Ὁ ἅγιος νέος ὁσιομάρτυς Ἱλαρίων ὁ Κρής, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ 1804, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὀδυρόμενος τῷ πάθει σου ὁ ἥλιος, ζόφον περιεβάλετο, καὶ ἐν ἡμέρᾳ ἐπὶ πᾶσαν Δέσποτα τὴν γῆν, τὸ φῶς συνεσκότασε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἠμφιάσαντο Χριστὲ τῇ καταβάσει σου, φέγγος τὰ καταχθόνια, ὁ προπάτωρ δέ, θυμηδίας ἔμπλεως ὀφθείς, χορεύων ἐσκίρτησε βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Διὰ σοῦ μήτηρ Παρθένε φῶς ἀνέτειλε, πάσῃ τῇ οἰκουμένῃ φαιδρόν· τὸν γὰρ Κτίστην σὺ τῶν ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς, φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς, ὅλῳ τῷ γένει σωματοφθόρος τις, ὡς λύμη τῆς νόσου μετέδωκεν· ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν, Σταυροῦ τὸ ξύλον κράζομεν· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν· ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ, ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο, ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν, εὐγνωμοσύνης κράζοντος· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ, ὁ γενησόμενον, βλέπων, Ἰσραήλ, τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν· οὗτος γὰρ τοῖς βασιλεῦσι, τροπαιοῦχον καύχημα, καὶ φῶς τοῖς πίστει κράζουσιν· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ ζ'
«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε».

Ὡς ἐν καμίνῳ, τῷ πυρωθέντι χαλκουργήματι, ἔνδον καθειργμένοι Μάρτυρες τοῦ Χριστοῦ, εὐχαρίστως ἐκραυγάζετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

Νόμῳ φιλίας, ὡς ἡνωμένοι καὶ τῆς φύσεως, μίαν καρτερίαν Μάρτυρες εὐκλεεῖς, ἐναθλοῦντες ἐπεδείξασθε· Εὐλογημένος εἶ, ὁ Θεὸς ἐκβοῶντες καὶ Κύριος.
Θεοτοκίον
Ὑψηλοτέρα, τῶν οὐρανίων θείων Δυνάμεων, μόνη ἐξ αἰώνων πέφηνας ἀληθῶς· τὸν γὰρ Κτίστην τούτων τέτοκας, ἀνερμηνεύτως σύ, Θεογεννῆτορ πάναγνε Δέσποινα.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾷς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἰουδαίων τὸν πάλαι προφητοκτόνον λαόν, θεοκτόνον ὁ φθόνος νῦν ἀπειργάσατο, σὲ ἐπὶ Σταυροῦ ἀναρτήσαντα, Λόγε Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐρανίους ἁψῖδας οὐ καταλέλοιπας, καὶ εἰς ᾍδην φοιτήσας, ὅλον συνήγειρας, κείμενον Χριστέ, ἐν σαπρίᾳ τὸν ἄνθρωπον, σὲ ὑπερυψοῦντα, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκ φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα γὰρ ἐν σοί, Κόρη, θεῖον ἐσκήνωσεν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας».

Ὑψουμένου ξύλου, ῥαντισθέντος ἐν αἵματι, τοῦ σαρκωθέντος Λόγου Θεοῦ, ὑμνεῖτε αἱ τῶν οὐρανῶν Δυνάμεις, βροτῶν τὴν ἀνάκλησιν ἑορτάζουσαι· Λαοὶ προσκυνεῖτε Χριστοῦ τὸν Σταυρόν, δι' οὗ τῷ κόσμῳ ἀνάστασις εἰς τοὺς αἰῶνας.

Γηγενεῖς παλάμαις, οἰκονόμοι τῆς χάριτος, Σταυρὸν οὗ ἔστη Χριστὸς ὁ Θεός, ὑψοῦτε ἱεροπρεπῶς καὶ Λόγχην, Θεοῦ Λόγου σῶμα ἀντιτορήσασαν. Ἰδέτωσαν ἔθνη πάντα τὸ σωτήριον, τοῦ Θεοῦ δοξάζοντα εἰς τοὺς αἰῶνας.

Οἱ τῇ θείᾳ ψήφῳ, προκριθέντες ἀγάλλεσθε, Χριστιανῶν πιστοὶ Βασιλεῖς· καυχᾶσθε τῷ τροπαιοφόρῳ ὅπλῳ, λαχόντες θεόθεν, Σταυρὸν τὸν τίμιον· ἐν τούτῳ γὰρ φῦλα πολέμων, θράσος ἐπιζητοῦντα, σκεδάννυνται εἰς τοὺς αἰῶνας.

ᾨδὴ η'
Χεῖρας ἐκπετάσας Δανιὴλ
Μαρτύρων χορείαν ἀψευδῶν, συγκροτουμένην λαμπρῶς, θεσμοῖς τῆς φύσεως, καὶ λόγῳ πίστεως, ἅπαντες, εὐσεβῶς νῦν εὐφημήσωμεν, ὡς εὐσεβείας ἐραστάς, καὶ πίστει μέλψωμεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὡραίως ἡνώθητε σεπτοί, διαιρεθέντες πρίν, προνοίᾳ μείζονι, οἰκείοις αἵμασι βάψαντες, τὴν πορφύραν τῆς νυμφεύσεως, καὶ πρὸς οὐράνιον θερμῶς, παστάδα σπεύδοντες, καὶ βοῶντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Καρπὸν τῆς κοιλίας εὐσεβῶς, Θεῷ προσήγαγες, μάκαρ Εὐστάθιε, καὶ τὴν ὁμόζυγον χαίρουσαν· κοινωνοὺς γὰρ τῆς ἀθλήσεως, τοὺς ἐκ τῆς φύσεως Χριστῷ, ψάλλοντας εἴληφας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, Παρθένος πέφηνας, ἄνθος βλαστήσασα, τὸν παντοδύναμον Κύριον, τὸν ἡμᾶς εὐωδιάσαντα, καὶ τὴν ὀσμὴν τὴν ἑαυτοῦ, πᾶσι παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε, ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παθῶν ἀμέτοχος σὺ διέμεινας, Λόγε Θεοῦ σαρκί, προσομιλήσας τοῖς πάθεσιν, ἀλλὰ λύεις τῶν παθῶν τὸν ἄνθρωπον, πάθεσι χρηματίσας πάθος, Σωτὴρ ἡμῶν· μόνος γάρ ὑπάρχεις ἀπαθής, καὶ παντοδύναμος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φθορὰν θανάτου καταδεξάμενος, διαφθορᾶς ἐτήρησας τὸ σῶμά σου ἄγευστον, ἡ δὲ σὴ ζωοποιὸς καὶ θεία ψυχή, Δέσποτα ἐν τῷ ᾍδῃ οὐ καταλέλειπται, ἀλλ' ὥσπερ ἐξ ὕπνου ἀναστάς, ἡμᾶς συνήγειρας.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Θεὸν Πατέρα Υἱὸν συνάναρχον, πάντες βροτοὶ ἐν χείλεσιν, ἁγνοῖς μὲν δοξάζομεν, τὴν δὲ ἄρρητον καὶ ὑπερένδοξον, Πνεύματος Παναγίου, δύναμιν σέβομεν· μόνη γὰρ ὑπάρχεις πανσθενής, Τριὰς ἀχώριστος.

ᾨδὴ θ'

Ὁ Εἱρμὸς «Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Xριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν».

Ἀγαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα, ἁγιασθείσης τῆς φύσεως αὐτῶν, ὑφ᾿ οὗ περ ἐξ ἀρχῆς, ἐφυτεύθη Χριστοῦ, τανυθέντος ἐν ξύλῳ· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

Ἱερὸν ἠγέρθη κέρας θεόφρoσι, τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός, ἐν ᾧ ἁμαρτωλῶν νοουμένων, συνθλῶνται τὰ κέρατα πάντα, δι᾿ οὗ νῦν ὑψουμένoυ, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

ᾨδὴ θ'
Λίθος ἀχειρότμητος
Ὅλῳ τῷ φωτὶ τῆς Τριάδος, μέτ' εὐφροσύνης προσχωρήσας, ταῖς ἀγγελικαῖς στρατηγίαις, νῦν συναγάλλῃ Μάρτυς Εὐστάθιε, μεθ' ὧν ἀπαύστως πρέσβευε, πάντας σωθῆναι τοὺς ὑμνοῦντάς σε.

Τοὺς ἐπὶ τῆς γῆς σου ἀγῶνας, καὶ τὰς ποικίλας περιστάσεις, ἡ ἐν οὐρανοῖς εὐφροσύνη, μετὰ Δικαίων νῦν διεδέξατο· ἧς ἀπολαύειν Ἔνδοξε, τοὺς σὲ ὑμνοῦντας καταξίωσον.

Ὅλον ἐμαυτὸν σοι προσφέρω, Μάρτυς Εὐστάθιε προθύμως, ἵνα σε πλουτήσω προστάτην, πρὸς τὸν Δεσπότην σῴζειν δυνάμενον, ἐκ πάσης περιστάσεως, καὶ σωτηρίας θείας πρόξενον.
Θεοτοκίον
Σὲ τὴν ἀπειράνδρως τεκοῦσαν, τὸν ζωοδότην καὶ Σωτῆρα, πάντες δυσωποῦμεν ἐκτενῶς, οἱ Θεοτόκον ὁμολογοῦντές σε, ῥυσθῆναι πάσης θλίψεως, σαῖς ἱκεσίαις Μητροπάρθενε.

Καταβασίες

Ὠδὴ α’. Ἦχος πλ. δ'.
Σταυρὸν χαράξας Μωσῆς, ἐπ’ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν, ἐπ’ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Ῥάβδος εἰς τύπον, τοῦ μυστηρίου, παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Ὠδὴ δ’.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας Σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα Σου, καὶ ἐδόξασά Σου τὴν Θεότητα.
Ὠδὴ ε’.
Ὦ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι’ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Ὠδὴ ς’.
Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος, προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν, ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν κόσμον φωτίσαντος.
Ὠδὴ ζ’.
Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς· ὅμως Τρεῖς Παῖδας, οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ’ ἀντηχοῦντι, δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος πλ. δ΄
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ὠδὴ θ’.
Μυστικὸς εἶ Θεοτόκε παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ’ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι’ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες Αὐτόν, Σὲ μεγαλύνομεν.

  Άγιος Κύριος ο Θεός ημών, γ’

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Δ'
Ταῖς ἀρεταῖς ἀστράψαντες, ἴδωμεν ἐπιστάντες, ἐν ζωηφόρῳ μνήματι, ἄνδρας ἐν ἀστραπτούσαις, ἐσθήσεσι Μυροφόροις, κλινούσαις εἰς γῆν ὄψιν, τοῦ οὐρανοῦ δεσπόζοντος, ἔγερσιν διδαχθῶμεν, καὶ πρὸς ζωήν, ἐν μνημείῳ δράμωμεν σὺν τῷ Πέτρῳ, καὶ τὸ πραχθὲν θαυμάσαντες, μείνωμεν Χριστὸν βλέψαι.

Ἐξαποστειλάριον τῶν Ἁγίων
Ἐν Πνεύματι τῷ Ἱερῷ
Τῆς ἀθανάτου δόξης τε, καὶ ζωῆς τῆς ἀλήκτου, ἐπέτυχες καταλιπών, τὰ τοῦ κόσμου ἡδέα, σὺν παισὶ θεόφροσι, καὶ γυναικὶ πανολβίῳ· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.

Σταυροθεοτοκίον, ὅμοιον
Ἡμεῖς ἐν σοὶ θαρροῦντες τῇ Θεοτόκῳ, ἐχθροὺς διπλοῦς τροπούμεθα κατὰ κράτος, τὸν Σταυρὸν κατέχοντες τοῦ Υἱοῦ σου, ὅπλον ἡμῖν καὶ τρόπαιον, ἀσπίδα ξίφος καὶ δόρυ, καὶ βέλος κατὰ Βελίαρ.

Αἶνοι Ἦχος πλ. β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις, ἐλέησον ἡμᾶς.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. Ήχος πλ. δ'
Ώ τού παραδόξου θαυματος
Ώ τού παραδόξου θαύματος! τό ζωηφόρον φυτόν, ο Σταυρός ο πανάγιος, εις ύψος αιρόμενος, εμφανίζεται σήμερον, δοξολογούσι πάντα τά πέρατα, εκδειματούνται δαίμονες άπαντες, ώ οίον δώρημα, τοίς βροτοίς κεχάρισται! δι' ού Χριστέ, σώσον τάς ψυχάς ημών, ως μόνος εύσπλαγχνος.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ώ τού παραδόξου θαύματος! ως βότρνν πλήρη ζωής, ο βαστάσας τόν ύψιστον, από γής υψούμενος, Σταυρός οράται σήμερον, δι' ού πρός Θεόν πάντες ειλκύσθημεν, καί κατεπόθη εις τέλος θάνατος, Ώ ξύλον άχραντον! υφ' ού απολαύομεν τής εν Εδέμ, αθανάτου βρώσεως, Χριστόν δοξάζοντες.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος δ'
Ἀνδρέου Πυροῦ
Τὶς μὴ μακαρίσει σου, τὸν πανόλβιον τρόπον Εὐστάθιε; ὅτι γενναίως ὑπήνεγκας, τοῦ ἀρχεκάκου ἐχθροῦ τὰς προσβολάς· τῆς γὰρ συζύγου καὶ τῶν τέκνων, τὴν στέρησιν οὐκ ἐδυσφόρησας, ἀλλ' ἐβόας τὴν εὐχάριστον φωνὴν τοῦ Ἰώβ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι πρὸς τὸν μόνον Δημιουργόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

7. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς ᾿Ισραήλ.

Ἦχος πλ. β'
Ἀφθόρου τόκου Μαρίας, ὑπάρχων Μάρτυς καταγώγιον, ἀλήκτως τε πέλων ἐν φωτὶ ἀΰλῳ, καὶ ἡμῖν εὐνίζου Τριάδα τὴν ἄκτιστον.

8. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Ἦχος πλ. δ'
Τῷ ἀδύτῳ γνόφῳ εἰσδύς, καὶ τῷ τῆς δικαιοσύνης Ἡλίῳ οἰκειωθείς, τῇ ἐξ ὕψους νοητῶς φανείσῃ διὰ ζώου εἰκόνι, θείως προσψαύσας, ἔμπνους εἰκὼν ὑπῆρξας, παμμάκαρ Εὐστάθιε· ὅθεν τὴν ἐκ Πνεύματος καὶ ὕδατος ἐσχηκὼς ἐνέργειαν, τῷ μαρτυρικῷ τε λουσάμενος αἵματι, ταῖς οὐρανίαις κατηξίωσαι συγχορεύειν, τῶν Ἀγγέλων ὁμηγύρεσιν, ἐν ᾧ καὶ ἡμᾶς προσοικείωσον, τῷ Σωτῆρι Χριστῷ καὶ Θεῷ ἡμῶν.

Δόξα... ΕΩΘΙΝΟΝ Δ' Ἦχος δ'
Ὄρθρος ἦν βαθύς, καὶ αἱ Γυναῖκες ἦλθον ἐπὶ τὸ μνῆμά σου Χριστέ, ἀλλά τὸ σῶμα οὐχ εὑρέθη, τὸ ποθούμενον αὐταῖς· διὸ ἀπορουμέναις, οἱ ταῖς ἀστραπτούσαις ἐσθήσεσιν ἐπιστάντες. Τί τὸν ζῶντα μετὰ τῷν νεκρῶν ζητεῖτε; ἔλεγον. Ἠγέρθη ὡς προεῖπε, τί ἀμνημονεῖτε τῶν ῥημάτων αὐτοῦ; Οἷς πεισθεῖσαι, τὰ ὁραθέντα ἐκήρυττον, ἀλλ' ἐδόκει λῆρος τὰ εὐαγγέλια, οὕτως ἦσαν ἔτι νωθεῖς οἱ Μαθηταί· ἀλλ' ὁ Πέτρος ἔδραμε, καὶ ἰδὼν ἐδόξασέ σου, πρὸς ἑαυτὸν τὰ θαυμάσια.

Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Τα αντίφωνα
Αντίφωνον Α' Ήχος α'
Στίχος α'. Ο Θεός μου πρόσχες μοι, ίνα τί εγκατέλιπές με;

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχος β'. Mακράν από τής σωτηρίας μου οι λόγοι τών παραπτωμάτων μου.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχος γ'. Ο Θεός μου κεκράξομαι ημέρας, καί ουκ εισακούση.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχος δ'. Σύ δέ εν Αγίω κατοικείς, ο έπαινος τού Ισραήλ.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Αντίφωνον Β' Ήχος β'
Στίχος α'. Ίνα τί ο Θεός απώσω εις τέλος;

Σώσον ημάς Υιέ Θεού, o αναστάς εκ νεκρών , ψάλλοντάς σοι Αλληλούϊα.

Στίχος β'. Mνήσθητι τής συναγωγής σου, ής εκτήσω απ' αρχής.

Σώσον ημάς Υιέ Θεού...

Στίχος γ'. Όρος Σιών τούτο, ο κατεσκήνωσας εν αυτώ.

Σώσον ημάς Υιέ Θεού...

Στίχος δ'. Ο δέ Θεός Βασιλεύς ημών πρό αιώνων.

Σώσον ημάς Υιέ Θεού...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Αντίφωνον Γ' Ήχος α'
Στίχος α'. Ο Κύριος εβασίλευσεν, οργιζέσθωσαν λαοί.

Σώσον Κύριε τόν λαόν σου καί ευλόγησον τήν κληρονομίαν σου, νίκας τοίς Βασιλεύσι κατά βαρβάρων δωρούμενος καί τό σόν φυλάττων διά τού Σταυρού σου πολίτευμα.

Στίχος β'. Κύριος εν Σιών μέγας καί υψηλός έστι.

Σώσον Κύριε τόν λαόν σου.

Στίχος γ'. Εξομολογησάσθωσαν τώ ονόματί σου τώ μεγάλω.

Σώσον Κύριε τόν λαόν σου.

Στίχος δ'.

Σώσον Κύριε τόν λαόν σου.

Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος πλ. β'
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ των νεκρῶν, Κύριε δόξα σοι.

Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος α'
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Ἀπολυτίκιον τῶν Ἁγίων
Ἦχος δ' ΤΟ ΑΚΟΥΤΕ
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Είτα του ναού

Κοντάκιον
Αυτόμελον Ήχος δ'
Ο υψωθείς εν τώ Σταυρώ εκουσίως, τή επωνύμω σου καινή πολιτεία, τούς οικτιρμούς σου δώρησαι, Χριστέ ο Θεός, Εύφρανον εν τή δυνάμει σου, τούς πιστούς Βασιλείς ημών, νίκας χορηγών αυτοίς, κατά τών πολεμίων, τήν συμμαχίαν έχοιεν τήν σήν, όπλον ειρήνης, αήττητον τρόπαιον.

.
Προκείμενον.Ήχος δ’ (Ψαλμός ια’).

Ώς εμεγαλύνθη τα έργα σου, Κύριε, πάντα εν σοφία εποίησας.

Στίχ. Ευλόγει, η ψυχή μου τον Κύριον.

Πρός Γαλάτας Επιστολής Παύλου το Ανάγνωσμα.

Κυριακή ΚΑ΄ (Γαλ. 2,16-20)
Ἀδελφοί, 16. εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. 17. εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. 18. εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. 19. ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι• 20. ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός• ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

Αλληλούϊα (γ’)

Ευαγγέλιον

Κυριακή Γ΄ Νηστειών (Μάρκ. 8,34-9,1)
Εἶπεν ὁ Κύριος• 34. ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν• ὃς δ' ἂν ἀπολέσει τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. 36. τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37. ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38. ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. 1. Καὶ ἔλεγεν αὐτοῖς• ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Είς το Εξαιρέτως...Άξιον Εστί

Κοινωνικὸν
<<Αἰνεῖτε>>

<<Είδομεν το φώς>>...

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

27-9-2009
27. † ΚΥΡΙΑΚΗ ΙϚ΄ (Α΄ ΛΟΥΚΑ). Καλλιστράτου μάρτυρος (†304)· ᾿Αριστάρχου ἀποστόλου, ᾿Ακυλίνης νεομάρτυρος (†1764). ῏Ηχος βαρύς. ῾Εωθινὸν ε΄.

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα... Ἀπολυτίκιον
Ἦχος δ’ Ταχὺ προκατάλαβε
Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σου τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον
Ἦχος δ’
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Καθίσματα Ἦχος βαρὺς
Ἡ Ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ Ἄγγελοι ἐδόξαζον, ὡς Θεὸν ἀθάνατον. Γυναῖκες δὲ ἐκραύγαζον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα...
Τῇ τριημέρῳ ταφῇ σου σκυλεύσας τὸν θάνατον, καὶ φθαρέντα τὸν ἄνθρωπον, τῇ ζωηφόρῳ Ἐγέρσει σου, ἀναστήσας Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε, Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.

Καθίσματα Ἦχος βαρὺς
Ἐσφραγισμένου τοῦ μνήματος, ἡ Ζωὴ ἐκ τάφου ἀνέτειλας Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης, ἡ πάντων ἀνάστασις· Πνεῦμα εὐθὲς δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.
Δόξα...
Ἐπὶ τὸ μνῆμα ἔδραμον Γυναῖκες, μετὰ δακρύων μύρα φέρουσαι, καὶ στρατιωτῶν φυλασσόντων σε, τὸν τῶν ὅλων Βασιλέα, ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; ἀνέστη ὁ μεγάλης Βουλῆς Ἄγγελος, πατήσας τὸν θάνατον· Παντοδύναμε Κύριε, δόξα σοι.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων· ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ Λυτρωτὴς τοῦ κόσμου· μόνη γὰρ ὑπάρχεις Μήτηρ καὶ Παρθένος, ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη, πρέσβευε Χριστῷ τῷ Θεῷ, εἰρήνην δωρήσασθαι, πάσῃ τῇ οἰκουμένῃ.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος βαρὺς
Ὁ ἡμετέραν μορφὴν ἀναλαβών, καὶ ὑπομείνας Σταυρὸν σωματικῶς, σῶσόν με τῇ Ἀναστάσει σου, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Οἱ Ἀναβαθμοὶ Ἀντίφωνον Α'
• Τὴν αἰχμαλωσίαν Σιών, ἐκ πλάνης ἐπιστρέψας, κᾀμὲ Σωτὴρ ζώωσον, ἐξαίρων δουλοπαθείας.
• Ἐν τῷ νότῳ ὁ σπείρων θλίψεις, νηστείας μετὰ δακρύων, οὗτος χαρᾶς δρέψεται, δράγματα ἀειζωοτροφίας.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πηγὴ τῶν θείων θησαυρισμάτων, ἐξ οὗ σοφία, σύνεσις, φόβος, αὐτῷ αἴνεσις, δόξα, τιμὴ καὶ κράτος.
Ἀντίφωνον β'
• Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τὸν τῆς ψυχῆς, μάτην κοπιῶμεν· πλὴν γὰρ αὐτοῦ, οὐ πρᾶξις, οὐ λόγος τελεῖται.
• Τοῦ καρποῦ τῆς γαστρός, οἱ Ἅγιοι πνευματοκινήτως, ἀναβλαστοῦσι πατρῷα δόγματα υἱοθεσίας.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὰ σύμπαντα τὸ εἶναι ἔχει· πρὸ πάντων γὰρ Θεός, τῶν ὅλων κυριότης, φῶς ἀπρόσιτον, ζωὴ τῶν πάντων.
Ἀντίφωνον Γ'
• Οἱ φοβούμενοι τὸν Κύριον, ὁδοὺς ζωῆς εὑρόντες, νῦν καὶ ἀεὶ μακαριοῦνται, δόξῃ ἀκηράτῳ.
• Κύκλῳ τῆς τραπέζης σου, ὡς στελέχη βλέπων τὰ ἔκγονά σου, χαῖρε εὐφραίνου, προσάγων ταῦτα, τῷ Χριστῷ Ποιμενάρχα.
Δόξα... καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, βυθὸς χαρισμάτων, πλοῦτος δόξης, κριμάτων βάθος μέγα, ὁμόδοξον Πατρὶ καὶ Υἱῶ· λατρευτὸν γάρ.
Προκείμενον
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ε’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…

Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος βαρὺς
Ὁ Εἱρμὸς
«Νεύσει σου πρὸς γεώδη, ἀντιτυπίαν μετήχθη, ἡ πρὶν εὐδιάχυτος, ὑδάτων φύσις Κύριε· ὅθεν ἀβρόχως πεζεύσας, ᾄδει Ἰσραὴλ σοι, ᾠδὴν ἐπινίκιον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κέκριται τοῦ θανάτου, ἡ τυραννὶς διὰ ξύλου, ἀδίκῳ θανάτῳ σου, κατακριθέντος Κύριε· ὅθεν ὁ ἄρχων τοῦ σκότους, σοῦ μὴ κατισχύσας, δικαίως ἐκβέβληται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

ᾍδης σοι προσπελάσας, καὶ τοῖς ὁδοῦσι μὴ σθένων, συντρῖψαι τὸ σῶμά σου, τὰς σιαγόνας τέθλασται· ὅθεν Σωτὴρ τὰς ὀδύνας, λύσας τοῦ θανάτου, ἀνέστης τριήμερος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυνται αἱ ὀδύναι, αἱ τῆς προμήτορος Εὔας· ὠδῖνας λαθοῦσα γάρ, ἀπειρογάμως τέτοκας· ὅθεν σαφῶς Θεοτόκον, Πάναγνε εἰδότες, σὲ πάντες δοξάζομεν.

τοῦ Ἁγίου,
Τῷ παμμεγίστῳ προσλαλῶ Καλλιστράτῳ. Ἰωσήφ.

ᾨδὴ α' Ἦχος πλ. δ'
ᾎσμα ἀναπέμψωμεν
Τρίβον διοδεύσας ἀκλινῶς, τοῦ μαρτυρίου γέγονας, πεπλανημένοις ὁδός, πρὸς θείας καταπαύσεις, παμμάκαρ εἰσάγουσα· ὅθεν σε συνελθόντες, εὐφημοῦμεν Καλλίστρατε πίστει.

Ὥσπερ φαεινότατος ἀστήρ, ἑξανατείλας ηὔγασας, θεογνωσίας φωτί, Χριστοῦ τὴν Ἐκκλησίαν, τὸ σκότος δὲ ἤλασας, Μάρτυς τῆς ἀγνωσίας, καὶ τεμένη τῆς πλάνης καθεῖλες.

Πάντα πειρασμὸν καρτερικῶς, ὑπενέγκων Καλλίστρατε, διὰ τὴν πάντων ζωήν, θανεῖν οὐ παρῃτήσω· διὸ πρὸς ἀθάνατον, χαίρων λῆξιν μετέβης, καὶ Ἀγγέλων χοροῖς συναγάλλῃ.

Ἄνθραξ θείου Πνεύματος πυρί, ὁ ἱερὸς Γυμνάσιος, προσαναπτόμενος, ἐδείχθη καὶ τῆς πλάνης, τὴν ὕλην κατέφλεξε, θαύμασι δὲ δροσίζει, φλεγομένους καύσει παθημάτων.
Θεοτοκίον
Μόνη γυναικῶν κυοφορεῖς, ὑπερφυῶς Πανάμωμε, πεῖραν μὴ γνοῦσα ἀνδρός, τὸν ἕνα τῆς Τριάδος· διὸ σε δοξάζομεν, καὶ τὸν ἐκ σοῦ τεχθέντα, ὑπὲρ πᾶσαν αἰτίαν καὶ λόγον.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου Λόγῳ, στερεώσας, Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ἀνελθὼν ἐπὶ ξύλου, ὑπὲρ ἡμῶν ὀδυνᾶσαι, ἑκουσίως εὔσπλαγχνε Σωτήρ, καὶ φέρεις πληγὴν εἰρήνης πρόξενον, καὶ σωτηρίας τοῖς πιστοῖς, δι' ἧς τῷ σῷ Ἐλεῆμον, πάντες κατηλλάγημεν Γεννήτορι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με καθῇρας τῆς πληγῆς, τὸν τῇ ψυχῇ τετρωμένον, δρακοντείῳ δήγματι Χριστέ, καὶ ἔδειξας φῶς ἐν σκότει πάλαι μοι, κατῳκισμένῳ καὶ φθορᾷ· διὰ Σταυροῦ γάρ εἰς ᾍδην, καταβεβηκώς με συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῆς ἀπειράνδρου σου Μητρός, ταῖς ἱκεσίαις τῷ κόσμῳ, τὴν εἰρήνην βράβευσον Σωτήρ, καὶ τῷ Βασιλεῖ τὴν νίκην δώρησαι, κατὰ βαρβάρων δυσμενῶν, καὶ τῆς ἀφράστου σου δόξης, τοὺς δοξολογοῦντάς σε ἀξίωσον

ᾨδὴ γ'
Ὁ στερεώσας λόγῳ
Μὴ ἐπιθύσας ὅλως γλυπτοῖς θεοῖς, καθαρὰ θυσία προσηνέχθης Θεῷ, ὑπὲρ ἡμῶν τῷ τυθέντι, Μάρτυς ἀθλοφόρε Καλλίστρατε.

Ἐστολισμένος χλαῖναν ἐξ ἱερῶν, βεβαμμένην Μάρτυς ὄντως αἱμάτων σου, τῷ βασιλεῖ τῶν αἰώνων, μάκαρ στεφηφόρος παρίστασαι.

Γεγυμνωμένος ὤφθη ὁ δυσμενής, σοῦ τὴν θείαν δόξαν, καὶ τῶν σὺν σοι ἀθλητῶν, ἐνδυσαμένων ἐξ ὕψους, βλέπων ἀθλοφόρε Γυμνάσιε.
Θεοτοκίον
Ἱκετηρίαν ποίησον ἐκτενῆ, πρὸς τὸν σὸν Υἱὸν Παρθένε, τοῦ σῶσαι ἡμᾶς, προσδοκωμένων κινδύνων, καὶ αἰωνιζούσης κολάσεως.
Κάθισμα Ήχος πλ. α'
Τόν συνάναρχον Λόγον
Καλλιστράτου τούς άθλους ανευφημήσωμεν, Γυμνασίου τούς πόνους υμνολογήσωμεν, καί σύν αυτοίς τούς καρτερώς ποθω αθλήσαντας, μακαρίσωμεν πιστοί, καί εκβοήσωμεν αυτοίς, Οπλίται τής ευσεβείας, αιτήσασθε δωρηθήναι, ημίν ειρήνην καί τό μέγα έλεος.
Δόξα... Καί νύν... Θεοτοκίον
Σέ λιμένα καί τείχος καί καταφύγιον, καί ελπίδα καί σκέπην καί προστασίαν θερμήν, ευρηκότες οι πιστοί, πρός σέ προστρέχομεν, καί εκβοώντες εκτενώς, ανακράζομεν πιστώς, Ελέησον Θεοτόκε, τούς επί σοί πεποιθότας, καί τών πταισμάτων απάλλαξον.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ καταβὰς ἐπὶ τῆς γῆς, Χριστὲ ὁ Θεός, τὸ μυστήριον ἀκήκοα τῆς οἰκονομίας σου, καὶ ἐδόξασά σε μόνε Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν ἑαυτοῦ νῶτον δεδωκώς, ὁ ἐκ Παρθένου σαρκωθεὶς εἰς μάστιγας, δούλου πταίσαντος αἰκίζεται, Δεσπότης ἀνεύθυνος, διαλύων μου τὰ ἐγκλήματα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρεστηκὼς βήματι κριτῶν, παρανομούντων ὡς κριτὸς εὐθύνεται, καὶ ῥαπίζεται πηλίνῃ χειρί, ὁ πλάσας τὸν ἄνθρωπον, ὡς Θεὸς καὶ κρίνων δικαίως τὴν γῆν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὡς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ, τὸν Ποιητήν σου καὶ Υἱὸν ἱκέτευε, πρὸς σωτήριον ἰθῦναί με, λιμένα Πανάμωμε, τοῦ αὐτοῦ ἐνδόξου θελήματος.

ᾨδὴ δ'
Εἰσακήκοα Κύριε
Στρατηγὸς ὥσπερ ἄριστος, Μάρτυς τῷ διώκτῃ παραταξάμενος, ἐσαγήνευσας πρὸς θείαν ζωήν, αἰχμαλώτους πάλαι οὓς ἐκέκτητο.

Τῇ πλημμύρᾳ τῶν λόγων σου, ἤρδευσας καρδίας καὶ καθωδήγησας, πρὸς τὸ ὕδωρ τὸ ἀείζωον, ἀθλητὰ Κυρίου ἀξιάγαστε.

Ὡς κριὸς σφαγιάζεται, ἔχων ὥσπερ ἄρνας προθυομένους αὐτοῦ, ὁ ἀοίδιμος Καλλίστρατος, τοὺς στερροὺς ὁπλίτας προθυμότατα.

Πιανθεὶς ὁ Γυμνάσιος, ἄμπελος καθάπερ Μάρτυς τῷ λόγῳ σου, μαρτυρίου βότρυν ἤνθησε, εὐσεβείας οἶνον ἀποστάζοντα.
Θεοτοκίον
Ῥυπωθεῖσαν τοῖς πάθεσι, Κόρη τὴν καρδίαν μου ἀποκάθαρον, καὶ δοχεῖον ἀποτέλεσον, κάθαρον ἐνθέων ἐπιλάμψεων.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Νὺξ ἀφεγγὴς τοῖς ἀπίστοις Χριστέ, τοῖς δὲ πιστοῖς φωτισμός, ἐν τῇ τρυφῇ τῶν θείων λόγων σου· διὰ τοῦτο πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὑπὲρ σῶν δούλων πιπράσκῃ Χριστέ, καὶ ῥαπισμὸν καρτερεῖς, ἐλευθερίας πρόξενον, τοῖς μελῳδοῦσί σοι· Πρὸς σὲ ὀρθρίζω, καὶ ἀνυμνῶ σου τὴν Θεότητα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θεϊκῇ σου δυνάμει Χριστέ, δι' ἀσθενείας σαρκός, τὸν ἰσχυρὸν κατέβαλες, καὶ νικητήν με θανάτου Σῶτερ, δι' Ἀναστάσεως ἀνέδειξας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεὸν ἐγέννησας Μήτηρ ἁγνή, σεσαρκωμένον ἐκ σοῦ, θεοπρεπῶς πανύμνητε, ἐπεὶ οὐκ ἔγνως ἄρρενος εὐνήν, ἀλλ' ἐξ ἁγίου κύεις Πνεύματος.

ᾨδή ε'
Ὁ ἐκ νυκτὸς ἀγνοίας
Ὁλοκαρδίως Μάρτυς, ἐπιποθήσας Χριστὸν τὸν Θεὸν ἡμῶν, ἤθλησας καὶ τὸ κράτος, ὤλεσας ἐχθροῦ τὸ ἀνίσχυρον.

Στρατολογίας θείας, ἀναφανεὶς κορυφαῖος Καλλίστρατε, στρατιαῖς τῶν Ἀγγέλων, Μάρτυς ἠριθμήθης γηθόμενος.

Λελαμπρυσμένος δόξῃ, μαρτυρικῆς ἀγλαΐας Γυμνάσιε, χαίρων νῦν μετετέθης, πρὸς τάς τῶν Ἀγγέλων λαμπρότητας.
Θεοτοκίον
Ἀνατολὴ ἐδείχθης, δικαιοσύνης Ἡλίου Πανάμωμε, ὃν ἱκέτευε σῶσαι, τοὺς εἰλικρινῶς σε δοξάζοντας.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐμνημόνευόν σου, αἱ κατακλεισθεῖσαι τῷ ᾅδῃ ψυχαί, καὶ ἐκλείπουσαι τῶν Δικαίων, καὶ παρὰ σοῦ σωτηρίαν προσηύχοντο, ἣν διὰ Σταυροῦ Χριστὲ παρέσχες, τοῖς καταχθονίοις ἐπιβὰς ὡς εὔσπλαγχνος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πρὸς τὸν ἔμψυχόν σου, καὶ ἀχειροποίητον δόμον, λυθέντα παθήμασιν, ἐπιβλέψαι πάλιν χορὸς Ἀποστόλων ἀπήλπισεν, ἀλλ' ὑπὲρ ἐλπίδα προσκυνήσας, ἀνεγηγερμένον, πανταχοῦ ἐκήρυξε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τοῦ ἀφράστου τόκου, σοῦ τῆς παναμώμου τὸν τρόπον, Παρθένε Θεόνυμφε, τοῦ δι' ἡμᾶς, τίς ἑρμηνεῦσαι ἀνθρώπων δυνήσεται; ὅτι ὁ Θεὸς ἀπεριγράπτως, Λόγος ἑνωθείς σοι, σάρξ ἐκ σοῦ ἐγένετο.

ᾨδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ
Λεόντων μύλας σοφέ, τῶν ἀοράτων συνέθλασας, καὶ βρῶμα τοῦ δυσμενοῦς, τοὺς πάλαι ὑπάρχοντας, Θεοῦ τέκνα ἔδειξας, καὶ τρυφῆς ἀΰλου, κοινωνοὺς Μάρτυς Καλλίστρατε.

Ὡραίως περὶ Θεοῦ, τὸν θεῖον λόγον ποιούμενος, θεοῖς ἀψύχοις τοὺς πρίν, ἀθλίως προσέχοντας, ἐνθέους ἀπέδειξας, σὺν αὐτοῖς ἀθλήσας, περιβόητε Καλλίστρατε.

Κυρίῳ τοὺς ἑαυτῶν, αὐχένας κλίναντες Μάρτυρες, ἐδέξασθε τὴν σφαγήν, καὶ θύματα τέλεια, Θεῷ προσηνέχθητε, καὶ τὴν πρωτοτόκων, Ἐκκλησίαν ἐφαιδρύνατε.
Θεοτοκίον
Ἁγίασόν μου τὸν νοῦν, καὶ φώτισον τὴν καρδίαν μου, ἁγία Μήτηρ Θεοῦ, καὶ τῶν συνεχόντων με, δυσχερῶν ἀπάλλαξον, ἵνα σε δοξάζω, Θεοτόκε ἀειπάρθενε.

Κοντάκιον Ἦχος βαρὺς

Οὐκ έτι φλογίνη ῥομφαία
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ, δεσμεῖται ὁ ᾍδης, Προφῆται συμφώνως ἀγάλλονται. Ἐπέστη λέγοντες Σωτήρ, τοῖς ἐν πίστει, ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Ὁ Οἶκος
Ἔτρεμε κάτωθεν τὰ καταχθόνια σήμερον ὁ ᾍδης καὶ ὁ θάνατος τὸν ἕνα τῆς Τριάδος, ἡ γῆ ἐκλονεῖτο, πυλωροὶ δὲ ᾍδου ἰδόντες σε ἔπτηξαν, ἡ κτίσις δὲ πᾶσα σύν τοῖς Προφήταις χαίρουσα ψάλλει σοι, ἐπινίκιον ᾠδὴν τῷ λυτρωτῇ ἡμῶν Θεῷ τῷ καταλύσαντι νῦν θανάτου τὴν δύναμιν. Ἀλαλάξωμεν καὶ βοήσωμεν τῷ Ἀδάμ, καὶ τοῖς ἐξ Ἀδάμ. Ξύλον τοῦτον εἰσήγαγεν· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ ἁγίων μθ' Μαρτύρων.
Στίχοι
Τμηθεὶς ὁ Καλλίστρατος αὐχένα ξίφει,
Στρατῷ συνήφθη καλλινίκων Μαρτύρων.
Εἰς τοὺς ἁγίους μθ' Μάρτυρας
Δεκὰς τετραπλῆ Μαρτύρων σὺν ἐννάδι,
Διὰ ξίφους ἄθλησιν ἀθλεῖ τιμίαν.
Εἰκάδι ἑβδομάτῃ Καλλίστρατος ἔνθεν ἀέρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Ἐπιχάρεως.
Στίχοι
Εὔτολμος Ἐπίχαρις ἦν πρὸς τὸ ξίφος,
Συλλήπτορα πλουτοῦσα τὴν θείαν χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Ἡγουμένου γενομένου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ, τοῦ ἐπιλεγομένου Βαθέος Ῥύακος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Μάρκου, Ἀριστάρχου, καὶ Ζήνωνος.

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος ἐπισκόπου, καὶ Φουρτουνιανοῦ καὶ τῆς Ἁγίας Μάρτυρος Γαϊανῆς.
Στίχοι
Γαϊανὴ φλεχθῆναι τὰ νῶτα δίδου,
Ὡς ἂν φλογίνης ῥομφαίας νῶτα φύγῃς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δεκαπέντε Μαρτύρων, οἵτινες ἐν πλοίῳ ἐμβληθέντες τοῦ πλοίου πυρποληθέντος, ἐν τῇ θαλάσσῃ ἀπεπνίγησαν.
Στίχοι
Ὁ τριπλοπεντάριθμος ἀθλητῶν στόλος,
Καὶ πυθμένος κατῆρε μέχρι ποντίου.

Ἡ ἁγία Μάρτυς Ἀκυλῖνα, ῥάβδοις συνθλασθεῖσα τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Κάμινον Παῖδες, πυρίφλεκτον πάλαι, δροσοβολοῦσαν ὑπέδειξαν, ἕνα Θεὸν ἀνυμνοῦντες καὶ λέγοντες· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεός, καὶ ὑπερένδοξος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ξύλῳ νεκροῦται, Ἀδὰμ ἑκουσίως, παρακοὴν ἐργασάμενος, ὑπακοῇ δὲ Χριστοῦ ἀναπέπλασται· δι' ἐμὲ σταυροῦται γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ὑπερένδοξος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἀναστάντα, Χριστὲ ἐκ τοῦ τάφου, ἡ κτίσις πᾶσα ἀνύμνησε· σὺ γὰρ ζωὴν τοῖς ἐν ᾅδῃ ἐξήνθησας, τοῖς νεκροῖς ἀνάστασιν, τοῖς ἐν σκότει τὸ φῶς, ὁ ὑπερένδοξος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε Θυγάτηρ, Ἀδὰμ τοῦ φθαρέντος, χαῖρε ἡ μόνη Θεόνυμφος, χαῖρε δι' ἧς ἡ φθορὰ ἐξωστράκισται, ἡ Θεὸν κυήσασα, ὃν δυσώπει Ἁγνή, σωθῆναι πάντας ἡμᾶς.

ᾨδὴ ζ'
Οἱ ἐκ τῆς Ἰουδαίας
Λαμπρυνθεὶς ὡς χρυσίον, τῷ πυρὶ τῶν βασάνων, τῶν παθημάτων Χριστοῦ, ἐκσφράγισμα ἐδείχθης, καὶ νῦν ἐναπετέθης, θησαυροῖς θείοις Ἔνδοξε· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Λιπανθεὶς τοῖς βασάνοις, ξίφος ὤφθης παμμάκαρ, οὐρανοχάλκευτον, συγκόπτων ἀοράτων, τάς φάλαγγας δαιμόνων, καὶ κραυγάζων Καλλίστρατε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰσχυρὸς ἀπεφάνθης, κατὰ τῆς ἀσεβείας, Μάρτυς Καλλίστρατε, ἰσχύϊ τῆς Τριάδος, ἧς νῦν ταῖς λαμπηδόσιν, ἐκβοᾷς φωτιζόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σταθηρᾷ διανοίᾳ, τὸν Χριστὸν ἀγαπήσας, Μάρτυς Γυμνάσιε, σὺν πᾶσιν ὁμοζήλοις, ἐτύθης ἀναμέλπων, εὐχαρίστως θεόπνευστε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Τὸν ἐκ σοῦ σαρκωθέντα, ὑπὲρ νοῦν τε καὶ λόγον Θεοχαρίτωτε, ἱκέτευε σωθῆναι, τοὺς πόθῳ σε τιμῶντας, καὶ συμφώνως κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἄφλεκτος πυρί, ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ, καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους ἐν πυρί, ὑμνῳδοὺς ἔδειξε. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄχραντος, Ἀμνός, λογικὸς ὑπὲρ τοῦ κόσμου, σφαγιασθεὶς κατέπαυσε, τὰ κατὰ νόμον προσφερόμενα, καθάρας τοῦτον χωρὶς παραπτωμάτων ὡς Θεός, τὸν ἀεὶ κράζοντα· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄφθαρτος οὐκ οὖσα, πρὸ πάθους ἡ ληφθεῖσα, ὑπὸ τοῦ Κτίστου σάρξ ἡμῶν, μετὰ τὸ πάθος καὶ τὴν ἔγερσιν, ἀπρόσιτος τῇ φθορᾷ, κατεσκευάσθη, καὶ θνητοὺς καινουργεῖ κράζοντας· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σοῦ τὸ καθαρόν, καὶ πανάμωμον Παρθένε, τὸ ῥυπαρὸν καὶ ἔμμυσον, τῆς οἰκουμένης ἀπεκάθηρε, καὶ γέγονας τῆς ἡμῶν, πρὸς τὸν Θεὸν καταλλαγῆς αἰτία Πάναγνε· πάντες διό σε, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η'
Οἱ θεορρήμονες Παῖδες
Ῥιζοτομήσας τῆς πλάνης τάς ἀκάνθας, τοῦ Παραδείσου ἐδείχθης, Μάρτυς φυτὸν ὡραιότατον, εὐσεβείας προσφέρον, καρποὺς θείᾳ χάριτι.

Ἀποσκοπῶν τάς ἐλπίδας τάς μελλούσας, ἐν πεποιθήσει τελείᾳ, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, καὶ νικήσας νομίμως, ἐστέφθης Καλλίστρατε.

Τὸν σὸν ναὸν ἰατρεῖον κεκτημένοι, οἱ εὐσεβῶς προσιόντες, τῶν δυσχερῶν ἀπολύονται, εὐφημοῦντες σε πίστει, Γυμνάσιε ἔνδοξε.
Θεοτοκίον
Ὡς ἀνωτέρα ἁπάντων τῶν ποιημάτων, Θεοχαρίτωτε Κόρη, τὸν λογισμόν μου ἀνώτερον, τῶν τοῦ πλάνου σκανδάλων, Πανάμωμε ποίησον.

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀ πείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου Σὲ μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ τῇ Θεότητι πάθη προσεφαρμόζοντες, ἐπιστομίζεσθε πάντες ἀλλοτριόφρονες· Κύριον δόξης γάρ, σαρκὶ ἐσταυρωμένον, ἀσταύρωτον δὲ φύσει, τῇ θείᾳ, ὡς ἐν δύο, ἕνα φύσεσι μεγαλύνομεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ τῶν σωμάτων τὴν ἔγερσιν ἀθετήσαντες, πρὸς τὸ Χριστοῦ πορευθέντες μνῆμα διδάχθητε, ὅτι νενέκρωται, καὶ ἐγήγερται πάλιν, ἡ σάρξ τοῦ ζωοδότου, εἰς πίστωσιν ἐσχάτης, Ἀναστάσεως, ἣν ἐλπίζομεν.
Τριαδικὸν
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐ θεοτήτων Τριάδα, ἀλλ' ὑποστάσεων, οὐδὲ Μονάδα προσώπων, ἀλλὰ Θεότητος, σέβοντες, τέμνομεν, τοὺς ταύτην διαιροῦντας, συγχέομεν δὲ πάλιν, τοὺς σύγχυσιν τολμῶντας, κατὰ ταύτης, ἣν μεγαλύνομεν.

ᾨδὴ θ'
Ἔφριξε πᾶσα
Ἴασιν πᾶσιν ἡ σορός, τῶν λειψάνων σου πηγάζει τοῖς χρῄζουσι, Μάρτυς Καλλίστρατε, καὶ πάθη παύει ὄντως δυσίατα, καὶ ἀπελαύνει πονηρῶν, πνευμάτων σκοτόμαιναν, τοῦ θείου Πνεύματος, ἐνεργείᾳ καὶ δυνάμει καὶ χάριτι.

Ὤφθητε Μάρτυρες Χριστοῦ, ὡς θεόπλοκος σειρὰ ἐξαρτώμενοι, ἀλλήλων χάριτι, καὶ πρὸς τὸ ὕψος ἐπανατρέχοντες, καὶ ἁγιάζοντες τὴν γῆν, τῷ λύθρῳ τοῦ αἵματος· διὸ τὴν μνήμην ὑμῶν, ἑορτάζομεν πιστῶς εὐφραινόμενοι.

Στέφανον εἴληφας σαφῶς, ἀμαράντινον καὶ δόξαν οὐράνιον, καὶ ἀγαλλίασιν, καὶ εὐφροσύνην πέρας οὐκ ἔχουσαν, καὶ βασιλείαν οὐρανῶν θέοφρον Καλλίστρατε, σὺν τοῖς συνάθλοις σου, μεθ' ὧν μέμνησο ἡμῶν πρὸς τὸν Κύριον.

Ἡ θεία μνήμη τοῦ σοφοῦ, Καλλιστράτου Γυμνασίου τε σήμερον, καὶ τῶν συνάθλων αὐτῶν, ἡλίου πλέον ἑξανατείλασα, φωτιστικαῖς μαρμαρυγαῖς, φωτίζει τὰ πέρατα, ὧν ταῖς πρεσβείαις Χριστέ, κατακρίσεως ἡμᾶς ἐλευθέρωσον.
Θεοτοκίον
Φωνήν σοι τὴν τοῦ Γαβριήλ, γεγηθότι λογισμῷ ἀνακράζομεν· Χαῖρε χαρὰ τῶν πιστῶν, χαῖρε λυχνία χρυσῆ καὶ τράπεζα, ὅρος καὶ πύλη νοητή, χαῖρε θεῖον ὄχημα τοῦ Βασιλέως Χριστοῦ, χαῖρε λύσις τῆς ἀρᾶς παντευλόγητε.

Καταβασίες

Ὠδὴ α’. Ἦχος δ’.
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.
Ωδή η' Αινούμεν…
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ΄
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ωδή θ' Ήχος δ'
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αύλων Nόων φύσις γεραίρουσα, τήν ιερά θαυμάσια τής Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.

  Άγιος Κύριος ο Θεός ημών, γ’

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ε'
Ἡ ζωὴ καὶ ὁδὸς Χριστός, ἐκ νεκρῶν τῷ Κλεόπα καὶ τῷ Λουκᾶ συνώδευσεν, οἷς περ καὶ ἐπεγνώσθη, εἰς Ἐμμαοὺς κλῶν τὸν ἄρτον· ὧν ψυχαὶ καὶ καρδίαι, καιόμεναι ἐτύγχανον, ὅτε τούτοις ἐλάλει ἐν τῇ ὁδῷ, καὶ Γραφαῖς ἠρμήνευεν, ἃ ὑπέστη· μεθ' ὧν, Ἡγέρθη, κράξωμεν, ὤφθη τε καὶ τῷ Πέτρῳ.

Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς
Κραταιωθέντες Πνεύματι, τῷ Ἁγίῳ καθεῖλον, οἱ ἀθλοφόροι Μάρτυρες, τῶν τυράννων τὰ θράση, διὰ Χριστὸν ὑποστάντες, πᾶσαν πεῖραν βασάνων, ὁ πάνσοφος Καλλίστρατος, καὶ Γυμνάσιος ὄντως, ὁ θαυμαστός, μετὰ τῶν συνάθλων, ὧν τὴν φωσφόρον, μνήμην τελοῦντες εὕροιμεν, ψυχικὴν σωτηρίαν.
Θεοτοκίον
Θεοπαρόχων μέγεθος, δωρεῶν καὶ χαρίτων, ὧν περ ἡμᾶς ἠξίωσας, Δέσποτα πανοικτίρμον, τὶς λόγος δύναται φράσαι; ῥεύσαντας γὰρ ἀθλίως, ζωῆς Χριστὲ τῆς κρείττονος, ἐπανήγαγες αὖθις, οὐσιωθείς, ὅλον με τὸν ἄνθρωπον ἐκ Παρθένου, καὶ σώσας ὡς φιλάνθρωπος, καὶ Θεὸς ἐλεήμων.

Αἶνοι Ἦχος βαρὺς
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Ἀνέστη Χριστὸς ἐκ νεκρῶν, λύσας θανάτου τὰ δεσμά, εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Χριστοῦ τὴν Ἀνάστασιν, προσκυνοῦντες οὐ παυόμεθα· αὐτὸς γὰρ ἡμᾶς ἔσωσεν, ἐκ τῶν ἀνομιῶν ἡμῶν, ἅγιος Κύριος Ἰησοῦς, ὁ δείξας τὴν Ἀνάστασιν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν, δι' ἡμᾶς Θεὸς ἐν ἀνθρώποις, διὰ τὴν καταφθαρεῖσαν φύσιν, ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, πρὸς τοὺς ἀχαρίστους ὁ Εὐεργέτης, πρὸς τοὺς αἰχμαλώτους ὁ Ἐλευθερωτής, πρὸς τοὺς ἐν σκότει καθημένους, ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ τὸν Σταυρόν ὁ ἀπαθής, ἐπὶ τὸν ᾍδην τὸ φῶς, ἐπὶ τὸν θάνατον ἡ ζωή , ἡ Ἀνάστασις διὰ τοὺς πεσόντας· πρὸς ὃν βοήσωμεν· ὁ Θεὸς ἡμῶν δόξα σοι.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
-- Πύλας ᾍδου συνέτριψας Κύριε, καὶ θανάτου τὸ κράτος κατήργησας, τῇ κραταιᾷ δυνάμει σου, καὶ συνήγειρας νεκρούς, τοὺς ἀπ' αἰῶνος ἐν σκότει καθεύδοντας, τῇ θείᾳ καὶ ἐνδόξῳ Ἀναστάσει σου, ὡς Βασιλεὺς τοῦ παντός, καὶ Θεὸς παντοδύναμος.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, καὶ εὐφρανθῶμεν ἐν τῇ Ἀναστάσει αὐτοῦ ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσατο τῷ κόσμῳ ὡς Θεός, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Ἐξαστράπτων Ἄγγελος, ἐν τῷ λίθῳ ἐκάθητο τοῦ Ζωοδόχου μνήματος, καὶ Γυναιξὶ Μυροφόροις εὐηγγελίζετο λέγων· Ἀνέστη ὁ Κύριος, καθὼς προεῖπεν ὑμῖν, ἀπαγγείλατε τοῖς Μαθηταῖς αὐτοῦ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, τῷ δὲ κόσμῳ παρέχει, ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
-- Τὶ ἀπεδοκιμάσατε τὸν λίθον τὸν ἀκρογωνιαῖον, ὦ παράνομοι Ἰουδαῖοι; Οὗτός ἐστιν ὁ λίθος, ὃν ἔθετο ὁ Θεὸς ἐν Σιών, ὁ ἐκ πέτρας πηγάσας ἐν ἐρήμῳ τὸ ὕδωρ, καὶ ἡμῖν ἀναβλύζων ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀθανασίαν, οὗτός ἐστιν ὁ λίθος, ὁ ἐξ ὄρους Παρθενικοῦ ἀποτμηθείς, ἄνευ θελήματος ἀνδρός, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἐρχόμενος ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, πρὸς τὸν Παλαιὸν τῶν ἡμερῶν, καθὼς εἶπε Δανιήλ, καὶ αἰώνιος αὐτοῦ ἡ Βασιλεία.

Δόξα... ΕΩΘΙΝΟΝ Ε' Ἦχος πλ. α'
Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν, Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς. Ἀλλ' ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο, οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι' ἧς ἐλέησον ἡμᾶς.

Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Τα αντίφωνα

Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος βαρὺς
Κατέλυσας τῷ Σταυρῷ σου τὸν θάνατον, ἠνέῳξας τῷ Λῃστῇ τὸν Παράδεισον, τῶν Μυροφόρων τὸν θρῆνον μετέβαλες, καὶ τοῖς σοῖς Ἀποστόλοις κηρύττειν ἐπέταξας· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον
Ἦχος δ’ Ταχὺ προκατάλαβε

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σου τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

Είτα του ναού

Κοντάκιον

Προστασία των Χριστιανών ακαταίσχυντε,
μεσιτεία προς τον Ποιητήν αμετάθετε,
μη παρίδης αμαρτωλών δεήσεων φωνάς.
αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών,
των πιστώς κραυγαζόντων σοι.
τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

.
Προκείμενον.Ήχος βαρύς. (Ψαλμός κη’).

Κύριος ισχύν τώ λαώ αυτού δώσει.

Στίχ. Ενέγκατε τώ Κυρίω υιοί Θεού,... ενέγκατε τώ Κυρίω δόξαν και τιμήν.

Πρός Κορινθίους Β’ Επιστολής Παύλου το Ανάγνωσμα.

Κυριακή ΙΣΤ΄ (Β΄ Κορ. 6,1-10)
Ἀδελφοί, 1. συνεργοῦντες παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς• 2. λέγει γάρ• καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι• ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας• 3. μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, 4. ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5. ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6. ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7. ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8. διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, 9. ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10. ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Αλληλούϊα (γ’)

Ευαγγέλιον

Κυριακή Α΄ Λουκά (Λουκ. 5,1-11)
Τῷ καιρῷ ἐκείνω, ἑστὼς ὁ Ἰησοῦς 1. παρὰ τὴν λίμνην Γεννησαρέτ, 2. εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην• οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ' αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. 3. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον• καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. 4. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα• ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. 5. καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ• ἐπιστάτα, δι' ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν• ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. 6. καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ• διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. 7. καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς• καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. 8. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων• ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε. 9. θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, 10. ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς• μὴ φοβοῦ• ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11. καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

Είς το Εξαιρέτως...Άξιον Εστί

Κοινωνικὸν
<<Αἰνεῖτε>>

<<Είδομεν το φώς>>...

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

4-10-2009

† ΚΥΡΙΑΚΗ ΙΖ΄ (Β΄ ΛΟΥΚΑ). ῾Ιεροθέου ἀρεοπαγίτου, πρώτου ἐπισκόπου ᾿Αθηνῶν (α΄ αἰ.).῏Ηχος πλ. δ΄. ῾Εωθινὸν ς΄.

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Καθίσματα Ἦχος πλ. δ'
Ἀνέστης ἐκ νεκρῶν, ἡ ζωὴ τῶν ἁπάντων, καὶ Ἄγγελος φωτός, ταῖς Γυναιξὶν ἐβόα∙ Παύσασθε τῶν δακρύων, τοῖς Ἀποστόλοις εὐαγγελίσασθε, κράξατε ἀνυμνοῦσαι· Ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Δόξα... Τὴν σοφίαν καὶ Λόγον
Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο∙ ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε∙ Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν∙ τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.

Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον Τόκον σου.

Ἄνθρωποι τὸ μνῆμά σου, Σωτὴρ ἐσφραγίσαντο, Ἄγγελος τὸν λίθον, ἐκ τῆς θύρας ἀπεκύλισε. Γυναῖκες ἐθεάσαντο, ἐγηγερμένον ἐκ νεκρῶν, καὶ αὗται εὐηγγελίσαντο τοῖς Μαθηταῖς σου ἐν Σιών. Ὅτι ἀνέστης ἡ ζωὴ τῶν ἁπάντων, καὶ διελύθη τὰ δεσμὰ τοῦ θανάτου. Κύριε δόξα σοι.

Δόξα...
Τὰ μύρα τῆς ταφῆς, αἱ Γυναῖκες κομίσασαι, φωνῆς Ἀγγελικῆς, ἐκ τοῦ τάφου ἤκουον. Παύσασθε τῶν δακρύων, καὶ ἀντὶ λύπης χαρὰν κομίσασθε, κράξατε ἀνυμνοῦσαι, ὅτι ἀνέστη Χριστὸς ὁ Κύριος, ὁ εὐδοκήσας σῶσαι ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Καὶ νῦν... Θεοτοκίον
Ἐπὶ σοὶ χαίρει, Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, Ἀγγέλων τὸ σύστημα, καὶ ἀνθρώπων τὸ γένος, ἡγιασμένε ναέ, καὶ Παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἧς Θεός ἐσαρκώθη, καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἡμῶν∙ τὴν γὰρ σὴν μήτραν, θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα, πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοὶ χαίρει Κεχαριτωμένη, πᾶσα ἡ κτίσις, δόξα σοι.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. δ'
Αἱ Μυροφόροι τοῦ Ζωοδότου ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον, καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον∙ Ὅτι ἀνέστη Χριστὸς ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'
• Ἐκ νεότητός μου ὁ ἐχθρός με πειράζει, ταῖς ἡδοναῖς φλέγει με· ἐγὼ δὲ πεποιθώς, ἐν σοὶ Κύριε τροποῦμαι τοῦτον.
• Οἱ μισοῦντες Σιών, γενηθήτωσαν δή, πρὶν ἐκσπασθῆναι ὡς χόρτος∙ συγκόψει γὰρ Χριστός, αὐχένας αὐτῶν, τομῇ βασάνων.

Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, τὸ ζῇν τὰ πάντα, φῶς ἐκ φωτός, Θεὸς μέγας, σὺν Πατρὶ ὑμνοῦμεν αὐτὸ καὶ τῷ Λόγῳ.
Ἀντίφωνον Β'
• Ἡ καρδία μου τῷ φόβῳ σου σκεπέσθω, ταπεινοφρονοῦσα, μὴ ὑψωθεῖσα ἀποπέσῃ, ἐκ σοῦ Πανοικτίρμον.
• Ἐπὶ τὸν Κύριον ὁ ἐσχηκὼς ἐλπίδα, οὐ δείσει τότε, ὅτε πυρὶ τὰ πάντα κρινεῖ καὶ κολάσει.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, πᾶς τις θεῖος βλέπει καὶ προλέγει, τερατουργεῖ ὕψιστα, ἐν τρισὶν ἕνα Θεὸν μέλπων∙ εἰ γὰρ καὶ τριλαμπεῖ, μοναρχεῖ τὸ θεῖον.
Ἀντίφωνον Γ'
• Ἐκέκραξά σοι Κύριε, πρόσχες, κλῖνόν μοι τὸ οὖς σου βοῶντι, καὶ κάθαρον πρὶν ἄρῃς με, ἀπὸ τῶν ἐνθένδε.
• Ἐπὶ τὴν μητέρα αὐτοῦ γῆν, δύνων πᾶς αὖθις ἀναλύσει, τοῦ λαβεῖν βασάνους, ἢ γέρα τῶν βεβιωμένων.
Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, θεολογία μονὰς τρισαγία∙ ὁ Πατὴρ γὰρ ἄναρχος, ἐξ οὗ ἔφυ ὁ Υἱὸς ἀχρόνως, καὶ τὸ Πνεῦμα σύμμορφον, σύνθρονον, ἐκ Πατρὸς συνεκλάμψαν.
Ἀντίφωνον Δ'
• Ἰδοὺ δὴ τί καλόν, ἢ τί τερπνόν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἅμα; ἐν τούτῳ γὰρ Κύριος, ἐπηγγείλατο ζωὴν αἰωνίαν.
• Τοῦ ἐνδύματος αὐτοῦ, ὁ τὰ κρίνα τοῦ ἀγροῦ κοσμῶν, κελεύει μὴ δεῖν φροντίζειν.

Δόξα... Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἑνοειδεῖ αἰτίᾳ, πάντα ἔχεται εἰρηνοβραβεύτως. Θεὸς τοῦτο γάρ ἐστι, Πατρί τε καὶ Υἱῷ, ὁμοούσιον κυρίως.

Προκείμενον
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν.
Στίχ. Αἴνει ἡ ψυχή μου τὸν Κύριον.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν στ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…

Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσά ποτε, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν παντοδύναμον Χριστοῦ Θεότητα, πῶς μὴ θαυμάσωμεν, ἐκ μὲν παθῶν πᾶσι, τοῖς πιστοῖς ἀπάθειαν, καὶ ἀφθαρσίαν βλύζουσαν, ἐκ πλευρᾶς δὲ ἁγίας, πηγὴν ἀθάνατον στάζουσαν, καὶ ζωὴν ἐκ τάφου ἀΐδιον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς εὐπρεπὴς ταῖς Γυναιξὶν ὁ Ἄγγελος, νῦν ἐμπεφάνισται, καὶ τηλαυγῆ φέρων, τῆς ἐμφύτου σύμβολα, ἀΰλου καθαρότητος, τῇ μορφῇ δὲ μηνύων, τὸ φέγγος τῆς Ἀναστάσεως, κράζει∙ Ἐξηγέρθη ὁ Κύριος.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Παρθένε∙ διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.

Τὴν φωσφόρον σου, Παμμάκαρ μνήμην σέβω.
Θεοφάνους

ᾨδὴ α' Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας

Άγιε του Θεού πρέσβευε υπέρ ημών
Τὸν οὐρανοφοίτην μυσταγωγόν, θεόληπτον Παῦλον, τὸν τοῦ κόσμου σαγηνευτήν, διδάσκαλον ἔχων θεωρίας, τῆς ἀνωτάτω μύστης γέγονας.

Ἡ πνευματοκίνητος ἐμφανῶς, τοῦ Παύλου σε γλῶσσα, φθεγγομένη τὰ τοῦ Θεοῦ, μυστήρια Μάκαρ παριέσχε, καὶ θεηγόρον ἀπειργάσατο.

Νυττόμενος πόθῳ πνευματικῷ, καὶ θείοις λογίοις, ἐν συνέσει προσομιλῶν, τῷ πάντων Δεσπότῃ πανιέρους, θεολογίας ἀνατέθεικας.
Θεοτοκίον
Φωτὸς ἀϊδίου θεοπρεπές, δοχεῖον Παρθένε, γενομένη καὶ καθαρόν, κηλίδων με πάσης ἁμαρτίας, καὶ μολυσμάτων πλῦνον Δέσποινα.

ᾨδὴ γ'
Ὁ Εἱρμὸς
«Ὁ στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κατακριθέντα τὸν Ἀδάμ, τῇ γεύσει τῆς ἁμαρτίας, τῆς σαρκός σου τὸ σωτήριον πάθος, ἐδικαίωσε Χριστέ∙ αὐτὸς γὰρ οὐχ ὑπεύθυνος, τῇ τοῦ θανάτου πείρᾳ, πέφηνας ὁ ἀναμάρτητος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἀναστάσεως τὸ φῶς, ἐξέλαμψε τοῖς ἐν σκότει, τοῦ θανάτου καὶ σκιᾷ καθημένοις, ὁ Θεός μου Ἰησοῦς, καὶ τῇ αὐτοῦ Θεότητι, τὸν ἰσχυρὸν δεσμεύσας, τούτου τὰ σκεύη διήρπασε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τῶν Χερουβεὶμ καὶ Σεραφείμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε∙ σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε∙ διὸ πιστοί σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.

ᾨδὴ γ'
Οὐρανίας ἁψῖδος

Άγιε του Θεού πρέσβευε υπέρ ημών

Ὡς ἱερολογοῦντα, τὰ ἱερὰ γράμματα, καὶ τῆς εὐσεβείας τὸν λόγον, ἀνακηρύττοντα, πάντες τιμῶμέν σε, χαρμονικῶς συνελθόντες, μάκαρ Ἱερόθεε καὶ μακαρίζομεν.

Συντονίᾳ καὶ νεύσει, καὶ θεϊκῷ ἔρωτι, πρὸς τὸν εὐεργέτην τῶν ὅλων, ἀνατεινόμενος, τὸν νοῦν ἐλάμπρυνας, μαρμαρυγαῖς ταῖς ἐκεῖθεν, καὶ ψυχὴν ἐφαίδρυνας Μακαριώτατε.

Φερωνύμως ἐκλήθης, καὶ ἱερὸν ἔνθεον, καὶ ἡγιασμένον θεόφρον, ὤφθης ἀνάθημα, τῷ Παντοκράτορι, καὶ Ποιητῇ τῶν αἰώνων, καὶ ναὸν ἐκόσμησας, τὸν ἐπουρανιον.
Θεοτοκίον
Οὐρανὸν ὁ τανύσας, καὶ τὸν τῆς γῆς Ἄχραντε, γῦρον ὁ κατέχων τὰ πάντα, φύσει Θεότητος, ἐν ταῖς ἀγκάλαις σου, σωματικῶς κατεσχέθη, καὶ πιστοῖς σε στήριγμα, πᾶσιν ἀνέδειξεν.

Κάθισμα Ἦχος γ'
Θείας πίστεως
Πᾶσαν ἤρδευσας τὴν οἰκουμένην, ὥσπερ νάμασι ταῖς διδαχαῖς σου, τῆς εὐσεβείας ἐκβλύζων τὰ δόγματα· ἡ τῆς ζωῆς γὰρ πηγή, ὁ Χριστὸς ἐν σοί, ἐπανεπαύσατο ὦ lερόθεε· Πάτερ ὅσιε, αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.. καὶ νῦν... Θεοτοκίον
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε,ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος· Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ᾨδὴ δ'
Ὁ Εἱρμὸς
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος∙ διὸ σύν τῷ Προφήτῃ, Ἀββακούμ σοι κραυγάζω∙ τῇ δυνάμει σου δόξα Φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ δυσμενῆ, ὄντα με λίαν ἠγάπησας, σὺ κενώσει, ξένῃ καταβέβηκας, ἐπὶ τῆς γῆς, εὔσπλαγχνε Σωτήρ, τῆς ἐσχατιᾶς μου, τὴν ὕβριν μὴ ἀνηνάμενος, καὶ μείνας ἐν τῷ ὕψει, τῆς ἀφράστου σου δόξης, τὸν πρὶν ἠτιμωμένον ἐδόξασας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τίς καθορῶν, Δέσποτα νῦν οὐκ ἐξίσταται, διὰ πάθους, θάνατον λυόμενον, διὰ Σταυροῦ, φεύγουσαν φθοράν, καὶ διὰ θανάτου, τὸν ᾅδην πλούτου κενούμενον, τῆς θείας δυναστείας, σοῦ τοῦ Ἐσταυρωμένου, τὸ ἐξαίσιον ἔργον φιλάνθρωπε.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν∙ πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνήν σε γινώσκοντας.

ᾨδὴ δ'
Σύ μου ἰσχύς, Κύριε

Άγιε του Θεού πρέσβευε υπέρ ημών

Ῥητορικαῖς, θεηγορίαις ἐλάμπρυνας, τὰς χορείας, μάκαρ Ἱερόθεε, τὰς τῶν πιστῶν, καὶ τὸν ἱερόν, σύλλογον θεόφρον, τῶν Ἀποστόλων κατηύφρανας, ἐκστάσει θειοτέρᾳ, κεχρημένος καὶ ψάλλων· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Ὅλος Θεῷ, ἱερωμένος γεγένησαι, ὁλοτρόπως, μάκαρ ἐξιστάμενος, ταῖς πρὸς αὐτὸν θεολογικαῖς, ἱερολογίαις, Ἱεροφάντορ θεόληπτε καὶ θεῖος ὑμνολόγος, καὶ σοφός θεηγόρος, τοῖς παροῦσιν ἐμφρόνως κρινόμενος.

Νῦν καθορῶν, Πάτερ τὰ θεῖα τρανότερον, παρελθόντων, πάντων ἱερώτατε, τῶν αἰνιγμάτων καὶ τῶν σκιῶν, ταῖς ἀληθεστάταις, τῆς θεοπτίας ἐμφάσεσι, δυσώπησον σωθῆναι, τοὺς πιστῶς μελῳδοῦντας· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Θεοτοκίον
Σὺ τὸν Θεόν, τὸν ἀχωρήτως χωρούμενον, ἐν κοιλίᾳ, Πάναγνε ἐχώρησας, ὡς καθαρὰ καὶ παρθενικαῖς, καθωραϊσμένη, φαιδρότησιν ἀειπάρθενε· διὸ σε Θεοτόκον, ἀληθῶς εὐφημοῦμεν, καὶ τὸν τόκον σου πίστει δοξάζομεν.

ᾨδὴ ε'
Ὁ Εἱρμὸς
«Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ' ἐπίστρεψόν με, καί, πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Περιθέσθαι ἠνέσχου, χλαῖναν πρὸ τοῦ πάθους σου, Σῶτερ παιζόμενος, τὴν τοῦ πρωτοπλάστου, περιστέλλων ἀσχήμονα γύμνωσιν, καὶ γυμνὸς παγῆναι, ἐν τῷ Σταυρῷ ἀπαμφιάζων, τὸν χιτῶνα Χριστὲ τῆς νεκρώσεως.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς τοῦ θανάτου, σὺ τὴν πεπτωκυῖάν μου ἀνῳκοδόμησας, ἀναστὰς οὐσίαν, καὶ ἀγήρω Χριστὲ κατεσκεύασας, ἀναδείξας πάλιν, βασιλικὴν ὥσπερ εἰκόνα, ἀφθαρσίας φωτὶ ἀπαστράπτουσαν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

ᾨδὴ ε'
Ἴνα τὶ με ἀπώσω

Άγιε του Θεού πρέσβευε υπέρ ημών

Ὁμοδίαιτος Μάκαρ, τῷ τῶν Ἀποστόλων ὑπάρχων συστήματι, σὺν αὐτοῖς ἐπέστης, τῇ κοιμήσει τῇ θείᾳ θεσπέσιε, τῆς τὸν Ζωοδότην, σωματικῶς ἡμῖν τεκούσης, Παναγίας ἁγνῆς Θεομήτορος.

Ὑπερφυῶς ἐννοήσας, καὶ πρεσβευτικῶς τὰ ὑπὲρ λόγον θεάματα, ὑφηγήσω πᾶσι, τοῖς πιστῶς δεχομένοις τὴν ἔλλαμψιν, καὶ τὰς σὰς Παμμάκαρ, συνοπτικὰς θεολογίας, συνιέναι ποθοῦσι πανάριστε.

Πανολβίαις ἀκτῖσι, τῆς ὑπερφυοῦς φωταυγίας λαμπόμενος, ἀκριβείᾳ θείων, ἀποδείξεων καὶ καθαρότητι, τῶν πολλῶν ἐκράτεις, χρόνου τριβῇ καὶ θεωρίᾳ, σοφωτέρᾳ τὰ θεῖα μυούμενος.
Θεοτοκίον
Ἀπειράνδρως Παρθένε, τὸν ἀπεριόριστον φύσει θεότητος, ἀνδρωθέντα Λόγον, δι' ἡμᾶς τοὺς ἀνθρώπους συνέλαβες, ἐξ αἱμάτων Κόρη, παρθενικῶν διαπλασθέντα, ὑπέρ λόγον καὶ νόμον τῆς φύσεως.

ᾨδὴ ς'
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ∙ πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι∙ πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ ξύλου κραταιῶς, καθεῖλέ με ὁ ἀρχέκακος, αὐτὸς δὲ ἀναρτηθεὶς Χριστὲ κραταιότερον, Σταυρῷ καταβέβληκας, δειγματίσας τοῦτον, τὸν πεσόντα δὲ ἀνέστησας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ᾤκτειρας τὴν Σιών, ἐξανατείλας τοῦ μνήματος, καινὴν ἀντὶ παλαιᾶς, τελέσας ὡς εὔσπλαγχνος, τῷ θείῳ σου αἵματι, καὶ νῦν βασιλεύεις, ἐν αὐτῇ εἰς τοὺς αἰῶνας Χριστέ.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

ᾨδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ

Άγιε του Θεού πρέσβευε υπέρ ημών

Μυήσει θεοπρεπεῖ, τὴν θείαν γνῶσιν μυούμενος, τοὺς λόγους Πάτερ τοὺς σούς, ὡς δεύτερα λόγια, σαφῶς καταλέλοιπας, ἱερογνωσίαις, τὰς ψυχὰς ἡμῶν φωτίζοντα.

Μακάριος ἀληθῶς, ἐγένου Θεομακάριστε, κεκαθαρμένῃ ψυχῇ, τὸ ὄντως μακάριον καὶ μόνον ἐράσμιον, ἀγαπήσας κάλλος, τοῦ Σωτῆρος Ἱερόθεε.

Ἀχράντοις ἐπιβολαῖς, ἐνατενίζων θεόληπτε, ταῖς νοηταῖς ἀστραπαῖς, τῶν θείων ἐλλάμψεων, τῆς τούτων μεθέξεως, καὶ φωτοδοσίας, κοινωνὸς ὤφθης μακάριε.
Θεοτοκίον
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον δοξάζομεν, τὸν ὄντως ὄντα Θεόν· ἀρρήτως γὰρ τέτοκας, σαρκὶ καθ' ὑπόστασιν, συνδεδραμηκότα, Παναγία Μητροπάρθενε.

Κοντάκιον Ἦχος πλ. δ'
Ὡς ἀπαρχὰς τῆς φύσεως
Ἐξαναστὰς τοῦ μνήματος, τοὺς τεθνεῶτας ἥγειρας, καὶ τὸν Ἀδὰμ ἀνέστησας, καὶ ἡ Εὔα χορεύει ἐν τῇ σῇ Ἀναστάσει, καὶ κόσμου τὰ πέρατα πανηγυρίζουσι, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Πολυέλεε.
Ὁ Οἶκος
Τὰ τοῦ ᾍδου σκυλεύσας βασίλεια, καὶ νεκροὺς ἀναστήσας Μακρόθυμε, Γυναιξὶ Μυροφόροις συνήντησας, ἀντὶ λύπης, χαρὰν κομισάμενος, καὶ Ἀποστόλοις σου ἐμήνυσας τὰ τῆς νίκης σύμβολα, Σωτήρ μου ζωοδότα, καὶ τὴν κτίσιν ἐφώτισας φιλάνθρωπε∙ διὰ τοῦτο καὶ κόσμος συγχαίρει, τῇ ἐκ νεκρῶν Ἐγέρσει σου πολυέλεε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Mνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἱεροθέου, Ἐπισκόπου Ἀθηνῶν.
Στίχοι
* Ἱερόθεος ἱερώθη σοι πάλαι,
* Νῦν δ' αὖ μεταστάς, καὶ συνήφθη σοι Λόγε.
* Ἠοῖ σῆμα κάλυψε τετάρτῃ Ἱερόθειον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πέτρου Καπιτωλίων.
Στίχοι
* Εὔθηκτος ὢν μάχαιρα Πνεύματος Πέτρος,
* Τὸ τοῦ ξίφους εὔθηκτον οὐκ ἐδειλία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Δομνίνης καὶ τῶν θυγατέρων αὐτῆς Βερίνης, καὶ Προσδόκης.
Στίχοι
* Τὸ τοῦ ποταμοῦ ῥεῦμα ῥύμμα τρεῖς κόραι,
* Βοιωτικῶν ἔχουσιν ἀγνοημάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αὐδάκτου, καὶ Καλλισθένης τῆς αὐτοῦ θυγατρός.
Στίχοι
* Ξίφει θανὼν, Αὔδακτε Μάρτυς Κυρίου,
* Σὺν Μάρτυσι ζῇς καὶ Θεὸν ζῶντα βλέπεις.
* Θεοῦ θεωρεῖ κάλλος ἡ Καλλισθένη,
* Οὗπερ τὸ θεῖον εἶχεν εἰς σκέπην σθένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀμμοῦν τοῦ Αἰγυπτίου.
Στίχοι
* Ἀσκήσεως διῆλθε τὴν στενὴν τρίβον,
* Ἀμμοῦν ὁ θεῖος, καὶ τρυφῆς εὗρε πλάτος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φαύστου, Γαΐου, Εὐσεβίου, καὶ Χαιρήμονος τῶν Διακόνων.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'
Ὁ Εἱρμὸς
«Θεοῦ συγκατάβασιν τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτέ∙ διὰ τοῦτο οἱ Παῖδες ἐν τῇ καμίνῳ ἀγαλλομένῳ ποδὶ ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ἔνδοξος κένωσις ὁ θεῖος πλοῦτος, τῆς σῆς πτωχείας Χριστὲ καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι, τοὺς πίστει κραυγάζοντας∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον∙ ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντές σε καταγγέλλομεν, καὶ ἓν εἰδότες, σοῦ ἐκπορευόμενον, Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.
ᾨδὴ ζ'
Θεοῦ συγκατάβασιν

Άγιε του Θεού πρέσβευε υπέρ ημών

Ἁγίων τὰ ἅγια, κατανοῆσαι σπεύδων Μακάριε, καθαρότητα βίου, καὶ θεωρίας θείας ἀκρότητα, σοφῶς ἐκτήσω, καὶ ψάλλων ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ῥημάτων ὁ φθόγγος σου, καὶ συγγραμμάτων ἡ καλλιέπεια, κατευφραίνει τοὺς πόθῳ, προσομιλοῦντας καὶ διανίστησι, πρὸς ὑμνῳδίαν κραυγάζειν διδάσκουσα· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Μονάδα θεότητος, γνωριζομένην ἐθεολόγησας, ἐν προσώποις Τριάδι, καὶ ὑμνουμένην ἐν ὑποστάσεσι, τρισὶ θεόφρον, καὶ ψάλλων ἀνέμελπες· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νομίμων τῆς φύσεως, Παρθενομῆτορ ἄνευ γεγέννηκας, τὸν δεσπόζοντα πάντων, τῶν ὀρωμένων καὶ νοουμένων Ἁγνή, ὃν ἀνυμνοῦντες, συμφώνως κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η'
Ὁ Εἱρμὸς
«Ἑπταπλασίως κάμινον, των Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα∙ οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος δύναμις, ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε∙ σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾅδου τὴν ἰσχύν, ὃν ἀπαύστως, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσών, καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν∙ ὑπὸ τῆς ζωῆς γάρ, τὸ θνητόν κατεπόθη, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς, τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η'
Ἑπταπλασίως κάμινον

Άγιε του Θεού πρέσβευε υπέρ ημών

Ἡ πανσθενὴς τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐνέργεια, τῇ καθαρωτάτῃ σου ψυχῇ σκηνώσασα, θεόληπτον κήρυκα, καὶ θεηγόρον ἔδειξεν, ἱεροπρεπῶς τὸν Λυτρωτὴν ἀνυμνοῦντα, καὶ πίστει μελῳδοῦντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Μέτ' εὐσεβοῦς ζητήσεως, ἐρευνήσας τὰ ἄρρητα, τῆς οἰκονομίας τοῦ Χριστοῦ μυστήρια, τρανῶς ἐφανέρωσας, ὑψηγορίᾳ χρώμενος, καὶ τῇ γλυκυτάτῃ, τῶν σῶν λόγων συνθήκῃ, βοῶν ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἢ πανολβία χάρις σε, θειοτέρας ἐμπνεύσεως, καὶ θεολογίας, ἀκριβοῦς ἐνέπλησεν, ἐντεῦθεν ἀνέβλυσας, ὡς ποταμοὺς τὰ δόγματα, τὰς τῶν Ἀποστόλων, κατευφραίνων χορείας, μεθ' ὧν νῦν ἀναμέλπεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Νενεκρωμένην Πάναγνε, τὴν ψυχήν μου τοῖς πταίσμασι, καὶ κεκακωμένην, ἰοβόλῳ δήγματι, Θεὸν τὸν δυνάμενον, ζωοποιεῖν τὰ σύμπαντα, ἡ ἀπειρογάμως ὑπὲρ φύσιν τεκοῦσα, ἀνάστησον βοῶσαν· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Ὁ Εἱρμὸς
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν∙ διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός∙ διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιὼν ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὠράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς Ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

ᾨδὴ θ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

Άγιε του Θεού πρέσβευε υπέρ ημών

Σοφίας ὑπερσόφου ὡς ἐραστής, γεγονὼς τῶν χαρίτων τὸν στέφανον, τὸν εὐπρεπῆ, χαίρων ἐκομίσω νῦν παρ' αὐτῆς, καὶ χορευτὴς οὐράνιος, περὶ τὸν τῶν ὅλων Δημιουργόν, γενόμενος δυσώπει, σωθῆναι ἐκ κινδύνων, τοὺς σὲ ὑμνοῦντας Ἱερόθεε.

Ἐσκήνωσας τὰς ἄνω θείας αὐλάς, καὶ μονὰς αἰωνίους κατῴκησας, καὶ στρατιαῖς, νῦν συνεορτάζεις ἀγγελικαῖς, σὺν Ἀποστόλων τάγμασιν, οἷς καὶ συναυλίζῃ χαρμονικῶς, μεθ' ὧν καὶ συναγάλλῃ, τοῖς πίστει σε τιμῶσι, θείαν εἰρήνην ἐξαιτούμενος.

Βεβαίας ἀντιδόσεις ἀπολαβὼν, ὧν ἐν γῇ τὰς ἐμφάσεις ἐκέκτησο, διηνεκεῖ, πόθῳ ἀνανεύων πρὸς τὸν Θεόν, νῦν ἐκτενῶς ἱκέτευε, Πάτερ Ἱερόθεε ἱλασμόν, δοθῆναι τοῖς ἐν πίστει, τὴν μνήμην σου τελοῦσι, τὴν φωτοφόρον καὶ πανίερον.
Θεοτοκίον
Ὦ Μῆτερ τοῦ τῶν ὅλων Δημιουργοῦ, μητρικῇ παρρησίᾳ δυσώπησον, τὸν σὸν Υἱόν, σῶσαι δυναστείας τυραννικῆς, τοὺς αἰχμαλώτους δούλους σου, καὶ συκοφαντίας τῶν πονηρῶν, ἀνθρώπων καταργῆσαι, γαλήνην τε βραβεῦσαι, καὶ σωτηρίαν τοῖς
ὑμνοῦσί σε.

Καταβασίες

Ὠδὴ α’. Ἦχος δ’.
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.
Ωδή η' Αινούμεν…
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ΄
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ωδή θ' Ήχος δ'
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αύλων Nόων φύσις γεραίρουσα, τήν ιερά θαυμάσια τής Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.

  Άγιος Κύριος ο Θεός ημών, γ’

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ'
Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατ' οὐσίαν, ἐν μέσῳ στὰς ἐδίδασκες, ἀναστὰς ἐκ τοῦ τάφου, καὶ βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, Ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ Ἐγέρσει.

Θεοτοκίον
Ὁ Ποιητὴς τῆς κτίσεως καὶ Θεὸς τῶν ἁπάντων, σάρκα βροτείαν ἔλαβεν, ἐξ ἀχράντων αἱμάτων, σοῦ παναγία Παρθένε· καὶ γὰρ φθαρεῖσαν πᾶσαν, τὴν φύσιν ἐκαινούργησε, πάλιν ὡς πρὸ τοῦ τόκου, καταλιπών, μετὰ τόκον· ὅθεν πιστῶς σε πάντες, ἀνευφημοῦμεν κράζοντες· Χαῖρε Δέσποινα κόσμου.

Αἶνοι Ἦχος πλ. δ'
1. τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
-- Κύριε, εἰ καὶ κριτηρίῳ παρέστης, ὑπὸ Πιλάτου κρινόμενος, ἀλλ' οὐκ ἀπελείφθης τοῦ θρόνου, τῷ Πατρὶ συγκαθεζόμενος, καὶ ἀναστὰς ἐκ νεκρῶν, τὸν κόσμον ἠλευθέρωσας, ἐκ τῆς δουλείας τοῦ ἀλλοτρίου, ὡς οἰκτίρμων καὶ Φιλάνθρωπος.
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
-- Κύριε, εἰ καὶ ὡς νεκρὸν ἐν μνημείῳ, Ἰουδαῖοι σε κατέθεντο, ἀλλ' ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶταί σε ἐφύλαττον, καὶ ὡς ζωῆς θησαυρόν, σφραγῖδι ἐσφραγίσαντο∙ ἀλλὰ ἀνέστης καὶ παρέσχες, ἀφθαρσίαν ταῖς ψυχαῖς ἡμῶν.
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
-- Κύριε, ὅπλον κατὰ τοῦ διαβόλου, τὸν Σταυρόν σου ἡμῖν δέδωκας∙ φρίττει γὰρ καὶ τρέμει, μὴ φέρων καθορᾷν αὐτοῦ τὴν δύναμιν∙ ὅτι νεκροὺς ἀνιστᾷ καὶ θάνατον κατήργησε∙ διὰ τοῦτο προσκυνοῦμεν, τὴν Ταφήν σου καὶ τὴν Ἔγερσιν.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
-- Ὁ Ἄγγελός σου Κύριε, ὁ τὴν Ἀνάστασιν κηρύξας, τοὺς μὲν φύλακας ἐφόβησε, τὰ δὲ Γύναια ἐφώνησε λέγων∙ Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ἀνέστη Θεός ὤν, καὶ τῇ οἰκουμένῃ ζωὴν ἐδωρήσατο. 5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
-- Ἔπαθες διὰ σταυροῦ, ὁ ἀπαθὴς τῇ Θεότητι, ταφὴν κατεδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ, καὶ ἀθανατίσας, ζωοποιήσῃς ἡμᾶς Χριστὲ ὁ Θεός, διὰ τῆς Ἀναστάσεώς σου φιλάνθρωπε.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
-- Προσκυνῶ καὶ δοξάζω, καὶ ἀνυμνῶ Χριστέ, τὴν σὴν ἐκ τάφου Ἀνάστασιν, δι' ἧς ἠλευθέρωσας ἡμᾶς, ἐκ τῶν τοῦ ᾍδου ἀλύτων δεσμῶν, καὶ ἐδωρήσω τῷ κόσμῳ ὡς Θεὸς ζωὴν αἰώνιον, καὶ τὸ μέγα ἔλεος.
7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.
-- Τὸ ζωοδόχον σου μνῆμα, φρουροῦντες παράνομοι, σὺν τῇ κουστωδίᾳ ἐσφραγίσαντο τοῦτο, σὺ δὲ ὡς ἀθάνατος Θεὸς καὶ παντοδύναμος, ἀνέστης τριήμερος.
8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
-- Πορευθέντος σου ἐν πύλαις ᾍδου Κύριε, καὶ ταύτας συντρίψαντος, ὁ αἰχμάλωτος οὕτως ἐβόα∙ Τίς ἐστιν οὗτος, ὅτι οὐ καταδικάζεται ἐν τοῖς κατωτάτοις τῆς γῆς, ἀλλὰ καὶ ὡς σκηνὴν κατέλυσε τοῦ θανάτου τὸ δεσμωτήριον; ἐδεξάμην αὐτὸν ὡς θνητόν, καὶ τρέφω ὡς Θεόν. Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.

Δόξα... ΕΩΘΙΝΟΝ ΣΤ' Ἦχος πλ. β'
Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν Ἔγερσιν Μαθηταῖς, ἐμφόβους ἔδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾷν, ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου· πλὴν ἀπιστούντων ἔτι, τὴ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐτούς, διέστης πρὸς οὐρανόν. Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε, Κύριε δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν
Τα αντίφωνα

Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐξ ὕψους κατῆλθες ὁ εὔσπλαγχνος, ταφὴν καταδέξω τριήμερον, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῶν παθῶν. Ἡ ζωὴ καὶ ἡ Ἀνάστασις ἡμῶν, Κύριε δόξα σοι.

Είτα του ναού

Κοντάκιον

Προστασία των Χριστιανών ακαταίσχυντε,
μεσιτεία προς τον Ποιητήν αμετάθετε,
μη παρίδης αμαρτωλών δεήσεων φωνάς.
αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών,
των πιστώς κραυγαζόντων σοι.
τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

.
Προκείμενον.Ήχος πλ. δ’. (Ψαλμός οε’).

Έυξασθε και απόδοτε Κυρίω τω Θεώ ημών.

Στίχ. Γνωστός εν τη Ιουδαία ο Θεός, εν τω Ισραήλ μέγα το όνομα αυτού.

Πρός Κορινθίους Β’ Επιστολής Παύλου το Ανάγνωσμα.

Κυριακή ΙΖ΄ (Β΄ Κορ. 6,16-7,1)
Ἀδελφοί, 16. ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17. διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18. καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. 1. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Αλληλούϊα (γ’)

Ευαγγέλιον

Κυριακή Β΄ Λουκά (Λουκ. 6,31-36)
Εἶπεν ὁ Κύριος• 31. καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32. καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33. καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34. καὶ ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 35. πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.

Είς το Εξαιρέτως...Άξιον Εστί

Κοινωνικὸν
<<Αἰνεῖτε>>

<<Είδομεν το φώς>>...

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Dionysios_Anat
Έμπειρος Αποστολέας
Έμπειρος Αποστολέας
Δημοσιεύσεις: 300
Εγγραφή: Κυρ Σεπ 27, 2009 9:37 am
Τοποθεσία: ᾿Αθῆναι
Επικοινωνία:

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από Dionysios_Anat »

᾿Αγαπητὲ Χαράλαμπε, συγχαρητήρια διὰ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου. ἀφιερώνεις πολὺν χρόνον καὶ μοιράζεσαι τὸν κόπον σου μὲ τοὺς ἄλλους μὲ σκοπὸν νὰ τοὺς βοηθήσῃς.

Προσωπικῶς διαφωνῶ μὲ αὐτὸν τὸν συρμὸν (μόδαν) τῶν τελευταίων χρόνων διὰ τὴν ἑτοιμασίαν τέτοιων φυλλαδίων. ἂν ἦτο νὰ τὰ χρησιμοποιοῦν οἱ ἁπλοῖ πιστοί, ὥστε νὰ παρακολουθοῦν τὰ τῆς λατρείας, θὰ ἦσαν ἴσως ὠφέλιμα, ἀλλὰ τὸ νὰ χρησιμοποιοῦν αὐτὰ τὰ φυλλάδια οἱ ἐν τῷ ἀναλογίῳ διακονοῦντες τὸ θεωρῶ κατάντημα ποὺ ὄχι μόνον δὲν λύει τὰ προβλήματα ἀλλὰ μᾶλλον τὰ ἐπιδεινώνει. ἂν ἕνας μαθητὴς ἀντὶ νὰ προσπαθῇ νὰ λύσῃ τὰς ἀσκήσεις τῶν μαθηματικῶν, ἀγοράζει ἕνα βοήθημα («λυσάριον») καὶ ἁπλῶς ἀντιγράφει ἀπὸ ἐκεῖ τὰς ἑτοίμους λύσεις, αὐτὸς δὲν πρόκειται ποτὲ νὰ μάθῃ μαθηματικά. ὁμοίως καὶ ὅποιος ἐξαρτᾶται ἀπὸ τέτοια φυλλάδια καὶ δὲν ἠξεύρει νὰ χρησιμοποιήσῃ τὰ λειτουργικὰ βιβλία τῆς ἐκκλησίας, δὲν πρόκειται ποτὲ νὰ γίνῃ σωστὸς ψάλτης.

῾Ο σκοπὸς ὅμως τῆς παρεμβάσεώς μου δὲν εἶναι νὰ ἐκθέσω τὰς ἀντιρρήσεις μου οὔτε νὰ σὲ ἀποθαρρύνω, ἀλλὰ νὰ σὲ συγχαρῶ τόσον διὰ τὸ ἔργον σου καὶ τὸν ζῆλόν σου, ὅσον καὶ διότι ἡ ἐργασία σου εἶναι, νομίζω, ἡ ὀρθοτέρα ἀπὸ ἄλλας ἀναλόγους· εἶναι δὲ ἡ ὀρθοτέρα διὰ δύο λόγους, 1ον) διότι ἔχεις τοὺς κανόνας τοῦ ὄρθρου πλήρεις ἕως καὶ τῆς 9ης ᾠδῆς, καὶ 2ον) διότι συνήθως (ἐξ ὅσων εἶδα ἀκροθιγῶς) δὲν προσθέτεις αὐθαιρέτως ἄλλα τροπάρια πέραν τῶν προβλεπομένων ὑπὸ τοῦ τυπικοῦ.

῞Ενας δεύτερος λόγος τῆς παρεμβάσεώς μου εἶναι διὰ μερικὰς παρατηρήσεις πρὸς βελτίωσιν τῆς ἐργασίας σου, τὰς ὁποίας καταθέτω ὡς ἁπλοῦς χριστιανὸς καὶ μόνον καὶ ὄχι μὲ τὴν ἐπίσημον ἰδιότητά μου. αἱ ἐν συνεχείᾳ παρατηρήσεις μου βασίζονται εἰς τὴν πρόσφατον ἀνάρτησίν σου μὲ τὴν ἀκολουθίαν τῆς ἑπομένης κυριακῆς 4 ὀκτωβρίου 2009, ἀλλὰ εἶναι γενικαὶ καὶ ἰσχύουν σχεδὸν διὰ πᾶσαν κυριακήν.

1. Κατ᾿ ἀρχὰς πρέπει νὰ ἀλλάξῃ ὁ τίτλος τοῦ θέματος καὶ ἀπὸ «Τὸ τυπικὸν τῆς κυριακῆς» νὰ γίνῃ «῾Η ἀκολουθία τῆς κυριακῆς». τὸ τυπικὸν εἶναι ἕνας ὁδηγὸς διὰ τὴν ὀρθὴν διεξαγωγὴν τῶν ἀκολουθιῶν. ἐπὶ παραδείγματι τυπικὸν εἶναι αὐτὸ τὸ ὁποῖον ἐπιμελοῦμαι ἐγὼ καὶ δημοσιεύει ἡ ἐκκλησία τῆς ῾Ελλάδος ἐντύπως καὶ διαδικτυακῶς. ἐνῷ ἐδῶ δὲν συντάσσεις τυπικὸν ἀλλὰ πλήρη ἀκολουθίαν μὲ βάσιν τὰς ὁδηγίας τοῦ τυπικοῦ.

2. Τυπικὸν ἐπίσημον δι᾿ ἐνοριακὴν χρῆσιν εἶναι ἕνα, τὸ τῆς μεγάλης ἐκκλησίας (Κωνσταντινουπόλεως) τὸ ἐκδοθὲν τῷ 1888. βάσει αὐτοῦ συντάσσονται (ἢ πρέπει νὰ συντάσσωνται) πάντα τὰ νεώτερα. τὸ θέμα εἶναι ποῖος ἐκ τῶν νεωτέρων συντακτῶν ἔχει τὰς προϋποθέσεις νὰ κατανοήσῃ καὶ νὰ ἑρμηνεύσῃ ὀρθῶς τὸ τυπικὸν τοῦ 1888. ἐξ ὁρισμοῦ δύο εἶναι οἱ ἐπίσημοι φορεῖς ἑρμηνείας καὶ συνεχείας τοῦ τυπικοῦ, τὸ οἰκουμενικὸν πατριαρχεῖον καὶ ἡ ἐκκλησία τῆς ῾Ελλάδος· τὰ τυπικά των συμπίπτουν μεταξύ των σχεδὸν ἀπολύτως· ὡρισμέναι παρατηρούμεναι μικροδιαφοραὶ εἶναι ἐπουσιώδεις.

3. Εἰς τὸ «Θεὸς Κύριος» ὁ α΄ στίχος εἶναι λάθος. τὸ ὀρθὸν ὑπάρχει εἰς τὸ νέον ἐγκόλπιον τῆς ᾿Αποστολικῆς Διακονίας καὶ εἶναι «᾿Εξομολογεῖσθαι τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ».

4. Τὸ ἀπολυτίκιον λέγεται μίαν φοράν, Δόξα, ἐπαναλαμβάνεται τὸ αὐτό, Καὶ νῦν, τὸ θεοτοκίον.

5. Εἰς τὸν κανόνα τοῦ ἁγίου ὁ στίχος «῞Αγιε τοῦ Θεοῦ...» νὰ ἀναγράφεται εἰς τὸ α΄ καὶ β΄ τροπάριον. εἰς τὸ γ΄ τὸ Δόξα Πατρί, καὶ εἰς τὸ θεοτοκίον τὸ Καὶ νῦν. ὁμοίως εἰς ἑκάστην ᾠδήν. παραθέτω μόνον τὴν α΄, καὶ ἀναλόγως ποίησον καὶ εἰς τὰς λοιπάς.
῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τὸν οὐρανοφοίτην μυσταγωγόν, θεόληπτον Παῦλον, τὸν τοῦ κόσμου σαγηνευτήν, διδάσκαλον ἔχων θεωρίας, τῆς ἀνωτάτω μύστης γέγονας.

῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡ πνευματοκίνητος ἐμφανῶς, τοῦ Παύλου σε γλῶσσα, φθεγγομένη τὰ τοῦ Θεοῦ, μυστήρια μάκαρ περιέσχε, καὶ θεηγόρον ἀπειργάσατο.

Δόξα Πατρί...

Νυττόμενος πόθῳ πνευματικῷ, καὶ θείοις λογίοις, ἐν συνέσει προσομιλῶν, τῷ πάντων Δεσπότῃ πανιέρους, θεολογίας ἀνατέθεικας.

Καὶ νῦν. Θεοτοκίον.

Φωτὸς ἀιδίου θεοπρεπές, δοχεῖον Παρθένε, γενομένη καὶ καθαρόν, κηλίδων με πάσης ἁμαρτίας, καὶ μολυσμάτων πλῦνον Δέσποινα.
6. Εἰς τὴν η΄ ᾠδὴν πρὸ τοῦ γ΄ τροπαρίου (τοῦ κανόνος τοῦ ἁγίου) ἀντὶ τοῦ Δόξα Πατρί, γράφε «Εὐλογοῦμεν Πατέρα Υἱὸν καὶ ῞Αγιον Πνεῦμα, τὸν Κύριον, ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας» (αὐτὸ γίνεται μόνον εἰς τοὺς κανόνας τοῦ ὄρθρου).

7. ῾Η ὀρθὴ γραφὴ τῶν ἑβραϊκῶν λέξεων χερουβὶμ καὶ σεραφὶμ εἶναι μὲ ι καὶ ὄχι ει.

8. Τὸ ἀρχαῖον ἀναστάσιμον ἐξαποστειλάριον «῞Αγιος Κύριος ὁ Θεὸς ἡμῶν» καλλίτερον νὰ γράφεται πλῆρες, διότι δημιουργοῦνται παρανοήσεις.
῞Αγιος Κύριος ὁ Θεὸς ἡμῶν.
῞Αγιος Κύριος ὁ Θεὸς ἡμῶν.
῞Αγιος Κύριος ὁ Θεὸς ἡμῶν.
῾Υψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
῞Οτι ἅγιος ἐστί(ν).
9. Τὸ f΄ ἀναστάσιμον ἐξαποστειλάριον ὑπάρχει διωρθωμένον.
Δεικνύων ὅτι ἄνθρωπος, σῶτερ εἶ κατ' οὐσίαν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμμετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοιαν κηρύσσειν· εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω, ὑπέρθεε Θεάνθρωπε, δόξα τῇ σῇ ἐγέρσει.
10. Μετὰ τὴν δοξολογίαν καὶ μετὰ τὸ «Σήμερον σωτηρία» νομίζω καλὸν θὰ ἦτο νὰ ἔβαζες καὶ τὸ «᾿Αναστὰς ἐκ τοῦ μνήματος» ἔστω καὶ ἐν παρενθέσει. θὰ τὸ βρῇς ἐπίσης εἰς τὸ ἐγκόλπιον ἀναγνώστου καὶ ψάλτου (καὶ μόνον διὰ τὰς κυριακὰς τῶν πλαγίων ἤχων).
᾿Αναστὰς ἐκ τοῦ μνήματος καὶ τὰ δεσμὰ διαρρήξας τοῦ ᾅδου, ἔλυσας τὸ κατάκριμα τοῦ θανάτου Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος· ἐμφανίσας σεαυτὸν τοῖς ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ δι᾿ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.

11. Τὰ ἀντίφωνα τῆς λειτουργίας εἶναι μία πονεμένη ἱστορία. προσωπικῶς ἔχω δηλώσει πολλάκις ὅτι πρέπει εἰς τὸ σημεῖον τοῦτο νὰ ἀποκατασταθοῦν τὰ ἀρχαῖα ἀντίφωνα τῆς λειτουργίας. αὐτὸ ὅμως εἶναι ἄλλο θέμα. τὰ ἀντίφωνα ποὺ παραθέτεις ἔχουν τὸ βασικὸν μειονέκτημα ὅτι εἶναι δύο, ἐνῷ πρέπει νὰ εἶναι τρία. θὰ βρῇς μίαν ὀρθοτέραν μορφήν των εἰς τὸ ἐγκόλπιον ἀναγνώστου καὶ ψάλτου. θὰ ἔλεγα ὅτι μπορεῖς νὰ τὰ ἐναλλάσσῃς καὶ μὲ τὰ ἀρχαῖα ἀντίφωνα, ὅπως προτείνεται καὶ ἐκεῖ.

12. Μετὰ τὸν ἀπόστολον ὀρθότερον θὰ ἦτο νὰ ἐγράφοντο καὶ οἱ στίχοι τοῦ ἀλληλουιαρίου (ἐνταῦθα τοῦ πλ. δ΄ ἤχου).

13. Τέλος μετὰ τὸ «Εἴδομεν τὸ φῶς» κρίνω ὄχι ἄστοχον νὰ παραθέσῃς καὶ τὸν ἀρχαῖον ὕμνον «Πληρωθήτω» πρὸς διευκόλυνσιν τῶν ψαλλόντων αὐτό, κατὰ τὴν ἀρχαίαν τάξιν.
Μετὰ τὴν ἐκφώνησιν «Πάντοτε νῦν καὶ ἀεὶ» ὁ β΄ χορὸς ψάλλει τὸ ἑξῆς·

Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεώς σου, Κύριε,
ὅπως ὑμνήσωμεν τὴν δόξαν σου,
ὅτι ἠξίωσας ἡμᾶς μετασχεῖν,
τῶν ἁγίων ἀθανάτων καὶ ἀχράντων σου μυστηρίων·
στήριξον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ,
ὅλην τὴν ἡμέραν μελετᾶν τὴν δικαιοσύνην σου·
ἀλληλούια, ἀλληλούια, ἀλληλούια.
Μὲ τὰς γενικὰς ταύτας παρατηρήσεις θὰ βελτιωθῇ, νομίζω, ἀκόμη περισσότερον ἡ προσφορά σου. ἂς θεωρηθῇ τὸ παρὸν καὶ ὡς ἓν μικρὸν εὐχαριστήριον πρὸς τὸν διαχειριστὴν τῆς ἱστοσελίδος, ὁ ὁποῖος εἶχε τὴν εὐγενῆ καλωσύνην καὶ τὴν πρωτοβουλίαν νὰ μὲ ἐγγράψῃ ὡς μέλος εἰς τὸν παρόντα ἱστοχῶρον.

῾Ο ἐπιμελητὴς τοῦ τυπικοῦ τῶν «Διπτύχων» τῆς ἐκκλησίας τῆς ῾Ελλάδος.
Διονύσιος ᾿Ανατολικιώτης
http://www.symbole.gr
e-mail: symbole@mail.com
Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος»
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

11-10-2009

ΚΥΡΙΑΚΗ ΙΗ΄ (Δ΄ ΛΟΥΚΑ). «Τῶν θεοφόρων πατέρων τῆς ἐν Νικαίᾳ ζ΄ Οἰκουμενικῆς συνόδου (787)». Φιλίππου ἀποστόλου ἐκ τῶν ἑπτά· Θεοφάνους ὁμολογητοῦ τοῦ Γραπτοῦ, ἐπισκόπου Νικαίας (†850).῏Ηχος α΄. ῾Εωθινὸν ζ΄.

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Δόξα... Τών Πατέρων
Ήχος πλ. δ'
Υπερδεδοξασμένος εί Χριστέ ο Θεός ημών, ό φωστήρας επί γής τούς Πατέρας ημών θεμελιώσας, καί δι' αυτώv πρός τήv αληθινήν πίστιv πάντας ημάς οδηγήσας, πολυεύσπλαγχνε δόξα σοι.

Καί νύν… Θεοτοκίον
Ήχος πλ. δ’
Ο δι’ ημάς γεννηθείς εκ Παρθένου, καί σταύρωσιν υπομείνας Αγαθέ, ο θανάτω τον θάνατον σκυλεύσας, καί Έγερσιν δείξας ως Θεός, μή παρίδης ούς έπλασας τή χειρί σου, δείξον τήν φιλανθρωπίαν σου ελεήμον, δέξαι τήν τεκούσάν σε Θεοτόκον πρεσβεύουσαν υπέρ ημών καί σώσον Σωτήρ ημών, λαόν απεγνωσμένον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν,
Καθίσματα Ἀναστάσιμα. Ἦχος α’
Τὸν τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναιξὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην· σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.
Δόξα.
Σταυρῷ προσηλωθείς, ἑκουσίως Οἰκτίρμον, ἐν μνήματι τεθείς, ὡς θνητὸς Ζωοδότα, τὸ κράτος συνέτριψας, Δυνατὲ τῷ θανάτῳ σου. Σὲ γὰρ ἔφριξαν, οἱ πυλωροὶ οἱ τοῦ ᾅδου· σὺ συνήγειρας, τοὺς ἀπ’ αἰῶνος θανόντας, ὡς μόνος φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Μετὰ τὴν β’ Στιχολογίαν, ἕτερα.
Τοῦ λίθου σφραγισθέντος
Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον· ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς μαθηταῖς ἐκήρυττον τὴν ἔγερσιν. Τὸν ᾅδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως φόβον, λύσας δυνάμει Σταυροῦ.
Δόξα.
Ἐν τῷ Σταυρῷ προσηλωθεὶς ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθεὶς ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, καὶ ἢγειρας Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τοῖς σοῖς παθήμασι Χριστέ· δόξα τῇ ἀναστάσει σου· δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν τάφον σου Σωτήρ.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.
Δόξα... Τριαδικὸν
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

ἡ Ὑπακοή.
Ἡ τοῦ λῃστοῦ μετάνοια, τὸν Παράδεισον ἐσύλησεν, ὁ δὲ θρῆνος τῶν Μυροφόρων τὴν χαρὰν ἐμήνυσεν· ὅτι ἀνέστης Χριστὲ ὁ Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοί. Ἀντίφωνον Α’.
Ἐν τῷ θλίβεσθαί με, εἰσάκουσόν μου τῶν ὀδυνῶν, Κύριε σοὶ κράζω.

Τοῖς ἐρημικοῖς, ἄπαυστος ὁ θεῖος πόθος ἐγγίνεται, κόσμου οὖσι τοῦ ματαίου ἐκτός.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴ καὶ δόξα, ὥσπερ Πατρί, πρέπει ἅμα καὶ Υἱῷ· διὰ τοῦτο ᾂσωμεν τῇ Τριαδικῇ Μονοκρατορίᾳ.

Ἀντίφωνον Β’.
Εἰς τὰ ὄρη τῶν σῶν, ὕψωσάς με νόμων, ἀρεταῖς ἐκλάμπρυνον, ὁ Θεός, ἵνα ὑμνῶ σε.

Δεξιᾷ σου χειρὶ λαβὼν σὺ Λόγε, φύλαξόν με, φρούρησον, μὴ πῦρ με φλέξῃ τῆς ἁμαρτίας.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, πᾶσα ἡ κτίσις καινουργεῖται, παλινδρομοῦσα εἰς τὸ πρῶτον· ἰσοσθενὲς γάρ ἐστι Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Γ’.
Ἐπὶ τοῖς εἰρηκόσι μοι· Ὁδεύσωμεν εἰς τὰς αὐλὰς τοῦ Κυρίου· εὐφράνθη μου τὸ πνεῦμα, συγχαίρει ἡ καρδία.

Ἐπὶ οἶκον Δαυΐδ, φόβος μέγας· ἐκεῖ γὰρ θρόνων ἐκτεθέντων, κριθήσονται, ἅπασαι αἱ φυλαὶ τῆς γῆς καὶ γλῶσσαι.
Δόξα. Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, τιμὴν προσκύνησιν, δόξαν καὶ κράτος, ὡς Πατρί τε ἄξιον, καὶ τῷ Υἱῷ δεῖ προσφέρειν· Μονὰς γάρ ἐστιν ἡ Τριὰς τῇ φύσει, ἀλλ’ οὐ προσώποις.
Προκείμενον.
Νῦν ἀναστήσομαι λέγει Κύριος, θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ.
Στίχ. Τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ζ’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…

Είτα οι Κανόνες τής Οκτωήχου, καί τώv Αγίων Πατέρων εις ς'.

Κανὼν Ἀναστάσιμος.
Ἦχος α’. ᾨδὴ α’. Ὁ Εἱρμός.
Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται· αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.
Τροπάρια.
Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ χερσὶν ἀχράντοις ἐκ χοός, θεουργικῶς κατ’ ἀρχὰς διαπλάσας με, χεῖρας διεπέτασας ἐν τῷ Σταυρῷ, ἐκ γῆς ἀνακαλούμενος, τὸ φθαρέν μου σῶμα, ὃ ἐκ Παρθένου προσείληφας.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη δι’ ἐμέ, καὶ τὴν ψυχὴν τῷ θανάτῳ προδίδωσιν, ὁ ἐμπνεύσει θείᾳ ψυχήν μοι ἐνθείς· καὶ λύσας αἰωνίων δεσμῶν, καὶ συναναστήσας, τῇ ἀφθαρσίᾳ ἐδόξασε.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῷσον ἡμᾶς.

Χαῖρε ἡ τῆς χάριτος Πηγή· χαῖρε ἡ κλῖμαξ καὶ πύλη οὐράνιος· χαῖρε ἡ λυχνία καὶ στάμνος χρυσῆ, καὶ ὄρος ἀλατόμητον, ἡ τὸν Ζωοδότην, Χριστὸν τῷ κόσμῳ κυήσασα.

Ο Κανών τών Αγίων, ού η Ακροστιχίς.
Υμνώ μακάρων συνδρομήν τήν εβδόμην.

Ποίημα Θεοφάνους

Ωδή α' Ήχος πλ. δ’
Αρματηλάτην
Υμνολογήσαι τήv εβδόμηv άθροισιv, εφιεμέvω μοι vύv, τήv τών επτά δίδου, χαρισμάτων σύνοδον, τού Παρακλήτου Κύριε, τήv σοφίσασαv ταύτηv, γλωσσοπυρσεύτως, καί βλάσφημοv, πάσαν γλωσσαλγίαν σιγήσασαν.

Μείζωv αρχήθεv αριθμών ο έβδομος, δημιουργίας καί γαρ, τής τού Θεού πάσης, πρωτοτύπως γέγοvεν, η παvτελής κατάπαυσις, εις εβδόμηv ημέραν, καί vύν πασών τών αιρέσεων, λήξις είς ισάριθμον Σύvοδον.

Νεvικηκώς τόν θεομάχον Άρειον, εv τή Νικαία τό πρίν, ποιμαντική ράβδω ορθοδόξοις ίθυvε, τήv Εκκλησίαν δόγμασιν, ο χορός τών Πατέρων, καί νύν εν ταύτη κατήσχυνε, τούς Εικονομάχους ο σύμμαχος.
Θεοτοκίον
Ως οι Πατέρες ευσεβώς εδίδαξαν, ομολογούμεν πιστώς, Παρθενικήν μήτραν, ανωδίνως τέξασαν, μετά σαρκός τόν άσαρκον, προσκυνούμέν τε τούτου, στηλογραφούντες τήν μόρφωσιν, καί τιμητικώς ασπαζόμεθα.

ᾨδὴ γ’. Ὁ Εἱρμός.
Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Θεός μου ὑπάρχων Ἀγαθέ, πεσόντα κατῳκτείρησας, καὶ καταβῆναι πρός με ηὐδόκησας, ἀνύψωσάς με διὰ σταυρώσεως, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ζωὴ ἐνυπόστατος Χριστέ, ὑπάρχων καὶ φθαρέντα με, ὡς συμπαθὴς Θεὸς ἐνδυσάμενος, εἰς χοῦν θανάτου καταβὰς Δέσποτα, τὸ θνητὸν διέρρηξας, καὶ νεκροὺς τριήμερος, ἀναστὰς ἀφθαρσίαν ἠμφίεσας.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Θεὸν συλλαβοῦσα ἐν γαστρί, Παρθένε διὰ Πνεύματος, τοῦ παναγίου ἔμεινας ἄφλεκτος· ἐπεί σε βάτος τῷ νομοθέτῃ Μωσῇ, φλεγομένη ἄκαυστα, σαφῶς προεμήνυσε, τήν τὸ πῦρ δεξαμένην τὸ ἄστεκτον.

Ωδή γ'
Ο στερεώσας κατ' αρχάς
Μή σαλευθήvαι τού Χριστού, τήv αρραγή Εκκλησίαν, υπ' αυτού μυσταγωγούμενοι θείοι, Ποιμεvάρχαι τούς αυτήv, παρασαλεύσαι θέλοvτας, ως Αντιχρίστου μοίρας, τών εύσεβώv παρεσάλευσαν.

Αvακαθαίρει θολερούς, καί βορβορώδεις χειμάρρους, εκ πηγών τού σωτηρίου αντλήσας, καί διψώντα τόν λαόν, τόv τού Χριστού κορέννυσι, τώv διδαχών τοίς ρείθροις, ο τώv Πατέρων κατάλογος.

Κατά τώv όντως μισητών, Χριστιανοκατηγόρων, συνδρομή τών φιλοχρίστων εβδόμη, εv τή πολει τή λαμπρά, τών Νικαέων γέγονεv, ής Βασιλείς Ειρήνη, καί Κωνσταντίvος συvήγοροι.
Θεοτοκίον
Άπας απέστω δυσσεβής, ο τήν εικόvα μή σέβωv, τήν σεπτήν τής Θεοτόκου καί ταύτην, μή κηρύττων τόv Xριστόv, θεανδρικώς κυήσασαν, καί τώ πυρί πεμπέσθω, κατακαιόμενος άπαυστα.

Κοντάκιον Ἦχος α' (χύμα)
Ὅταν ἔλθῃς ὁ Θεὸς
Ἐξανέστης ὡς Θεός, ἐκ τοῦ τάφου ἐν δόξῃ, καὶ κόσμον συνανέστησας, καὶ ἡ φύσις τῶν βροτῶν ὡς Θεόν σε ἀνύμνησε, καὶ θάνατος ἠφάνισται, καὶ ὁ Ἀδὰμ χορεύει, Δέσποτα, καὶ ἡ Εὔα νῦν ἐκ τῶν δεσμῶν λυτρουμένη, χαίρει κράζουσα· Σὺ εἶ ὁ πᾶσι παρέχων, Χριστὲ τὴν ἀνάστασιν.

Ὁ Οἶκος (χύμα)

Τὸν ἀναστάντα τριήμερον ἀνυμνήσωμεν, ὡς Θεὸν παντοδύναμον, καὶ πύλας τοῦ ᾅδου συντρίψαντα, καὶ τοὺς ἀπ’ αἰῶνος ἐκ τάφου ἐγείραντα, Μυροφόροις ὀφθέντα καθὼς ηὐδόκησε, πρώταις ταύταις τό, Χαίρετε, φήσας· καὶ Ἀποστόλοις χαρὰν μηνύων, ὡς μόνος ζωοδότης. Ὅθεν πίστει αἱ γυναῖκες, Μαθηταῖς σύμβολα νίκης εὐαγγελίζονται, καὶ ᾅδης στενάζει, καὶ θάνατος ὀδύρεται, καὶ κόσμος ἀγάλλεται, καὶ πάντες συγχαίρουσι· Σὺ γὰρ παρέσχες πᾶσι, Χριστὲ τὴν ἀνάστασιν.

Κάθισμα Ήχος δ'
Ταχύ προκατάλαβε
Φωστήρες υπέρλαμπροι, τής αληθείας σαφώς, τώ κόσμω εδείχθητε, μακαριώτατοι, Πατέρες υεόφθογγοι, τήξαντες τάς αιρέσεις, τών βλασφήμων γλωσσάλγων, σβέσαντες τάς φλογώδεις, τών δυσφήμων συγχύσεις, διό ως Ιεράρχαι Χριστού, πρεσβεύσατε σωθήναι ημάς.
Δόξα... Τό αυτό
Καί νύν… Θεοτοκίον
Ταχύ ημάς πρόφθασοv, Παρθενομήτορ αγνή, εχθρών ημάς λύτρωσαι, τών βλασφημούντων εις σέ, καί μή προσκυvούντων σε. θραύσοv τάς γλωσσαλγίας, τών αιρέσεων πάσας, γνώτωσαν ότι μόνη, θεομήτωρ υπάρχεις, πρεσβείαις σου Ορθοδόξων, τό σύστη μα σώζουσα.

ᾨδὴ δ’. Ὁ Εἱρμός.
Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τίς οὗτος, Σωτήρ, ὁ ἐξ Ἐδὼμ ἀφικόμενος, στεφηφορῶν ἐξ ἀκανθῶν, πεφοινιγμένος τὴν στολήν, ἐν ξύλῳ κρεμάμενος; Τοῦ Ἰσραὴλ ὑπάρχει οὗτος ὁ Ἅγιος, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἴδετε λαὸς τῶν ἀπειθῶν, καὶ αἰσχύνθητε· ὃν ὡς κακοῦργον γὰρ ὑμεῖς, ἀναρτηθῆναι ἐν Σταυρῷ, Πιλάτῳ ᾐτήσασθε φρενοβλαβῶς, θανάτου λύσας τὴν δύναμιν, θεοπρεπῶς ἐξανέστη τοῦ μνήματος.

Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Ξύλον σε Παρθένε τῆς ζωῆς ἐπιστάμεθα· οὐ γὰρ τῆς βρώσεως καρπός, θανατηφόρος τοῖς βροτοῖς, ἐκ σοῦ ἀνεβλάστησεν, ἀλλὰ ζωῆς τῆς ἀϊδίου ἀπόλαυσις, εἰς σωτηρίαν ἡμῶν τῶν ὑμνούντων σε.

Ωδή δ'
Σύ μου ισχύς, Κύριε
Ρήμα Θεού, έχοvτες βέλος καί μάχαιραν, πάντας άρδηv, τούτους κατασφάττουσι, τούς δυσμεvείς, τύπω σταυρικώ, τούς μή σεβομέvους, επίσης τά εκτυπώματα, Χριστού τής Θεοτόκου, τών Αγίων τε πάντων, οι Πατέρες οι θεοειδέστατοι.

Ωσπερ επτά, σάλπιγγες Ιεριχούντια, εις εβδόμην, τείχη κατηδάφισαν, περιδρομήv, ούτως αι επτά, Σύνοδοι πάν στίφος, κατά Θεού επαιρόμενον, κατήγαγον εις χάος, συνδρομήν εις εβδόμην, τών ευήχων σαλπίγγων τού Πνεύματος.

Νεανικήν, έvστασιν επιδεικνύμενος, καί τώ θείω, ζήλω πυρπολούμενος, ο Πατρικός δήμος Ηλιού, οία τής αισχύνης, τούς Ιερείς εθανάτωσε, διό σύν παρρησία, τού Χριστού τήν εικόνα, σχετικώς προσκυνείν εδογμάτισε.
Θεοτοκίον
Σύ μου έλπίς, Πάvαγνε σύ μου καί ύμνησις, σύ λιμήν μου, σύ μου καί κυβέρνησις, η τόν Θεόν, Λόγον τού Πατρός, σεσωματωμένον, ασυνδυάστως κυήσασα, διό σου αδιστάκτως, προσκυνώ τήν εικόvα, τή Ισχύϊ σου εvδυναμούμεvος.

ᾨδὴ ε’ Ὁ Εἱρμός.
Ὁ φωτίσας τῇ ἐλλάμψει, τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου, τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον, φωτὶ τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τὸν ποιμένα τῶν προβάτων, τὸν μέγαν καὶ Κύριον, Ἰουδαῖοι διὰ ξύλου σταυροῦ ἐθανάτωσαν· ἀλλ’ αὐτὸς ὡς πρόβατα νεκρούς, ἐν ᾅδῃ τεθαμμένους, κράτους θανάτου ἐρρύσατο.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Τῷ Σταυρῷ σου τὴν εἰρήνην, εὐαγγελισάμενος, καὶ κηρύξας αἰχμαλώτοις Σωτήρ μου τὴν ἄφεσιν, τὸν κρατοῦντα ᾔσχυνας, Χριστέ, γυμνὸν ἠπορημένον, δείξας τῇ θείᾳ ἐγέρσει σου.
Θεοτοκίον.
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὰς αἰτήσεις τῶν πιστῶς αἰτουμένων, Πανύμνητε, μὴ παρίδῃς, ἀλλὰ δέχου, καὶ ταύτας προσάγαγε, τῷ Υἱῷ σου Ἄχραντε Θεῷ, τῷ μόνῳ εὐεργέτῃ· σὲ γὰρ προστάτιν κεκτήμεθα.

Ωδή ε'
Ίνα τί με απώσω
Υψηλή διανοία, συνδιασκεψάμενοι ανεθεμάτισαν, τούς Εικονομάχους, ως αλλόκοτα τούτους φρονήσαντας, οι σεπτοί Πατέρες, καί τήν τιμήν Χριστού τώ τύπω, ως εικός απονέμειv εθέσπισαν.

Νύν καιρός ευφροσύνης, άρτι σωτηρίας ημέρα επέφανεν, ευφρανθώμεν τοίvυv, καί Χριστώ εύφροσύνως βοήσωμεν. Τήν ειρήvην δίδου, τήν σήν ημίν λιταίς Πατέρων, τής έβδόμης Συνόδου Φιλάνθρωπε.
Θεοτοκίον
Διά σπλάγχvα ελέους, από τής Παρθένου ο Υιός γεγέννηται, τού Θεού ατρέπτως, τό αλλότριοv φέρωv ως ίδιον, καί μορφή τή τούτου, περιγραπτός οράται θέλωv, κατ' ουσίαv ο ών απερίγραπτος.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος· οὐκ ἔστιν ὁ ῥυόμενος· ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς. Σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Τῷ πταίσματι τοῦ πρωτοπλάστου Κύριε, δεινῶς ἐτραυματίσθημεν· τῷ δὲ μώλωπι ἰάθημεν τῷ σῷ, ᾧ ὑπὲρ ἡμῶν ἐτραυματίσθης Χριστέ· σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων, καὶ ἐπανόρθωσις.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου Κύριε.

Ἀνήγαγες ἡμᾶς ἐξ ᾅδου Κύριε, τὸ κῆτος χειρωσάμενος, τὸ παμφάγον Παντοδύναμε, τῷ σῷ κράτει καθελὼν αὐτοῦ τὴν δύναμιν· σὺ γὰρ ζωὴ καὶ φῶς ὑπάρχεις, καὶ ἡ ἀνάστασις.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Εὐφραίνονται ἐν σοί, Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου, καὶ μετὰ γέννησιν.

Ωδή ς
Ιλάσθητί μοι Σωτήρ
Ρανάτωσαv γλυκασμόν, τά όρη καί αγαλλίασιv, αιρετικών η πληθύς, απεσκορακίσθη γάρ, πικρόv η προχέουσα, ιόv τών εικόνων, τών αγίωv τήv αθέτησιν.

Ο ουρανός καί η γή, συμφώνως εορταζέτωσαv, τής θυγατρός τού Θεού, τήv μεγαλειότητα, καί γάρ μεγαλύνεται, καταβαλλομέvη τούς αυτήν κατασμικρύνοντας.
Θεοτοκίοv
Μητρός Υιός, ο Πατρός αμήτωρ τό πρίv, απάτωρ δέ, θεοπρεπώς γεννηθείς, καί αναγεvνήσας με, διό τήν γεvνήσασαν, σύv τώ γενvηθέντι, εικοvίζωv κατασπάζομαι.

Κοντάκιον Ήχος β’
Xειρόγραφοv εικόνα
Ο εκ Πατρός εκλάμψας Υιός αρρήτως, εκ γυναικός ετέχθη διπλούς τή φύσει, όν ειδότες, ουκ αρvούμεθα τής μορφής τό εκτύπωμα, αυτό δέ εύσεβώς ανιστορούντες, σέβομεv πιστώς. Καί διά τούτο, τήν αληθιvήv πίστιν κρατούσα η Εκκλησία, ασπάζεται τήν εικόνα τής Χριστού ενανθρωπήσεως.
Ο Οίκος
Θέλωv ο πανοικτίρμων Θεός ημάς διεγείρειν αεί πρός μνήμηv τελείαv τής αυτού εvαvθρωπήσεως, τήv υπόθεσιv ταύτην παρέδωκε τοίς ανθρώποις, διά τής χρωματουργίας τών εικόνων, τήv σεβάσμιον ανατυπούσθαι μορφήν, όπως ταύτην επ' όψεσιν ορώντες, πιστεύωμεν, άπερ λόγω ακηκόαμεv, γνωρίζοvτες σαφώς τήv πράξιν καί τό όvομα, τό σχήμα καί τούς άθλους τών Αγίωv ανδρώv, καί Χριστόv τόν στεφοδότηv στεφάνους παρεχόμενοv τοίς Αγίοις Αθληταίς τε καί Μάρτυσι, δι' ών άρτι τρανότερον τήν αληθινήν πίστιν κρατούσα η Εκκλησία, ασπάζεται τήν εικόvα τής Χριστού ενανθρωπήσεως.
Σ υ ν α ξ ά ρ ι ο ν
Τή ΙΑ' τού αυτού μηνός, Μνήμη τού Αγίου Αποστόλου Φιλίππου, ενός τών επτά Διακόνων.
Στίχοι
• • Ών περ διηκόνησας εν γή πραγμάτων,
• • Εν ουρανοίς Φίλιππε μισθόν λαμβάνεις.
• • Λειτουργός λάβε μισθόν εν ενδεκάτη γε Φίλιππος.

Τή αυτή ημέρα, Μνήμη τού Οσίου Πατρός ημών καί Ομολογητού Θεοφάνους, αδελφού τού Αγίου Θεοδώρου τού Γραπτού.
Στίχοι
• • Ο Γραπτός εν γή τήν θέαν Θεοφάνης,
• • Καί κλήσίν εστιν εκθανών Γραπτός πόλω.

Τή αυτή ημέρα, Μνήμη τών Αγίων Μαρτύρων Ζηναϊδος καί Φιλονίλλας τών αυταδέλφων.
Στίχοι
• • Ειρηνικώς ύπνωσαν ειρήνης φίλαι,
• • Η Φιλονίλλα Ζηναϊς τε αι δύο.

Τή αυτή ημέρα, Μνήμη τών Αγίων Πατριαρχών Κωνσταντινουπόλεως, Νεκταρίου, Αρσακίου καί Σισινίου.
Στίχοι
• • Ο Νεκτάριος ου τό τού μύθου Λόγε,
• • Αληθινόν δέ, σής τρυφής νέκταρ πίνει.
• • Τόν Χριστόν εν γή Αρσάκιος δοξάσας,
• • Πρός αύτόν ελθών, αντεδοξάσθη πλέον.
• • Ασινές ήραν πνεύμα τό Σισινίου,
• • Ου συνιασθέν μηχαναίς τών δαιμόνων.

Τή αυτή ημέρα, Mvήμηv επιτελούμεν τών Αγίων καί μακαρίων Πατέρων, τών εν Νικαία συνελθόvτωv τό δεύτερον, επί τών ευσεβώv καί φιλοχρίστων Βασιλέων, Κωνσταντίvου καί Ειρήνης, κατά τώv δυσσεβώς καί αμαθώς καί απερισκέπτως τήv Εκκλησίαν τού Θεού ειδωλολατρείν ειπόvτωv, καί τάς σεπτάς καί Αγίας εικόνας καταβαλόντων.
Στίχοι
• • Υπέρμαχοι σοί τοίς λόγων όπλοις, Λόγε,
• • Εχθρούς τροπούνται τών σεβαστών εικόνωv.

Ταίς τών Αγίωv Πατέρων πρεσβείαις, ο Θεός, ελέησον ημάς.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς
«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί· ὡς γὰρ παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ἔφριξε γῆ, ἀπεστράφη ἥλιος, καὶ συνεσκότασε τὸ φῶς, διερράγη τὸ τοῦ Ναοῦ θεῖον καταπέτασμα, πέτραι δὲ ἐσχίσθησαν· διὰ Σταυροῦ γὰρ ᾖρται ὁ δίκαιος, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ γεγονώς, ὡσεὶ ἀβοήθητος, καὶ τραυματίας ἐν νεκροῖς, ἑκουσίως τὸ καθ’ ἡμᾶς, ὁ ὑπερυψούμενος, πάντας ἠλευθέρωσας, καὶ κραταιᾷ χειρὶ συνανέστησας, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Χαῖρε πηγή, ἀειζώου νάματος· Χαῖρε Παράδεισε τρυφῆς· Χαῖρε τεῖχος τὸ τῶν πιστῶν· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ παγκόσμιος χαρά, δι’ ἧς ἡμῖν ἐξανέτειλεν, ὁ αἰνετός τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ωδή ζ'
Θεού συγκατάβασιν
Ηττώνται τοίς δόγμασιν, αιρεσιάρχαι τώv θεηγόρων ανδρώv, τών τό σέβας τών τύπων, τοίς αρχετύποις μεθαρμοζόντωv ορθώς, καθάπερ έφη ο Μέγας Βασίλειος. Ευλογητός ο Θεός, ο τώv Πατέρων ημών.

Ναοί καλλωπίζονται, φαιδραίς εικόσι κατακοσμούμεvοι vύν, διά τούτο ο κόσμος, εν εκκλησίαις, τώ υπέρ πάντας βροτούς, ωραίω κάλλει, συμψάλλει τοίς άλλουσιν. Ευλογητός ο Θεός, ο τών Πατέρωv ημών.

Τό φώς ανατέταλκε, μακράν τό σκότος, οι δυσσεβείς εκποδών, διά τούτο τά πάντα φωτός πλησθέντα, τόν φωτοδότην ΧρΙστόν, μετ' ευθυμίας υμνούσι καί λέγουσιν. Ευλογητός ο Θεός, ο τών Πατέρων ημών.
Θεοτοκίον
Η παναγνος Δέσποινα, η μόνη πάντων τής σωτηρίας ελπίς, η φρικτώς τετοκυία, τόν Βασιλέα τών βασιλέωv Χριστόν, εν ταίς ωλέναις αυτόv βρέφος φέρουσα, συμπροσκυνείται γραπτώς, ως οι Πατέρες φασίv.

ᾨδὴ η' Ὁ Εἱρμὸς
«Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὁ βουλήσει ἅπαντα ποιῶν, ὁ καὶ μετασκευάζων, ἐκτρέπων σκιὰν θανάτου, εἰς αἰώνιον ζωήν, τῷ πάθει σου Λόγε Θεοῦ, σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σὺ καθεῖλες σύντριμμα Χριστέ, καὶ τὴν ταλαιπωρίαν, ἐν πύλαις καὶ ὀχυρώμασι τοῦ ᾅδου, ἀναστὰς ἐκ τάφου τριήμερος. Σὲ ἀπαύστως πάντα τὰ ἔργα, ὡς Κύριον ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Τὴν ἀσπόρως καὶ ὑπερφυῶς, ἐξ ἀστραπῆς τῆς θείας, τεκοῦσαν τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ωδή η’
Επταπλασίως κάμινον
Νομοθετεί μέv άριστα, τών Πατέρων ο σύλλογος, τοίς θεοσεβέσι, σχετικήν προσκύνησιv, καί τήν αvαστήλωσιv, τής Ιεράς εικόvος Χριστού. οι φιλευσεβείς δέ, τήv ετήσιον μνήμην, ως παίδες εκτελούμεν, ευπειθείς τήν εκείνωv, καί πόθω τήν εικόνα, Χριστού καταφιλούμεv.

Επταπλασίως έκαμπτον, ταπειvούς υψηλόφρονες, καί τών φιλαρέτωv, τάς ορμάς ανέκοπτοv, δι' ώv ενδιέβαλλον, εις τάς ενθέους πράξεις αυτών, αλλ' οι τής εβδόμης, συνελθόντες Συνόδου, Πατέρες εν Νικαία τήν οφρύν τήν εκείνων, αυτίκα κατασπώσιν, επταπλασιωτέρως.

Βέλη νηπίων γίνονται, ψαλμικώς γηραιόφροσι, τών νηπιοφρονων, αι πληγαί καί μάστιγες, τή θεία δυvάμει δέ, εξασθενούσι γλωσσαι πολλαί, τών τάς βλασφημίας, εις τό ύψος λαλούντων, καί πάς τις τόν Πατέρα, τόν Υιόν καί τό Πνεύμα, Θεόν ένα γινώσκει, πανταίτιοv καί μονον.
Θεοτοκίον
Δημιουργείται νήπιος, εκοντί διά έλεος, ο Δημιουργός εκ τών αγvώv αιμάτων σου, τηρών μετά τόκοv σε, κεκαθαρμένην όλην Αγνή, καί τήν ρυπωθείσαν, εκκαθαίρων εικόνα, διό περ εν εικόσι, συμμορφούταί σοι φύσει, βροτός γεγενημένος, Θεός υπάρχων φύσει.

ᾨδὴ θ' Ὁ Εἱρμὸς
«Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ’ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.».

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Ὢ πῶς ὁ λαὸς ὁ ἄνομος, ὁ ἀπειθὴς καὶ πονηρὰ βουλευσάμενος, τὸν ἀλάστορα καὶ ἀσεβῆ ἐδικαίωσε, τὸν δὲ δίκαιον ξύλῳ κατέκρινε, τὸν Κύριον τῆς δόξης! Ὃν ἐπαξίως μεγαλύνομεν.

Στίχ. Δόξα τῇ ἁγίᾳ ἀναστάσει σου, Κύριε.

Σῶτερ, ὁ ἀμνὸς ὁ ἄμωμος, ὁ τὴν τοῦ κόσμου ἁμαρτίαν ἀράμενος, σὲ δοξάζομεν τὸν ἀναστάντα τριήμερον, σὺν Πατρὶ καὶ τῷ θείῳ σου Πνεύματι, καὶ Κύριον τῆς δόξης, θεολογοῦντες μεγαλύνομεν.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.

Σῶσον τὸν λαόν σου Κύριε, ὅν περ ἐκτήσω τῷ τιμίῳ σου αἵματι, κατ’ ἐχθρῶν ἰσχὺν τῷ βασιλεῖ χαριζόμενος, καὶ ταῖς σαῖς Ἐκκλησίαις Φιλάνθρωπε, βραβεύων τὴν εἰρήνην, τῆς Θεοτόκου ταῖς ἐντεύξεσιν.

Ωδή θ'
Εξέστη επί τούτω ο ουρανός
Ο μέγας τή Ισχύϊ καί τή βουλή, ο τό πάν συγκρατών ακατάληπτε, μόvε Θεέ, κράτιστε παντάρχα Παμβασιλεύ, τήν Εκκλησίαv κράτυvον, τή ορθοδοξία σου συντηρών, Πατέρων πανενδόξων, παραδειγματισάντωv, κακοδοξίαν παρακλή σεσι.

Μεγάλων ηξιώθητε τών Τιμών, επί γής ουρανόφρονες Άγιοι, ότι Χριστού, τύπον ετιμήσατε σχετικώς, καί νύν σκιάν εκθέμενοι, καί τό περικάλυμμα τής σαρκός, αυτόν αυτοπροσώπως, εις πρόσωπον οράτε, καί τώv μειζόνων αξιούμενοι.

Ήν ίνα παιδευθώμεv πανστρατιάς, βαρβαρώδους Ιππείας ηρέθισας, ρύμηv αυτός, θραύσον καί τό θράσος τό καθ' ημών, καί Βασιλεί συμμάχησον, τώ τεθαρρηκότι σοι Παντουργέ, ταίς εύπαρρησιάστοις, πρεσβείαις τών Πατέρων, ώv εκτελούμεν τό μνημόσυνον.
Θεοτοκίον
Νοήσαι τό μυστήριοv ουδαμώς, τής φρικτής σου λοχείας, δεδύνηται, βρότειος νούς, αλλ' ουδ' υψηλόνους αγγελικός, ότι Θεόν εγένvησας, σύ σεσαρκωμένον υπερφυώς, διό σε Θεοτόκον, ειδότες σύν εκείvω, καθιστορούντες μεγαλύνομεv.

Καταβασίες

Ὠδὴ α’. Ἦχος δ’.
Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.
Ωδή γ'
Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.
Ωδή δ'
Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.
Ωδή ς'
Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.
Ωδή ζ'
Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.
Ωδή η' Αινούμεν…
Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ΄
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ωδή θ' Ήχος δ'
Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αύλων Nόων φύσις γεραίρουσα, τήν ιερά θαυμάσια τής Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.

  Άγιος Κύριος ο Θεός ημών, γ’

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ζ'
Ὅτι ἦραν τὸν Κύριον, τῆς Μαρίας εἰπούσης, ἐπὶ τὸν τάφον ἔδραμον, Σίμων Πέτρος, καὶ ἄλλος, Μύστης Χριστοῦ, ὃν ἠγάπα, ἔτρεχον δὲ οἱ δύο, καὶ εὗρον τὰ ὀθόνια, ἔνδον κείμενα μόνα, καὶ κεφαλῆς, ἦν δὲ τὸ σουδάριον χωρὶς τούτων· διὸ πάλιν ἡσύχασαν, τὸν Χριστὸν ἕως εἶδον.

Εν πνεύματι τώ Ιερώ
Πατέρες ούρανόφρονες, οι Συνόδω εβδόμn, συναθροισθέντες δέησιν, έκτενή τή Τριάδι, προσάξατε τού ρυσθήvαι, εκ πάσης αιρέσεως, καί κρίσεως αιωνίου, Βασιλείας τε τυχείν, ουρανώv τούς τήν υμών, σύvαξιv θείαν υμvούντας.
Θεοτοκίον
Πρεσβείαις υπεράγαθε, Κύριε τής Μητρός σου, καί τών εν επτά Συvόδοις, αθροισθέντωv Πατέρων, τήν Εκκλησίαν στήριξον, καί τήν Πίστιν κράτυνον. καί ουρανών Βασιλείας, δείξον πάντας κοινωvούς, όταν έλθης επί γής, τού κρίναι πάσαν τήv κτίσιν.

Αἶνοι Ἦχος α'
1. Στίχ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ὑμνοῦμέν σου Χριστέ, τὸ σωτήριον πάθος, καὶ δοξάζομέν σου τὴν ἀνάστασιν.

2. Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ὁ Σταυρὸν ὑπομείνας, καὶ τὸν θάνατον καταργήσας, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, εἰρήνευσον ἡμῶν τὴν ζωὴν Κύριε, ὡς μόνος παντοδύναμος.

3. Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Ὁ τὸν ᾅδην σκυλεύσας, καὶ τὸν ἄνθρωπον ἀναστήσας, τῇ ἀναστάσει σου Χριστέ, ἀξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ, ὑμνεῖν καὶ δοξάζειν σε.

4. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τὴν θεοπρεπῆ σου συγκατάβασιν δοξάζοντες, ὑμνοῦμέν σε Χριστέ· ἐτέχθης ἐκ Παρθένου, καὶ ἀχώριστος ὑπῆρχες τῷ Πατρί· ἔπαθες ὡς ἄνθρωπος, καὶ ἑκουσίως ὑπέμεινας Σταυρόν· ἀνέστης ἐκ τοῦ τάφου, ὡς ἐκ παστάδος προελθών, ἵνα σώσῃς τὸν κόσμον· Κύριε δόξα σοι.
Ἕτερα Στιχηρά, προσόμοια τῶν Πατέρων
5. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ήχος πλ. β'
Όλην αποθέμενοι
Όλην συγκροτήσαντες, τήν τής ψυχής επιστήμηv, καί τώ θείω Πνεύματι, συνδιασκεψάμενοι τό ουράvιον, καί σεπτόν Σύμβολον, οι σεπτοί Πατέρες, θεογράφως διεχάραξαν, εv ώ σαφέστατα, τώ Γεγεννηκότι συνάναρχον, τόν Λόγον εκδιδάσκουσι, καί παναληθώς Ομοούσιοv, ταίς τών Αποστόλων, επόμενοι προδήλως διδαχαίς, οι ευκλεείς καί πανόλβιοι, όvτως καί θεόφρονες.

6. Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Όλην συγκροτήσαντες, τήν τής ψυχής επιστήμηv, καί τώ θείω Πνεύματι, συνδιασκεψάμενοι τό ουράvιον, καί σεπτόν Σύμβολον, οι σεπτοί Πατέρες, θεογράφως διεχάραξαν, εv ώ σαφέστατα, τώ Γεγεννηκότι συνάναρχον, τόν Λόγον εκδιδάσκουσι, καί παναληθώς Ομοούσιοv, ταίς τών Αποστόλων, επόμενοι προδήλως διδαχαίς, οι ευκλεείς καί πανόλβιοι, όvτως καί θεόφρονες.

Στίχ. Ευλογητός ει Κύριε ο Θεός τών πατέρωv ημών.

Όληv εισδεξάμεvοι, τήν vοητήν λαμπηδονα, τού Αγίου Πνεύματος, τό υπερφυέστατοv χρησμολόγημα, τό βραχύ ρήματι, καί πολύ συvέσει, θεοπνεύστως απεφθέγξαντο, οι χρηστοκήρυκες, Εύαγγελικών προϊστάμενοι, δογμάτων οι μακάριοι, καί τών ευσεβώv παραδόσεων, άνωθεν λαβόντες, τήv τούτων αποκάλυψιν σαφώς, καί φωτισθέvτες εξέθεντο, Πίστιν θεοδίδακτοv.

Στίχ. Συναγάγετε αυτώ τούς Οσίους αυτού.

Όληv συλλεξάμεvοι, ποιμαντικήν εμπειρίαν, καί θυμόv κινήσαντες, νύν τόν δικαιότατον ενδικώτατα, τούς βαρείς ήλασαν, καί λυμώδεις λύκους, τή σφενδόνη τή τού Πνεύματος, εκσφενδονήσαντες, τού τής Εκκλησίας πληρώματος, πεσόντας ως πρός θάνατον, καί ως ανιάτως νοσήσαντας, οι θείοι Ποιμένες, ως δούλοι γνησιώτατοι Χριστού, καί τού ενθέου κηρύγματος, μύσται Ιερώτατοι.
Δόξα… Ήχος πλ. δ'
Τώv αγίωv Πατέρων ό χορός, εκ τών τής οικουμένης περάτωv συvδραμώv, Πατρός καί Υιού και Πνεύματος Αγίου, μίαν οθσίαν εδογμάτισε καί φύσιν, καί τό μυστήριον τής θεολογίας, τρανώς περέδωκε τή Εκκλησία. Ούς εύφημούντες εν πίστει, μακαρίσωμεν λέγοντες. Ώ θεία παρεμβολή, θεηγόροι οπλίται, παρατάξεως Κυρίου, αστέρες πολύφωτοι, τού νοητού στερεώματος, τής μυστικής Σιών, οι ακαθαίρετοι πύργοι, τά μυρίπνοα άνθη τού Παραδείσου, τά πάγχρυσα στόματα τού Λόγου. Νικαίας τό καύχημα, οικουμένης αγλάϊσμα, εκτενώς πρεσβεύσατε, υπέρ τώv ψυχών ημών.

Καί vύν… Θεοτοκίον
Υπερευλογημένη υπάρχεις, Θεοτόκε Παρθένε, διά γάρ τού εκ σού σαρκωθέντος, ο Άδης ηχμαλώτισται, ο Αδάμ ανακέκληται, η κατάρα νενέκρωται, η Εύα ηλευθέρωται, ο θάνατος τεθανάτωται, καί ημείς εζοποιήθημεν, διό ανυμνούντες βοώμεν. Ευλογητός Χριστός ο Θεός ημών, ο ούτως ευδοκήσας, δόξα σοί.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Τα αντίφωνα

Α΄.Ήχος β΄
Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'
Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ Βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε.

Τών Πατέρων
Ήχος πλ. δ'
Υπερδεδοξασμένος εί Χριστέ ο Θεός ημών, ό φωστήρας επί γής τούς Πατέρας ημών θεμελιώσας, καί δι' αυτώv πρός τήv αληθινήν πίστιv πάντας ημάς οδηγήσας, πολυεύσπλαγχνε δόξα σοι.

Είτα του ναού

Κοντάκιον

Προστασία των Χριστιανών ακαταίσχυντε,
μεσιτεία προς τον Ποιητήν αμετάθετε,
μη παρίδης αμαρτωλών δεήσεων φωνάς.
αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών,
των πιστώς κραυγαζόντων σοι.
τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

.
Προκείμενον.Ήχος δ’. Ύμνος Τριών Παίδων. (Δανιήλ γ’)

Ευλογητός εί, Κύριε, ο Θεός των πατέρων ημών.

Στίχ. Ότι δίκαιος εί επί πάσιν οίς εποίησας ημίν.

Πρός Τίτον Επιστολής Παύλου το Ανάγνωσμα.

(Τίτου 3,8-15)
Τέκνον Τίτε, 8. πιστὸς ὁ λόγος• καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις• 9. μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο• εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10. αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11. εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12. Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν• ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14. μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15. Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν• ἀμήν.

Αλληλούϊα (γ’)

Ευαγγέλιον

Κυριακή Δ΄ Λουκά (Λουκ. 8,5-15)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην• 5. ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό• 6. καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα• 7. καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό• 8. καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. 9. Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες• τίς εἴη ἡ παραβολή αὕτη. 10. ὁ δὲ εἶπεν• ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. 11. Ἔστι δὲ αὕτη ἡ παραβολή• ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ• 12. οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13. οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14. τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. 15. τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ. [Ταῦτα λέγων ἐφώνει• ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω]

Είς το Εξαιρέτως...Άξιον Εστί

Κοινωνικὸν
<<Αἰνεῖτε>>

<<Είδομεν το φώς>>...

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

18-10-2009
† ΚΥΡΙΑΚΗ ΙΘ΄. † Λουκᾶ τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ. Μαρίνου μάρτ. τοῦ γέροντος. ῏Ηχος β΄. ῾Εωθινὸν η΄.

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος β'

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Δόξα... Ἀπολυτίκιον Ἦχος γ'

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλανθρωπος.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν
Καθίσματα Ἀναστάσιμα
Ἦχος β'

Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελών, τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα...

Ταῖς μυροφόροις Γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· Τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος, ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Θεοτοκίον

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν, αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μετὰ τὴν β' Στιχολογίαν, ἕτερα

Τὸν λίθον τοῦ μνήματος, σφραγισθῆναι μὴ κωλύσας, τὴν πέτραν τῆς πίστεως, ἀναστὰς παρέσχες πᾶσι, Κύριε δόξα σοι.

Δόξα...

Τῶν Μαθητῶν σου ὁ χορός, σὺν μυροφόροις Γυναιξίν, ἀγάλλεται συμφώνως· κοινὴν γὰρ ἑορτὴν σὺν αὐτοῖς ἑορτάζομεν, εἰς δόξαν καὶ τιμὴν τῆς σῆς Ἀναστάσεως, καὶ δι' αὐτῶν, φιλάνθρωπε Κύριε, τῷ λαῷ σου παράσχου τὸ μέγα ἔλεος.

Καὶ νῦν ... Σταυροθεοτοκίον

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἠμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.
• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος β'

Μετὰ τὸ Πάθος πορευθεῖσαι ἐν τῷ μνήματι πρὸς τὸ μυρίσαι τὸ σῶμά σου αἱ γυναῖκες Χριστὲ ὁ Θεός, εἶδον Ἀγγέλους ἐν τῷ τάφῳ καὶ ἐξέστησαν· φωνῆς γὰρ ἤκουον ἐξ αὐτῶν, ὅτι ἀνέστη ὁ Κύριος, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοὶ
Ἀντίφωνον Α'

• Ἐν τῷ οὐρανῷ τὰ ὄμματα, ἐκπέμπω μου τῆς καρδίας, πρὸς σὲ Σωτήρ, σῶσόν με σῇ ἐπιλάμψει.
• Ἐλέησον ἡμᾶς τοὺς πταίοντάς σοι πολλὰ καθ' ἑκάστην ὥραν, ὦ Χριστέ μου, καὶ δὸς πρὸ τέλους τρόπους, τοῦ μετανοεῖν σοι.

Δόξα... καὶ νῦν

Ἁγίῳ Πνεύματι, τὸ βασιλεύειν πέλει, τὸ ἁγιάζειν, τὸ κινεῖν τὴν κτίσιν· Θεὸς γάρ ἐστιν, ὁμοούσιος Πατρὶ καὶ Λόγῳ.

Ἀντίφωνον Β'

• Εἰμὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, τίς ἱκανὸς σῶος φυλαχθῆναι, ἐκ τοῦ ἐχθροῦ ἅμα, καὶ ἀνθρωποκτόνου;
• τοῖς ὁδοῦσιν αὐτῶν, μὴ παραδῷς Σῶτερ τὸν σὸν δοῦλον, λέοντος τρόπον κατ' ἐμοῦ κινοῦνται· καὶ γὰρ οἱ ἐχθροί μου.

Δόξα... καὶ νῦν ...

Ἁγίῳ Πνεύματι, ζωαρχία καὶ γέρας· πάντα γὰρ τὰ κτιστά, ὡς Θεὸς ὢν δυναμοῖ, συντηρεῖ ἐν Πατρὶ δι' Υἱοῦ δέ.

Ἀντίφωνον Γ'

• Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐοίκασιν ὄρει τῷ ἁγίῳ, οἳ οὐδαμῶς σαλεύονται, προσβολαῖς τοῦ Βελίαρ.
• Ἐν ἀνομίαις χεῖρας αὐτῶν μὴ ἐκτεινάτωσαν οἱ θείως ζῶντες· οὐ γὰρ ἐᾷ Χριστός, τῇ ῥάβδῳ τὸν κλῆρον αὐτοῦ.

Δόξα... καὶ νῦν ...

Ἁγίῳ Πνεύματι, προσπηγάζει πᾶσα σοφία, ἔνθεν χάρις Ἀποστόλοις, καὶ τοῖς ἄθλοις καταστέφονται Μάρτυρες, καὶ Προφῆται ὁρῶσι.

Προκείμενον

Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε.
Στίχ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν η’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'

Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός

Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…

Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς

«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ᾧ ἀπεγραψάμεθα, τῇ ἐντολῇ τῇ σῇ μὴ πειθαρχήσαντες, τῷ Σταυρῷ σου κέκριται· προσβαλὼν γάρ σοι ὡς θνητῷ, περιπέπτωκε τῷ τῆς ἐξουσίας κράτει σου, καὶ ἀσθενὴς διήλεγκται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λυτρωτὴς τοῦ γένους τῶν βροτῶν, καὶ τῆς ἀκηράτου ζωῆς ἀρχηγός, εἰς τὸν κόσμον ἐλήλυθας· τῇ γὰρ Ἀναστάσει σου, διεσπάραξας τοῦ θανάτου τὰ σπάργανα, ἣν δοξολογοῦμεν ἅπαντες· ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὑπερτέρα πέφηνας Ἁγνή, πάσης ἀοράτου τε, καὶ ὁρατῆς ἀειπάρθενε κτίσεως· τὸν γὰρ κτίστην τέτοκας, ὡς ηὐδόκησε σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

τοῦ Ἀποστόλου
Ποίημα Θεοφάνους

ᾨδὴ α' Ἦχος πλ. δ'
Ἡ κεκομμένη

Τῆς ἀνωτάτῳ σοφίας τὸ στόμα σου, κρατῆρα θεῖον Σοφέ, πάντες ἐπιστάμενοι, Ἀπόστολε Λουκᾶ, τὸν μέγαν καὶ ἀπόρρητον, τῆς χάριτος πλουτοῦντες θησαυρόν, προθύμως ἀρυόμεθα, τῷ Κυρίῳ ψάλλοντες· Ἐνδόξως γὰρ δεδόξασται.

Μυσταγωγῶν σε Χριστὸς τὰ οὐράνια, καὶ θεοπνεύστους γραφάς, ἀμέσως διανοίγων σοι Ἀπόστολε Λουκᾶ, καὶ μύστην ἀναδείκνυσι, καὶ κήρυκα σοφὸν τῶν ὑπὲρ νοῦν, εὐτόνως ἀνακράζοντα· τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.

Χειροτονεῖ σε τῷ Παύλῳ συνέκδημον, ἡ Ἐκκλησία Χριστοῦ, Λουκᾶ παμμακάριστε, τῇ χάριτι αὐτοῦ εὐθέως διαλάμποντα, ἑπόμενόν τε ἴχνεσιν αὐτοῦ, καὶ συνανακράζοντα. τῷ Κυρίῳ ᾄσωμεν· Ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον

Τῆς ἀνεκφράστου καὶ θείας συλλήψεως, τῆς πανυμνήτου Ἁγνῆς, τὸν τρόπον διεσάφησας, Ἀπόστολε Λουκᾶ, τὸ Πνεῦμα τὸ Πανάγιον· ἐλήλυθε σαφῶς γὰρ ἐπ' αὐτήν, καὶ Λόγος ἐπεσκίασεν, ᾧ συμφώνως ψάλλομεν· Ἐνδόξως γὰρ δεδόξασται.

ᾨδὴ γ' Ὁ Εἱρμὸς

«Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθῃ ἡ καρδία μου».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ κτίσις ἐν τῷ πάθει σου, ἠλλοιοῦτο βλέπουσα, ἐν εὐτελεῖ προσχήματι, ὑπ' ἀνόμων, μυκτηριζόμενον, τὸν ἑδράσαντα πάντα θείῳ νεύματι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐκ χοὸς κατ' εἰκόνα με, τῇ χειρί σου ἔπλασας, καὶ συντριβέντα πάλιν δέ, εἰς χοῦν θανάτου δι' ἁμαρτίαν Χριστέ, συγκαταβὰς εἰς ᾅδην συνανέστησας.
Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὰ τάγματα ἐξέστησαν, τῶν Ἀγγέλων Πάναγνε, καὶ τῶν ἀνθρώπων ἔφριξαν, αἱ καρδίαι ἐπὶ τῷ τόκῳ σου· διὀ σε Θεοτόκε, πίστει σέβομεν.

ᾨδὴ γ' Σὺ εἶ τὸ στερέωμα

Σοῦ τὸ Εὐαγγέλιον, Λουκᾶ θεσπέσιε ἄνωθεν, Ἀνατολήν, ἐπισκεψαμένην, τοὺς ἀνθρώπους παρίστησι.

Πράξεις ἐνθεώτατα, διαπραττόμενος ἄριστα, πανευσεβῶς, τὰς τῶν Ἀποστόλων, γραφικῶς ἀνιστόρησας.

Παῦλος ὁ μακάριος, τῶν ἐγκωμίων σοι ἔπλεξε, τὰς ἀπαρχάς, καὶ τοὺς σοὺς ἐπαίνους, ἐπιγράψας παρέθετο.

Θεοτοκίον

Σὲ νῦν μακαρίζουσιν, ὡς προεφήτευσας Ἄχραντε, αἱ γενεαί, πᾶσαι τῶν ἀνθρώπων, διὰ σοῦ νῦν σῳζόμεναι.

Κοντάκιον Ἦχος δ' (χύμα)
Ἐπεφάνης σήμερον

Μαθητὴς γενόμενος τοῦ Θεοῦ Λόγου, σὺν τῷ Παύλῳ ἅπασαν, ἐφωταγώγησας τὴν γῆν, καὶ τὴν ἀχλὺν ἀπεδίωξας, τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.

Ὁ Οἶκος (χύμα)

Ὡς ἰατρὸς καὶ μαθητὴς Λουκᾶ ἠγαπημένος, μυστικῇ χειρουργίᾳ τὰ πάθη τῆς ψυχῆς μου, καὶ τὰ τοῦ σώματος ὁμοῦ ἴασαι, καὶ δὸς μοι κατὰ πάντα εὐεκτεῖν, καὶ σοῦ τὴν παναοίδιμον γηθόμενος γεραίρειν πανήγυριν, ὄμβροις τε δακρύων, ἀντὶ μύρων τὸ σεπτόν σου καὶ πάντιμον σῶμα καταβρέχειν· ὡς στήλη γὰρ ζωῆς ἐγγεγραμμένη τῷ ναῷ τῷ θαυμαστῷ τῶν Ἀποστόλων πᾶσιν ἐκφώνει, καθάπερ καὶ σὺ τὸ πρῶτον, τὸ θεῖον γράψας Χριστοῦ Εὐαγγέλιον.

Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον

Ὡς συνέκδημος Παύλου ἀναδειχθείς, τοὺς ποικίλους κινδύνους καρτερικῶς, ὑπέμεινας πανεύφημε, τοῦ Κυρίου Ἀπόστολε, καὶ τὸν δρόμον ἀθλήσει, τελέσας τῆς πίστεως, σὺν αὐτῷ ἐν ὑψίστοις, εὐφραίνει Μακάριε· ὅθεν καὶ τῷ κόσμω, τὸ Χριστοῦ Εὐαγγέλιον, κηρύξας ἐφώτισας, τὴν ὑφήλιον ἅπασαν. Λουκᾶ πανσεβάσμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν ἀκατάφλεκτον βάτον, τὸν λογικὸν Παράδεισον, τῆς Εὔας τὴν ἀνάκλησιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον, ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.

ᾨδὴ δ' Ὁ Εἱρμὸς

«Ἐλήλυθας ἐκ Παρθένου, οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Παρίστασο ὡς κριτής, ὁ Θεός μου τῷ βήματι, οὐ κραυγάζων Δέσποτα, κρίσιν ἐνάγων τοῖς ἔθνεσιν, ἣν διὰ τοῦ πάθους σου, τῇ οἰκουμένῃ εἰργάσω, σωτηρίαν Χριστέ.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῷ πάθει σου τοῦ ἐχθροῦ, αἱ ῥομφαῖαι ἐξέλιπον, τῶν ὑπεναντίων δέ, ἐν τῇ εἰς ᾅδου καθόδῳ σου, πόλεις καθῃρέθησαν, καὶ τοῦ τυράννου τὸ θράσος καταβέβληται.
Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ λιμένα σωτηρίας, καὶ τεῖχος ἀκράδαντον, Θεοτόκε Δέσποινα, πάντες πιστοὶ ἐπιστάμεθα· σὺ γὰρ ταῖς πρεσβείαις σου, ἐκ τῶν κινδύνων λυτροῦσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ' Ὁ Εἱρμὸς

«Ἐπέβης ἐφ' ἵππους, τοὺς ἀποστόλους σου Κύριε, καὶ ἐδέξω χερσί σου, ἡνίας αὐτῶν, καὶ σωτηρία γέγονεν, ἡ ἱππασία σου, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε».

Ὡς ὤφθης τῇ αἴγλῃ, πεφωτισμένος τοῦ Πνεύματος, ἠξιώθης χερσί σου, τοὺς νόμους αὐτοῦ, τοῖς θεοφίλοις ἄριστα διατυπώσασθαι, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἡ χάρις εὑροῦσα, τοῦ Παρακλήτου σε σκήνωμα, ἐξεχύθη πλουσίως, σοῖς χείλεσι, καὶ τῆς εἰρήνης κήρυκα, πᾶσιν ἀνέδειξε, τοῖς πιστῶς μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Ἀγώνων τῷ Παύλῳ, ὡς κοινωνὸς ὤφθης Ἔνδοξε, καὶ στεφάνων ἐνδίκως ἠξίωσαι, τῆς βασιλείας, ἔνθα νῦν συναγαλλόμενοι, κραυγάζετε συμφώνως· Δόξα τῇ δυνάμει σου Κύριε.

Εὑρὼν σου τὸ κάλλος, τῆς διανοίας ὁ Κύριος, ὡς ταῖς θεῖαις ἀκτῖσιν, ὡραίως διαλαμπούσης, κήρυκά σε προχειρίζεται, τοῖς πίστει μελῳδοῦσι· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον

Καθεῖλε δυνάστας, ἀπὸ τῶν θρόνων ὁ Κύριος, ἡ Παρθένος καὶ Μήτηρ ὡς ἔφησε, τοὺς δὲ πεινῶντας, θείων ἀγαθῶν ἐνέπλησε, τοὺς πιστῶς μελῳδοῦντας· Δόξα τῇ δυνάμει σου Κύριε.

ᾨδὴ ε' Ὁ Εἱρμὸς

«Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς κέδρος Χριστέ, τῶν ἐχθρῶν τὸ φρύαγμα συνέτριψας, ἑκουσίως Δέσποτα, ἐν τῇ κυπαρίσσῳ ὡς ηὐδόκησας, καὶ τῇ πεύκῃ καὶ κέδρῳ σαρκὶ συνανυψούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν λάκκῳ Χριστέ, κατωτάτῳ ἔθεντό σε, ἄπνουν νεκρόν, ἀλλ' οἰκείῳ μώλωπι, ἐπιλελησμένους τραυματίας Σωτήρ, τοὺς ἐν τάφοις ὑπνοῦντας, σεαυτῷ συνεξανέστησας.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δυσώπει τὸν σόν, Υἱὸν καὶ Κύριον, Παρθένε ἁγνή, αἰχμαλώτοις λύτρωσιν, τοῖς ἐξ ἐναντίας περιστάσεως, ἐπὶ σοὶ πεποιθόσιν, εἰρηνικὴν δωρήσασθαι.

ᾨδὴ ε' Φώτισον ἡμᾶς

Φῶς τὸ νοητόν, τῇ καρδίᾳ σου δεξάμενος, τῶν μολυσμάτων ἐκ τῶν πρὶν καθαρθείς, ἀγάπης νόμῳ, τοῖς πᾶσι Λουκᾶ μετέδωκας.

Σὺ ταῖς ἀστραπαίς, ταῖς τῆς χάριτος πανόλβιε, κατηυγασμένος καθωράθης σαφῶς, πυρίνῃ γλώσσῃ, ἐνθέως Λουκᾶ φθεγγόμενος.

Παύλῳ τῷ σοφῷ, συνοδεύειν ἐπεπόθησας· ἀγαπητὸς γὰρ προσηγόρευσαι, ὡς ὑπηρέτης, Εὐαγγελιστὰ τῆς χάριτος.

Θεοτοκίον

Χαίροις ἀληθῶς, παρθενίας τὸ κειμήλιον, ἡ τῆς Προμήτορος ἀνάκλησις, καὶ τῆς κατάρας, ἡ λύσις τοῦ Προπάτορος.

ᾨδὴ ς' Ὁ Εἱρμὸς
«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς κακοῦργος ὁ δίκαιος κέκριται, καὶ μετὰ ἀνόμων τῷ ξύλῳ προσήλωται, τοῖς ὑπευθύνοις ἄφεσιν, τῷ οἰκείῳ δωρούμενος αἵματι.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Δι' ἑνὸς μὲν ἀνθρώπου τοῦ πρώτου Ἀδάμ, πάλαι εἰς τὸν κόσμον εἰσῆλθεν ὁ θάνατος, καὶ δι' ἑνὸς Ἀνάστασις, τοῦ Υἱοῦ τοῦ Θεοῦ πεφανέρωται.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.

ᾨδὴ ς' Τὴν δέησιν ἐκχεῶ

Εἰς ὄρος τῶν ἀρετῶν Ἀπόστολε, ἀναβὰς τῷ ποθουμένῳ ὡμίλεις, καὶ ὡς Μωσῆς θεογράφους, τὰς πλάκας, ἐγγεγραμμένας δακτύλῳ του Πνεύματος, ἐδέξω Μακάριε διττάς, Λουκᾶ τῆς οἰκουμένης διδάσκαλε.

Τὸν κόσμον σαῖς διδαχαῖς ἐφώτισας, οἷα ῥήτωρ τῆς σεπτῆς Ἐκκλησίας· ταῖς γὰρ αὐγαῖς, τῆς ἀκτίστου Τριάδος, πεπυρσευμένος ὡράθης Θεόληπτε, καὶ γέγονας ὥσπερ ἀστήρ, δᾳδουχῶν οἰκουμένης τὰ πέρατα.

Τὰς νόσους νῦν τῶν ψυχῶν Θεόπνευστε, ἰατρεύεις τῶν σωμάτων ὡς πάλαι, ἐμπιστευθείς, οὐρανόθεν τὸ δῶρον, καὶ ὡς πλουτήσας τὴν χάριν τοῦ Πνεύματος· ὁ Παῦλος γὰρ σε μαρτύρων, ἰατρὸν γεγονέναι παρίστησιν.

Θεοτοκίον

Ἐπέβλεψεν ἐπὶ σὲ ὁ Κύριος, τὴν ἐμὴν ἀνακαινίζων οὐσίαν, ὡς δυνατός, μεγαλεῖα ποιήσας, Θεογεννῆτορ ὡς ἔφης Πανάμωμε· καὶ ἔσωσέ με διὰ σοῦ ἐκ φθορᾶς, ὡς Θεός καὶ φιλάνθρωπος.

Κοντάκιον Ἦχος β' Τὰ ἄνω ζητῶν

Ἀνέστης Σωτήρ, ἐκ τάφου Παντοδύναμε καὶ ᾍδης ἰδών, τὸ θαῦμα ἐξεπλήττετο, καὶ νεκροὶ ἀνίσταντο, καὶ ἡ κτίσις ἰδοῦσα συγχαίρει σοι, καὶ ὁ Ἀδάμ συναγάλλεται, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Οἶκος

Σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, σὺ εἶ ἡ ἀνάστασις πάντων καὶ ἡ ζωὴ τῶν βροτῶν καὶ πάντας συνανέστησας, τοῦ θανάτου τὸ κράτος Σωτὴρ σκυλεύσας, καὶ τοῦ ᾍδου τὰς πύλας συντρίψας Λόγε, καὶ οἱ θνητοὶ κατιδόντες τὸ θαῦμα ἐθαύμαζον, καὶ πᾶσα κτίσις συγχαίρει ἐν τῇ σῇ Ἀναστάσει, Φιλάνθρωπε. Διὸ καὶ πάντες δοξάζομεν, καὶ ὑμνοῦμεν τὴν σὴν συγκατάβασιν, καὶ κόσμος Σωτήρ μου ἀνυμνεῖ σε ἀεί.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ.
Στίχοι

• • «Εἰς Ἐμμαοὺς βλέπειν σε κἂν πρὶν εἰργόμην,
• • (Λουκᾶς λέγει), τρανῶς σε νῦν Χριστὲ βλέπω».
• • Ὀγδοάτῃ δεκάτῃ πέρατος βίου ἔμμορε Λουκᾶς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαρίνου τοῦ γέροντος.

Στίχοι

• • Γέρων Μαρῖνος ἐξελέγχει γραῦν πλάνην,
• • Τόλμη νεάζων, καὶ τελειοῦται ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰουλιανοῦ τοῦ ἐν τῷ Εὐφράτῃ.

Στίχοι

• • Ἐκ τοῦ παρατρέχοντος ὡς ὄναρ βίου,
• • Ἰουλιανὸς ἄσμενος παρατρέχει.

Ὁ Ἅγιος Μνάσων ἐπίσκοπος Κύπρου, καὶ οἱ Ἅγιοι τεσσαράκοντα παῖδες ξίφει τελειοῦνται.

Μνήμη τῶν Ἁγίων νεοφανῶν Μαρτύρων Γαβριὴλ καὶ Κυρμιδώλη τῶν ἐν Αἰγύπτῳ ἀθλησάντων τῷ 1522.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμὸς

«Ἀντίθεον πρόσταγμα, παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οὐκ ἔφερες Δέσποτα, δι' εὐσπλαγχνίαν, θανάτῳ τὸν ἄνθρωπον, καθορᾶν τυραννούμενον, ἀλλ' ἦλθες καὶ ἔσωσας ἰδίῳ Αἵματι, ἄνθρωπος γενόμενος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἰδόντες σε ἔπτηξαν, ἠμφιεσμένον, στολὴν ἐκδικήσεως, οἱ πυλωροὶ τοῦ ᾅδου Χριστέ, ἀγνώμονα τύραννον, οἰκέτην Δέσποτα· ἦλθες γὰρ χειρώσασθαι, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἁγίων Ἁγίαν σε, κατανοοῦμεν, ὡς μόνην κυήσασαν, Θεὸν τὸν ἀναλλοίωτον, Παρθένε ἀμόλυντε, Μῆτερ ἀνύμφευτε· πᾶσι γὰρ ἐπήγασας πιστοῖς, τὴν ἀφθαρσίαν τῷ θείῳ τόκῳ σου.

ᾨδὴ ζ' Παῖδες Ἑβραίων

Ὣπως Λουκᾷ τε καὶ Κλεόπᾳ, ἐμφανίζεται Δεσπότης ἐκ τοῦ τάφου! ἀναστὰς γὰρ αὐτούς, ἐδίδασκε κραυγάζειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Τρίβον τοῦ βίου διατρέχων, συνοδεύοντα τὸν Λόγον εὗρες Μάκαρ, οὐρανίων σκηνῶν, ἀνοίγοντά σοι πύλας· Εὐλογητὸς εἶ κράζοντι, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Λύρα τοῦ Πνεύματος ἐδείχθης, μελῳδήματα θεόθεν φθεγγομένη, τοὺς ἀνθρώπους Λουκᾶ, φωτίζουσα βοῶντας· Εὐλογητός εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Χαῖρε Μαρία Θεοτόκε, ὁ Ἀσώματος ἐβόα σοι Παρθένε· σὺν αὐτῷ δὲ πιστοί, βοῶμέν σου τῷ τόκω· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ η' Ὁ Εἱρμὸς

«Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Αἵματι Χριστε, τῷ σῷ πεφοινιγμένην, τὴν τῆς σαρκός σου καθορῶντα στολήν, ἐν τρόμῳ ἐξίσταντο, τὴν πολλὴν μακροθυμίαν, τὰ τῶν Ἀγγέλων Τάγματα, κράζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ μου τὸ θνητόν, ἐνέδυσας Οἰκτίρμον, ἀθανασίαν τῇ ἐγέρσει σου· διὸ ἀγαλλόμενος, εὐχαρίστως ἀναμέλπει σοι, ὁ ἐκλεκτὸς λαὸς Χριστέ, κράζων σοι· Κατεπόθη, ὄντως εἰς νῖκος ὁ θάνατος.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ τὸν τοῦ Πατρός, ἀχώριστον ἐν μήτρᾳ, θεανδρικῶς πολιτευσάμενον, ἀσπόρως συνέλαβες καὶ ἀφράστως ἀπεκύησας, Θεογεννῆτορ Πάναγνε· ὅθεν σε σωτηρίαν, πάντων ἡμῶν ἐπιστάμεθα.

ᾨδὴ η' Τὸν ἐν ὄρει ἁγίῳ

Θεογράφους, ὡς πλάκας δεδεγμένοι, τὰς σὰς βίβλους, πιστῶς κατατρυφῶμεν, τοῦ φωτισμοῦ τῆς χάριτος πανόλβιε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς ὀργάνῳ, τῇ γλώττῃ σου τὸ πνεῦμα, κεχρημένον, φωτίζει τοὺς ἀνθρώπους, μυσταγωγοῦν τῆς χάριτος τὰ δόγματα, Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Συνεδέθης, τῇ σχέσει μετὰ Παύλου, θεορρῆμον, Λουκᾶ τῷ θεηγόρῳ, καὶ ξυνωρὶς πανέντιμος ἐδείχθητε, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Θεοπλόκῳ, σαγήνῃ σου τῶν λόγων, θεοκήρυξ, τους πλάνῃ κρατουμένους, πρὸς φωτισμὸν τῆς πίστεως ἐζώγρησας, Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον

Ἐλισάβετ, Μητέρα σε Κυρίου, προσεφώνει, Προφῆτις δεδειγμένη, τὸν Βαπτιστὴν καὶ Πρόδρομον βαστάζουσα· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶσα εἰς αἰῶνας.

ᾨδὴ θ' Ὁ Εἱρμὸς

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς ἐν Παραδείσῳ φυτευθέν, ἐν τῷ Κρανίῳ Σωτήρ, τὸ τρισόλβιον ξύλον τοῦ σοῦ ἀχράντου Σταυροῦ, αἵματι καὶ ὕδατι θείῳ, ὡς ἐκ πηγῆς τῆς θείας πλευρᾶς σου, Χριστὲ ἀρδευόμενον, τὴν ζωὴν ἡμῖν ἐξήνθησε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Καθεῖλες δυνάστας, σταυρωθεὶς ὁ παντοδύναμος, καὶ τὴν κάτω κειμένην, ἐν τῇ τοῦ ᾅδου φρουρᾷ, φύσιν τῶν ἀνθρώπων ὑψώσας, τῷ πατρικῷ ἐνίδρυσας θρόνῳ, μεθ' ἧς σε ἐρχόμενον, προσκυνοῦντες μεγαλύνομεν.

Τριαδικὸν

Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Μονάδα τρισάριθμον, Τριάδα ὁμοούσιον, ὀρθοδόξως ὑμνοῦντες, πιστοὶ δοξάσωμεν, ἄτμητον ὑπέρθεον φύσιν, τρισοφεγγῆ ἀνέσπερον αἴγλην, τὴν μόνην ἀκήρατον, τήν τὸ φῶς ἡμῖν ἐκλάμπουσαν.

ᾨδὴ θ' Ὅρους παρῆλθες

Ἔστης Λουκᾶ τῆς ἐφέσεως, τὸ τῶν ὀρεκτῶν οἷα φθάσας τὸ ἔσχατον, καὶ τέλους μακαρίου σαφῶς ἐπέτυχες, λυθέντων τῶν ἐσόπτρων,τῆς ἀληθείας ταῖς ἐμφάσεσι.

Λάμψας τῷ κόσμῳ ὡς ἥλιος, ἐνθεαστικῶς τῇ Τριάδι παρίστασαι, σὺν Παύλῳ τῷ θεόπτῃ, Λουκᾶ πανεύφημε, μεθ' οὗ σε θεοφάντορ, ἀκαταπαύστως μεγαλύνομεν.

Αἴγλῃ Λουκᾶ τῇ φωσφόρῳ σου, τοὺς σοὺς ὑμνητὰς φαιδρυνθῆναι δυσώπησον, καὶ κόσμῳ τὴν εἰρήνην παμμάκαρ βράβευσον, ὅπως σε θεηγόρε, ἀκαταπαύστως μεγαλύνωμεν.

Χαίρων Λουκᾶ νῦν παρίστασαι, τῷ Παμβασιλεῖ τῷ στεφάνῳ κοσμούμενος, τῆς θείας εὐπρεπείας καὶ ὡραιότητος· διὸ σὲ θεορρῆμον, ἀκαταπαύστως μεγαλύνομεν.

Θεοτοκίον

Λόγον ἐδέξω τὸν ἄσαρκον, φύσιν τὴν ἐμὴν ἀναπλάσαι βουλόμενον, καὶ τοῦτον σαρκωθέντα Παρθένε τέτοκας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

Καταβασίες

Ὠδὴ α’. Ἦχος δ’.

Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.

Ωδή γ'

Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.

Ωδή δ'

Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.

Ωδή ε'

Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.

Ωδή ς'

Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.

Ωδή ζ'

Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η' Αινούμεν…

Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ΄

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.

• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ωδή θ' Ήχος δ'

Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αύλων Nόων φύσις γεραίρουσα, τήν ιερά θαυμάσια τής Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.

  Άγιος Κύριος ο Θεός ημών, γ’

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Η'

Δύο Ἀγγέλους βλέψασα, ἔνδοθεν τοῦ μνημείου, Μαρία ἐξεπλήττετο, καὶ Χριστὸν ἀγνοοῦσα, ὡς Κηπουρὸν ἐπηρώτα, Κύριε ποῦ τὸ σῶμα, τοῦ Ἰησοῦ μου τέθεικας; κλήσει δὲ τοῦτον γνοῦσα εἶναι αὐτόν , τὸν Σωτῆρα ἤκουσε· Μή μου ἅπτου, πρὸς τὸν Πατέρα ἄπειμι, εἰπὲ τοῖς ἀδελφοῖς μου.

Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς

Λουκᾶ Χριστοῦ Ἀπόστολε, μύστα τῶν ἀπορρήτων, καί των ἐθνῶν Διδάσκαλε, μετὰ Παύλου τοῦ θείου, καὶ τῆς ἁγνῆς Θεοτόκου, ἧς τὴν θείαν εἰκόνα, ἐκ πόθου ἀνιστόρησας, ἐκδυσώπει θεόπτα, ὑπὲρ ἡμῶν, τῶν μακαριζόντων σε καὶ τιμώντων, τὴν ἱεράν σου κοίμησιν, Πάνσοφε μυστολέκτα.

Θεοτοκίον

Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης, μὴ ἀπώλεια· ἀλλὰ τῷ τοῦ Υἱοῦ σου, τότε φρικτῷ, ἀνευθύνως βήματι παραστῶμεν· ὡς Θεομήτωρ γὰρ ἁγνή, ὅσα θέλεις ἀνύεις.

Εἰς τοὺς Αἴνους, Ἦχος β'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Πᾶσα πνοή, καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Εἰπάτωσαν Ἰουδαῖοι, πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα; διατὶ γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου. Σωτὴρ ἡμῶν δόξα σοι.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἄγγελος μὲν τὸ Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν, Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν. Ὁ μὲν ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δὲ ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων, Κύριε δόξα σοι.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἦχος α' Νεφέλην σε φωτὸς

Χριστοῦ τὸν Μαθητήν, τὸν τοῦ Εὐαγγελίου συγγραφέα σοφώτατον, σκεύους τῆς ἐκλογῆς τὸν ὡραῖον, χαρακτῆρα ἔμψυχον πιστοί, οὗ ἐν ταῖς Ἐκκλησίαις ἀπάσαις ὁ ἔπαινος, Λουκᾶν τὸν Ἀπόστολον, ἐν ὕμνοις τιμήσωμεν· αὐτὸς γὰρ ἐκήρυξε, τοῦ Θεοῦ τὰ παράδοξα θαύματα, φωτίσας τοὺς ἐπὶ γῆς, θεολογίας ἀκτῖσι διὰ τῆς χάριτος.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἦχος α' Νεφέλην σε φωτὸς

Χριστοῦ τὸν Μαθητήν, τὸν τοῦ Εὐαγγελίου συγγραφέα σοφώτατον, σκεύους τῆς ἐκλογῆς τὸν ὡραῖον, χαρακτῆρα ἔμψυχον πιστοί, οὗ ἐν ταῖς Ἐκκλησίαις ἀπάσαις ὁ ἔπαινος, Λουκᾶν τὸν Ἀπόστολον, ἐν ὕμνοις τιμήσωμεν· αὐτὸς γὰρ ἐκήρυξε, τοῦ Θεοῦ τὰ παράδοξα θαύματα, φωτίσας τοὺς ἐπὶ γῆς, θεολογίας ἀκτῖσι διὰ τῆς χάριτος.

7. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Ἦχος α' Νεφέλην σε φωτὸς

Ψυχῶν ἰατρικήν, ὑπὲρ τὴν τῶν σωμάτων ἐκμαθών, ἐπιστήμην Σοφέ, κατ' ἄμφω παγκαλὴς ἀνεδείχθης, τὴν Θεοῦ σοφίαν ἐμπνευσθείς, ἐν ᾗ καὶ θεραπεύων ψυχὰς καὶ τὰ σώματα, Λουκᾶ παμμακάριστε, καλεῖς πρὸς ἐπίγνωσιν, πτεροῖς πρὸς τὸν ἔρωτα τοῦ Θεοῦ, τοὺς ἀνθρώπους ἑκάστοτε, ἀνάγεις εἰς οὐρανόν, καὶ ὑπὲρ πάντων πρεσβεύεις τῶν εὐφημούντων σε.

8. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ἦχος α' Νεφέλην σε φωτὸς

Ἀγκίστρῳ λογικῷ, τοὺς ἐν βάθει ἀγνοίας, ὡς ἰχθύας εἰσδύσαντας, ἑλκύσας εἰς ἐπίγνωσιν θείαν, τῷ Χριστῷ ὀψώνιον καλόν, προσηγάγω Παμμάκαρ, τιμὴν ἀξιόχρεων, ζωὴν τὴν ἀκήρατον λαβόντας καὶ ἄληκτον· διὸ καὶ Ἀπόστολος τοῦ Χριστοῦ ἐχρημάτισας, Σοφὸς Εὐαγγελιστής, καὶ συγγραφεὺς τῶν πραχθέντων ἔργων τῆς Χάριτος.

Δόξα... τὸ ἰδιόμελον Ἦχος πλ. δ'

Δαυϊτικῶς συνελθόντες οἱ Πιστοὶ ἐν ᾄσμασι, τῷ μυστικῷ ῥήτορι τοῦ Λόγου, Λουκᾶ ἐκβοήσωμεν· Ἡ γλῶσσά σου κάλαμος γραμματέως ἐδείχθη, Χριστοῦ τοῦ ὀξυγράφου, ὡραΐζουσα τὰς ὄψεις, πρὸς τὴν γνῶσιν τῶν ἐθνῶν, τῆς θείας ἐπιγνώσεως, ἐν ᾗ ἀνεκήρυξας τὸ Εὐαγγέλιον, καὶ τῶν συναποστόλων σου τὰς Πράξεις συνεγράψω. Διὸ παριστάμενος τῇ Τριάδι καὶ Θεῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.

Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.

Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,

Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.

Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.

Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.

Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.

Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.

Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.

Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.

Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').

Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.

Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.

Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.

Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').

Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν
Τα αντίφωνα

Α΄.Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος β'

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος β'

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ Ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾅδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον·Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.

Ἀπολυτίκιον Ἦχος γ'

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Είτα του ναού

Κοντάκιον

Προστασία των Χριστιανών ακαταίσχυντε,
μεσιτεία προς τον Ποιητήν αμετάθετε,
μη παρίδης αμαρτωλών δεήσεων φωνάς.
αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών,
των πιστώς κραυγαζόντων σοι.
τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

.
Προκείμενον.Ήχος πλ. δ’. (Ψαλμός ιη’).

Είς πάσαν την γήν εξήλθεν ο φθόγγος αυτού.

Στίχ. Οι ουρανοί διηγούνται δόξαν Θεού.

Πρός Κολοσσαείς Επιστολής Παύλου το Ανάγνωσμα.

Ἀδελφοί , 5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. 7 Τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, 8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, 9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε. 10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα, - περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν, 14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. 15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ' οἶκον αὐτοῦ ἐκκλησίαν· 16 καὶ ὅταν ἀναγνωσθῇ παρ' ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ' ὑμῶν· ἀμήν.

Αλληλούϊα (γ’)

Ευαγγέλιον
Κατά Λουκᾶν
( ι΄16-21)

Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 Εἶπε δὲ αὐτοῖς· Ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Είς το Εξαιρέτως...Άξιον Εστί

Κοινωνικὸν
<<Είς πάσαν την γήν>>

<<Είδομεν το φώς>>...

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

25-10-2009

† ΚΥΡΙΑΚΗ Κ΄. Μαρκιανοῦ καὶ Μαρτυρίου τῶν νοταρίων (†355), μαρτύρων· Ταβιθᾶς, ἣν θανοῦσαν ἀνέστησεν ὁ ἀπόστολος Πέτρος. ῏Ηχος γ΄. ῾Εωθινὸν θ΄.

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα...Ἀπολυτίκιον
Ἦχος δ' Ταχὺ προκατάλαβε

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Καθίσματα Ἦχος γ'

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων. Ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ Δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

Δόξα...

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἥτταν ἀνακαλούμενος, ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι.

Καὶ νῦν... Θεοτοκίον

Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Τὴν ὡραιότητα τῆς παρθενίας σου

Τὸ ἀναλλοίωτον τὸ τῆς Θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾍδης ἐπωδύρετο. Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν, βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

Δόξα...
Τὸ ἀκατάληπτον τὸ τῆς Σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς Ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόρρητον Μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾍδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ Ἀναστάσει σου.

Καὶ νῦν... Θεοτοκίον

Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ, μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ Τόκῳ σου, ἐν τῷ κόσμῳ, δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος γ'

Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον, εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

• Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε.
• Ἐν τῷ Νότῳ οἱ σπείροντες δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας.

Δόξα... Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει, ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται.

Ἀντίφωνον Β'

• Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν, τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν.

• Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί.

Δόξα... Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν· Θεὸς γάρ, ὡς Πατρί τε καὶ Λόγῳ.

Ἀντίφωνον Γ'

• Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι τρίβους βαδιοῦνται, τῶν ἐντολῶν φάγονται· ζωηρὰν γὰρ παγκαρπίαν.
• Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου Ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας.

Δόξα... Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ.

Προκείμενον

Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.

Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.

Χορός Κύριε, ελέησον.

Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Χορός Αμήν.

Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').

Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Χορός Κύριε, ελέησον (γ').

Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.

Ιερεύς Ειρήνη πάσι.

Χορός Καί τώ Πνεύματί σου.

Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...

Ιερεύς Πρόσχωμεν.

Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν θ’

Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου

• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με

• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός

• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε

• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου

• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι

• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι

• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα

• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον

• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου

• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού

• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με

• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου

• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου

• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις

• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει

• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ

• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'

Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός

Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…

Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος γ'

Ὁ Εἱρμὸς

«Ὁ τὰ ὕδατα πάλαι, νεύματι θείῳ, εἰς μίαν συναγωγὴν συναθροίσας, καὶ τεμὼν θάλασσαν Ἰσραηλίτῃ λαῷ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνῳ ᾄσωμεν, ὅτι δεδόξασται».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τὴν γῆν κατακρίνας, τῷ παραβάντι, ἱδρῶτος φέρειν καρπὸν τὰς ἀκάνθας, ἀκανθῶν στέφανον ἐκ παρανόμου χειρός, οὗτος ὁ Θεὸς ἡμῶν, σωματικῶς δεδεγμένος, τήν κατάραν ἔλυσεν, ὅτι δεδόξασται.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νικητὴς τροπαιοῦχος, κατὰ θανάτου, ὁ θάνατος δεδοικὼς ἀνεδείχθη· παθητὴν σάρκα γάρ, ἐμψυχωμένην λαβών, οὗτος ὁ Θεὸς ἡμῶν, καὶ συμπλακεὶς τῷ τυράννῳ, πάντας συνανέστησεν, ὅτι δεδόξασται.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀληθῆ Θεοτόκον, πάντα τὰ ἔθνη, δοξάζει σε τὴν ἀσπόρως τεκοῦσαν· ὑποδὺς μήτραν γὰρ ἡγιασμένην τὴν σήν, οὗτος ὁ Θεὸς ἡμῶν, τὸ καθ' ἡμᾶς οὐσιώθη, καὶ Θεός καὶ ἄνθρωπος, ἐκ σοῦ γεγέννηται.

Διττοῖς προσοίσω Μάρτυσιν μελῳδίαν. Ἰωσήφ.

Των μαρτύρων

ᾨδὴ α' Ἦχος δ'
Τριστάτας κραταιοὺς

Διόλου τῷ φωτί, τῆς Ἁγίας Τριάδος, ἐλλαμπόμενοι ἀεί, φωστῆρες ἀπλανεῖς, χρηματίζετε Ἅγιοι· ὅθεν πίστει τὴν φωσφόρον, ἑορτὴν ὑμῶν σήμερον, ἐκτελοῦντες φαιδρῶς ἀγαλλόμεθα.

Ἰδεῖν τὸν ἐπὶ γῆς, ἀναλάμψαντα Λόγον, ἐκ Παρθένου δι' ἡμᾶς, ποθοῦντες Ἀθληταί, τῷ Πατρὶ ὁμοούσιον, τοῦτον καθομολογοῦντες, βιαιότατον θάνατον, λογισμῷ στερροτάτῳ ὑπέστητε.

Τοῦ Παύλου τοῦ σοφοῦ, θεηγόροι δειχθέντες, ὀπαδοὶ καὶ φοιτηταί, ὁμότιμον Πατρί, τὸν Υἱὸν ἐκηρύξατε· ὅθεν ξίφεσι τμηθέντες, τῇ πλημμύρᾳ τοῦ αἵματος, Ἀθλοφόροι τὴν γῆν ἡγιάσατε.

Θεοτοκίον

Τὸν ἄναρχον Υἱόν, τοῦ Θεοῦ συλλαβοῦσα, ἐσωμάτωσας Ἁγνή, γενόμενον βροτόν, διὰ ἔλεος ἄφατον· ὅθεν τοῦτον προσκυνοῦντες, εὐσεβῶς σε δοξάζομεν, τὴν αἰτίαν τῆς πάντων θεώσεως.

ᾨδὴ γ'

Ὁ Εἱρμὸς

«Ὁ ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, τῷ Λόγῳ κτιζόμενα, τελειούμενα Πνεύματι, Παντοκράτορ Δέσποτα, ἐν τῇ ἀγάπῃ τῇ σῇ στερέωσόν με».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Διὰ Σταυροῦ σου ᾐσχύνθη ὁ ἀσεβής· εἰργάσατο βόθρον γάρ, ὃν ὀρύξας εἰσπέπτωκε, ταπεινῶν ὑψώθη δὲ Χριστέ, τὸ κέρας ἐν τῇ σῇ Ἀναστάσει.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς εὐσεβείας τὸ κήρυγμα τῶν ἐθνῶν, ὡς ὕδωρ ἐκάλυψε τὰς θαλάσσας φιλάνθρωπε· ἀναστὰς ἐκ τάφου γάρ, τὸ τῆς Τριάδος ἀπεκάλυψας φέγγος.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δεδοξασμένα λελάληνται περὶ σοῦ, ἡ πόλις ἡ ἔμψυχος, τοῦ ἀεὶ βασιλεύοντος· διὰ σοῦ γὰρ Δέσποινα, τοῖς ἐπὶ γῆς Θεὸς συνανεστράφη.

ᾨδὴ γ'
Οὐκ ἐν σοφίᾳ

Ὀρθοδοξίᾳ, λαμπρυνόμενοι θείῳ ἐν Πνεύματι, τὸν Ἀρείου σκοτασμόν, ὁλοσχερῶς διεφύγετε, Μάρτυρες γενόμενοι τοῦ Παντοκράτορος.

Ἴσον τὸν Λόγον, τῷ Πατρὶ δογματίσαντες Ἅγιοι, κατεκρίθητε θανεῖν, Μαρκιανὲ καὶ Μαρτύριε, καὶ πρὸς ἀτελεύτητον, ζωὴν μετέβητε.

Στρατολογίᾳ, ἱερᾷ τῶν Ἀγγέλων συνήφθητε, καὶ Μαρτύρων τοῖς χοροῖς, περιφανῶς ἠριθμήθητε· ὅθεν τὴν σεπτὴν ὑμῶν, μνήμην γεραίρομεν.

Θεοτοκίον

Πεποικιλμένη, κροσσωτοῖς ἐν χρυσοῖς ὡς Βασίλισσα, τοῦ Δεσπότου καὶ Θεοῦ, ἐκ δεξιῶν νῦν παρίσταται, Δέσποινα πρεσβεύουσα, ὑπὲρ τῶν δουλων σου.

Κάθισμα Ἦχος γ'

Τὴν ὡραιότητα

Τὸν ὁμοούσιον, τοῦ πρὸ αἰώνων Πατρός, Υἱὸν καὶ Κύριον, ἔνσαρκον Λόγον Χριστόν, ἀνεκηρύξατε σαφῶς, ἀδιαιρέτως Ἅγιοι· ὅθεν μέχρις αἵματος, ὑπὲρ τούτου ἀνέστησε, πᾶσαν στηλιτεύσαντες, τοῦ Ἀρείου δυσσέβειαν· διὸ ἐν παρρησίᾳ ὑπάρχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, Θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, Ἁγνὴ φρικτὸν μυστήριον· τὸν γὰρ ἀπερίγραπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου· ὃν πάντοτε Ἁγνὴ ὡς Υἱόν σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ δ'

Ὁ Εἱρμὸς

«Ἔθου πρὸς ἡμᾶς, κραταιὰν ἀγάπησιν Κύριε· τὸν μονογενῆ γάρ σου Υἱόν, ὑπὲρ ἡμῶν εἰς θάνατον δέδωκας· διό σοι κραυγάζομεν, εὐχαριστοῦντες· Δόξα τῇ δυνάμει σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Στίγματα Χριστέ, συμπαθῶς καὶ μώλωπας ἤνεγκας, ὕβριν ῥαπισμάτων καρτερῶν, καὶ μακροθύμως φέρων ἐμπτύσματα, δι' ὧν κατειργάσω μοι τὴν σωτηρίαν· Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σώματι θνητῷ, ἡ ζωὴ θανάτῳ ὡμίλησας, τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ στεναγμοῦ πενήτων σου ἕνεκεν, καὶ φθείρας τὸν φθείραντα δεδοξασμένε, πάντας συνανέστησας, μόνε φιλάνθρωπε.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μνήσθητι Χριστέ, ἧς ἐκτησω ποίμνης τῷ πάθει σου, τῆς δεδοξασμένης σου Μητρός, τὰς συμπαθεῖς ἐντεύξεις δεξάμενος, καὶ ἐπισκεψάμενος, κεκακωμένην ῥῦσαι, τῇ δυνάμει σου Κύριε.

ᾨδὴ δ'
Ὁ καθήμενος ἐν δόξῃ

Ῥωμαλέᾳ διανοίᾳ, καὶ τελείῳ φρονήματι, τὴν ὀρθοδοξίαν, Μάρτυρες Κυρίου κρατύναντες, μαρτυρικῶς τὸν ἀγῶνα ἐτελέσατε, τῆς αἱρέσεως, τὸν σκοτασμὸν ἀπελάσαντες.

Ὁ τὸν Λόγον μὴ κηρύξας, τῷ Πατρὶ ὁμοούσιον, ὡς μανεὶς ἀφρόνως, Μάρτυρες νευραῖς ἀπηγχόνισται, τῶν ἱερῶν ὑμῶν πόνων καὶ βεβύθισται, τῶν αἱμάτων, ταῖς ἐπιρροαῖς θείᾳ χάριτι.

Στρατευθέντες τῷ Κυρίῳ, διὰ πίστεως Ἅγιοι, καὶ ἐνηθληκότες, τοῖς ἐπουρανίοις στρατεύμασι, συνηριθμήθητε· ὅθεν μακαρίζεσθε, στηριγμὸς ἡμῶν, καὶ φωτισμός χρηματίσαντες.

Οἱ μαζοὶ τῆς Ἐκκλησίας, οἱ τὸ γάλα προχέοντες, τῆς ὀρθοδοξίας, καὶ τοὺς εὐσεβεῖς διατρέφοντες, Μαρκιανὸς ὁ γενναῖος καὶ Μαρτύριος, εὐφημείσθωσαν, χαρμονικοῖς μελῳδήμασιν.

Θεοτοκίον

Ἱερὸς πάλαι Προφήτης, ὄρος θεῖον ἐκάλεσεν, ἀρεταῖς Παρθένε, πάναγνε διόλου κατάσκιον, ἐξ οὗ σωτήριος Λόγος πεφανέρωται, εἰς ἀνάπλασιν, καὶ φωτισμὸν τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ ε'

Ὁ Εἱρμὸς

«Πρὸς σὲ ὀρθρίζω, τὸν τοῦ παντὸς Δημιουργόν, τὴν ὑπερέχουσαν πάντα νοῦν εἰρήνην, διότι φῶς τὰ προστάγματά σου, ἐν οἷς με καθοδήγησον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Κριτῇ ἀδίκῳ, Ἑβραίων φθόνῳ προδοθεὶς ὁ παντεπόπτης, καὶ ἅπασαν δικαίως, κρίνων τὴν γῆν, τὸν Ἀδὰμ τῆς πάλαι, ἐρρύσω κατακρίσεως.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὴν σὴν εἰρήνην, ταῖς Ἐκκλησίαις σου Χριστέ, τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου, ὁ ἐκ νεκρῶν ἀναστὰς παράσχου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σκηνὴ ἁγία, καὶ πλατυτέρα οὐρανῶν, ὡς τὸν ἐν πάσῃ ἀχώρητον τῇ κτίσει, Λόγον Θεοῦ δεξαμένη, μόνη ἐδείχθης Ἀειπάρθενος.

ᾨδὴ ε'

Ἀσεβεῖς οὐκ ὄψονται
Σοφωτάτων ὤφθητε, δογμάτων ὀπαδοί, Παύλου θείου ἱερουργοῦ, οὗ τοὺς τρόπους Μάρτυρες ἐκμιμησάμενοι, καρτερῶς ἠθλήσατε, καὶ νομίμως κατεστέφθητε.

Ὡς ἀστέρες λάμπετε, ἐν ὕψει τῆς σεπτῆς, Ἐκκλησίας περιφανῶς, σκότος τὸ βαθύτατον ἀποδιώκοντες, τῆς Ἀρείου Ἅγιοι, γενναιότατοι αἱρέσεως.

Μακρυνθέντες Ἅγιοι, τοῦ βίου τῶν τερπνῶν, ᾠκειώθητε τῷ Χριστῷ, βραχυτάτῳ αἵματι, καὶ τὴν ἀσάλευτον, βασιλείαν ἔνδοξοι, Ἀθλοφόροι ἐκληρώσασθε.

Θεοτοκίον

Ἀληθῶς Θεοῦ Υἱόν, ἐκύησας Ἁγνή, ὁμοούσιον τῷ Πατρί, καὶ τῷ θείῳ Πνεύματι θεογεννήτρια, ὃν ἀπαύστως αἴτησαι, οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ ς'

Ὁ Εἱρμὸς

«Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν ἐκύκλωσέ με, καὶ ἐκλείπει τὸ πνεῦμά μου, ἀλλ' ἐκτείνας Δέσποτα, σὸν ὑψηλὸν βραχίονα, ὡς τὸν Πέτρον με, κυβερνῆτα διάσωσον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἄβυσσος ἐλέους καὶ οἰκτιρμῶν, ἐκύκλωσέ με, τῇ εὐσπλάγχνῳ καθόδῳ σου· σαρκωθεὶς γὰρ Δέσποτα, καὶ γεγονὼς ἐν δούλου μορφῇ, ἐθεούργησας, καὶ σεαυτῷ συνεδόξασας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νέκρωσιν ὑπέστη ὁ νεκρωτής, τὸν νεκρωθέντα ζωωθέντα θεώμενος, τῆς σῆς Ἀναστάσεως, ταῦτα Χριστὲ τὰ σύμβολα, καὶ τοῦ Πάθους σου, τοῦ ἀχράντου τὰ ἔπαθλα.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πάναγνε ἡ μόνη τῷ πλαστουργῷ, καὶ τοῖς ἀνθρώποις, ὑπὲρ νοῦν μεσιτεύσασα, τὸν Υἱόν σου ἵλεων, τοῖς ἐπταικόσι δούλοις σου, καὶ ὑπέρμαχον, χρηματίσαι δυσώπησον.

ᾨδὴ ς'

Ἦλθον εἰς τὰ βάθη

Ῥήμασι ποιμένος θεοσόφου, σοφοὶ ἀκολουθοῦντες, τὴν ὀρθόδοξον πίστιν τηρεῖτε, Μαρκιανέ, καὶ θεῖε Μαρτύριε, ὑπὲρ ἧς ἐσφαγιάσθητε.

Τίμιος ἐνώπιον Κυρίου, ὁ θάνατος ὡράθη, ὑμῶν Ἅγιοι, σοφοὶ ὁπλῖται· ὅθεν τιμαῖς, ἐτησίοις ἔνδοξοι, ὑπὸ πάντων μακαρίζεσθε.

Ὑμᾶς τοὺς γενναίους Ἀθλοφόρους, Μαρκιανὲ παμμάκαρ, καὶ Μαρτύριε πηγὴν θαυμάτων, ἡ τοῦ Χριστοῦ, Ἐκλησία ἔχουσα, αἰωνίως ἐπαγάλλεται.

Θεοτοκίον

Στόματι καὶ γλώσσῃ σε Μητέρα, παναληθῶς Παρθένε, τοῦ Θεοῦ ἡμῶν ὁμολογοῦμεν, αὐτὸν Ἁγνή, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον Ἦχος γ'

Ἡ Παρθένος ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου, σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου.

Ὁ Οἶκος

Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν, ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς Ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταράσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Στίχοι

• • Χριστοῦ καλάμους τοὺς Νοταρίους νόει,
• • Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους.
• • Πέμπτῃ Μαρκιανὸν τάμον εἰκάδι Μαρτύριόν τε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλλερίνου.

Στίχοι

• • Οὐαλλερῖνος τὴν κάραν τμηθεὶς ξίφει,
• • Τομῆς βραχείας ὢ πόσα στέφη λάβοι!

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου.

Στίχοι

• • Εἰσδύς τὸ πῦρ χορευε, Μάρτυς Σαβίνε,
• • θείαν χορείαν, πρόξενον θείου στέφους.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐαλλερίου καὶ Χρυσάφου.

Στίχοι

• • Διττοῖς Ἀθληταῖς ἡ τιμωρία ξίφος,
• • Ἡγουμένοις τρύφημα τὴν Τιμωρίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταβιθᾶς, ἣν ἀνέστησεν ἐκ νεκρῶν ὁ Ἅγιος Πέτρος.

Στίχοι

• • Ποῦ σοι, Ταβιθά, Πέτρος; εἰ γὰρ ἦν πάλιν,
• • Ἤγειρεν ἂν σε καὶ θανοῦσαν ὡς πάλαι.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'

Ὁ Εἱρμὸς

«Ὡς πάλαι τοὺς εὐσεβεῖς, τρεῖς Παῖδας ἐδρόσισας, ἐν τῇ φλογὶ τῇ Χαλδαϊκῇ, τῷ φωτιστικῷ τῆς Θεότητος πυρί, καὶ ἡμᾶς καταύγασον• Εὐλογητὸς εἶ κράζοντας• ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐρράγη τὸ τοῦ Ναοῦ, φαιδρὸν καταπέτασμα, ἐν τῷ Σταυρῷ τοῦ Δημιουργοῦ, τὴν ἐγκεκρυμμένην τῷ γράμματι δηλοῦν, τοῖς πιστοῖς ἀλήθειαν• Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Νυγείσης σου τῆς πλευρᾶς, ῥανίδες θεόρρυτοι, ζωοποιοῦ αἵματος Χριστέ, οἰκονομικῶς ἀποστάζουσαι εἰς γῆν, τοὺς ἐκ γῆς ἀνέπλασαν. Εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Τριαδικὸν

Τὸ Πνεῦμα τὸ ἀγαθόν, Πατρὶ συνδοξάσωμεν, καὶ τῷ Υἱῷ τῷ μονογενεῖ, μίαν ἐν τρισί, πιστοὶ σέβοντες ἀρχήν, καὶ μίαν Θεότητα. Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ζ'
Ἀβραμιαῖοι ποτὲ

Ἰχνηλατοῦντες καλῶς, τὸν ἱερὸν Ποιμένα, ὀρθοδοξίᾳ καλλυνόμενοι, χερσὶν ἀνῃρέθητε, κακοδοξούντων μάτην, πανευκλεεῖς ὁπλῖται.

Νομοθεσίας Θεοῦ, ἀπαρατρώτους πίστει, διατηροῦντες θεῖοι Μαρτυρες, νομίμως ἠθλήσατε, ὑπὸ χειρῶν ἀνόμων, ἀναιρεθέντες ξίφει.

Μετὰ ταφὴν ἱεράν, τῶν προσιόντων πίστει, ὑμῶν τῷ τάφῳ τὰ νοσήματα, ἐνθάπτετε Ἅγιοι, ταῖς πρὸς τὸν Ζωοδότην, ἁγίαις μεσιτείαις.

Ἐκ τῶν πηγῶν μυστικῶς, τῶν ἱερῶν πλουτοῦντες, τὴν θείαν χάριν τῶν ἰάσεων, πιστοὺς καταρδεύετε, τῶν νοσημάτων πᾶσαν, ξηραίνοντες πλημμύραν.

Θεοτοκίον

Λελυτρωμένοι τῷ σῷ, Θεογεννῆτορ τόκῳ, τῆς αἰωνίου κατακρίσεως, τὸ Χαῖρέ σοι κράζομεν ἀεί, εὐλογημένη καὶ κεχαριτωμένη.

ᾨδὴ η'

Ὁ Εἱρμὸς

«Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείᾳ προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐρράγη ναοῦ ἡ φαιδρότης, ὅτε ὁ Σταυρός σου ἐπάγη ἐν Κρανίῳ, καὶ ἡ κτίσις συνεκλονεῖτο, φόβῳ ἀναμέλπουσα· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνέστης Χριστὲ ἐκ τοῦ τάφου, καὶ τὸν πεπτωκότα τῇ ἀπάτῃ, διὰ ξύλου ἀνωρθώσω θείᾳ δυνάμει, κράζοντα καὶ λέγοντα• Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὸς τοῦ Θεοῦ ἀνεδείχθης, ἔμψυχον χωρίον κιβωτός τε, τὸν Ποιητήν• τοῖς βροτοῖς γὰρ Θεογεννῆτορ, ἄχραντε κατήλλαξας, καὶ ἀξίως πάντα τὰ ἔργα ὑμνοῦμέν σε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η'

Λυτρωτὰ τοῦ παντὸς

Ὥσπερ δύο ἀμνοὶ σφαγιάζεσθε, τὸν Ἀμνὸν τοῦ Θεοῦ ὁμοούσιον, Πατρὸς ἀνακηρύττοντες, καὶ τραπέζῃ τῇ ἄνω προσενεχθέντες, ἀθλητῶν ὁμηγύρει συντάττεσθε.

Δυναμούμενοι σθένει τοῦ Πνεύματος, ἐξενεύρισαν πλάνης τὸ φρύαγμα, καὶ καρτερῶς ἀθλήσαντες, τοὺς δεινῶς παρεθέντας ταῖς ἀσθενείαις, οἱ πιστοὶ θεραπεύουσι Μάρτυρες.

Ἰατροὶ τῶν πιστῶν χρηματίζοντες, τῶν παθῶν ἡμῶν Ἅγιοι Μάρτυρες, τὰ χαλεπὰ νοσήματα, καὶ τὰς ἐπαναστάσεις τὰς ἐναντίας, θεραπεύσατε θείαις δεήσεσιν.

Τριαδικὸν

Ἀνυμνοῦμεν Πατέρα ἀγέννητον, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, μίαν οὐσίαν ἄκτιστον, καὶ θεότητα μίαν· Πάντα τὰ ἔργα, εὐλογεῖτε βοῶντες τὸν Κύριον.

Θεοτοκίον

Νεκρωθέντας ἡμᾶς ἀνεζώωσας, τὴν ζωὴν τῶν ἁπάντων κυήσασα, Θεοκυῆτορ Δέσποινα, τῶν Μαρτύρων ἡ δόξα, καὶ τῶν ἀνθρώπων, τὸ διάσωσμα καὶ περιτείχισμα

ᾨδὴ θ'

Ὁ Εἱρμὸς

«Καινὸν τὸ θαῦμα καὶ θεοπρεπές! τῆς Παρθένου γὰρ τὴν κεκλεισμένην πύλην, σαφῶς διοδεύει Κύριος, γυμνὸς ἐν εἰσόδῳ, καὶ σαρκοφόρος ὤφθη ἐν ἐξόδῳ Θεός, καὶ μένει ἡ πύλη κεκλεισμένη· ταύτην ἀφράστως, ὡς Θεομήτορα μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φρικτὸν ἰδέσθαι σὲ τὸν ποιητήν, ἐπὶ ξύλου ἀναρτηθέντα Λόγε Θεοῦ, σαρκικῶς δὲ πάσχοντα, Θεὸν ὑπὲρ δούλων, καὶ ἐν μνημείῳ ἄπνουν κατακείμενον, νεκροὺς δὲ τοῦ ᾅδου λελυκότα• ὅθεν Χριστέ σε, ὡς παντοδύναμον μεγαλύνομεν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Φθορᾶς θανάτου ἔσωσας Χριστέ, τοὺς προπάτορας, κατατεθεὶς ἐν τάφῳ νεκρός, καὶ ζωὴν ἐξήνθησας, νεκροὺς ἀναστήσας, χειραγωγήσας φύσιν τὴν βροτείαν πρὸς φῶς, καὶ θείαν ἐνδύσας ἀφθαρσίαν• ὅθεν πηγήν σε, φωτὸς ἀειζώου μεγαλύνομεν.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ναὸς καὶ θρόνος ὤφθης τοῦ Θεοῦ, ἐν ᾧ ᾤκησεν ὁ ἐν ὑψίστοις πέλων, τεχθεὶς ἀπειράνδρως Πάναγνε, σαρκὸς μὴ ἀνοίξας ὅλως σου πύλας• ὅθεν ταῖς ἀλήκτοις, σεμνὴ λιταῖς σου, τὰ φῦλα τῶν βαρβάρων, θᾶττον εἰς τέλος, τῷ Βασιλεῖ ἡμῶν καθυπόταξον.

ᾨδὴ θ'

Εὔα μὲν τῷ τῆς παρακοῆς

Ἰσχὺϊ νευρούμενοι Χριστοῦ, τὸν θάνατον ἀθλοφόροι οὐκ ἐπτήξατε, ἀλλὰ προθύμως ὑποθέντες, τοῖς ξίφεσιν αὐχένας ἠνύσατε, γενναίως τὸν ἀγῶνα τὸν ἔνθεον· ὅθεν ἀξίως μακαρίζεσθε.

Ὡς δύο ἀστέρες φαεινοί, φωτίζετε οἰκουμένης τὰ πληρώματα, θείαις τῶν ἄθλων λαμπηδόσι, Μαρκιανὲ σοφὲ καὶ Μαρτύριε, τὸ σκότος τῆς ζοφώδους αἱρέσεως, τῆς τοῦ Ἀρείου ἀπελαύνοντες.

Στεφάνους τῆς δόξης ἐκ Θεοῦ, νικήσαντες τὸν τυφλόνουν Μακεδόνιον, ἤδη εἰλήφατε ἀξίως, καὶ θρόνῳ τοῦ Δεσπότου παρίστασθε, ἡμῖν ἁμαρτιῶν ἐξαιτούμενοι, λύσιν τελείαν Ἀξιάγαστοι.

Ἡ μνήμη ἡ ἔνθεος ὑμῶν, ἀνέτειλε τοῦ ἡλίου τηλαυγέστερον, πάντων φωτίζουσα καρδίας, τῶν ταύτην ἐκτελούντων Μακάριοι, ἐν ᾗ ἐκδυσωπεῖτε τὸν Κύριον, σκότους πταισμάτων ἡμᾶς ῥύσασθαι.

Θεοτοκίον

Φωτὸς οἰκητήριον Ἁγνὴ ὑπάρχουσα, τῆς ψυχῆς μου κόρας φώτισον, ἀμαυρωθείσας ἀμελείᾳ, καὶ σκότος ῥαθυμίας βαθύτατον, ἀεὶ περικειμένας πανάμωμε, ὅπως ἐν πίστει μακαρίζω σε.

Καταβασίες

Ὠδὴ α’. Ἦχος δ’.

Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.

Ωδή γ'

Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.

Ωδή δ'

Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.

Ωδή ε'

Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.

Ωδή ς'

Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.

Ωδή ζ'

Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η' Αινούμεν…

Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ΄

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.

• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ωδή θ' Ήχος δ'

Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αύλων Nόων φύσις γεραίρουσα, τήν ιερά θαυμάσια τής Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.

  Άγιος Κύριος ο Θεός ημών, γ’

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Θ'

Συγκεκλεισμένων Δέσποτα, τῶν θυρῶν ὡς εἰσῆλθες, τοὺς Ἀποστόλους ἔπλησας, Πνεύματος παναγίου, εἰρηνικῶς ἐμφυσήσας, οἷς δεσμεῖν τε καὶ λύειν, τὰς ἁμαρτίας εἴρηκας, καὶ ὀκτὼ μεθ' ἡμέρας, τὴν σὴν πλευράν, τῷ Θωμᾷ ὑπέδειξας καὶ τὰς χεῖρας. Μεθ' οὗ βοῶμεν· Κύριος, καὶ Θεὸς σὺ ὑπάρχεις.

Ἐξαποστειλάριον

Τοῖς μαθηταῖς

Μαρκιανὸς ὁ πάνσοφος, καὶ Μαρτύριος ἅμα, τὸ τοῦ Ἀρείου ἔκφυλον, δόγμα καὶ μανιῶδες, καθεῖλον χάριτι θείᾳ τῆς Ἁγίας Τριάδος, ὑπὲρ ἧς καὶ ἐνήθλησαν, καὶ ὡς Μάρτυρες θεῖοι, στέφος λαμπρόν, πρὸς Χριστοῦ δεξάμενοι τοῦ Σωτῆρος, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῶν αὐτοὺς εὐφημούντων.

Θεοτοκίον

Σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον, καὶ ὄρος καὶ παλάτιον, θρόνον κλίνην καὶ πύλην, τοῦ Βασιλέως τῆς δόξης, τὴν Ἁγίαν Παρθένον, καὶ Θεοτόκον ἅπαντες, ἀνυμνοῦμεν ἐκ πόθου· Χριστιανῶν, σκέπη γὰρ ὑπάρχεις καὶ σωτηρία, καὶ ἀρραγὴς ὑπέρμαχος, καὶ προστάτις καὶ φύλαξ.

Αἶνοι Ἦχος γ'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν• Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη δι' ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε, ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς Ἀναστάσεως τὴν πεῖραν εἰληφότα. Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα• Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν, οὒκ ἔστιν ᾧδε, ἀλλ' ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε• ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τόν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

-- Ὕμνον ἑωθινόν, αἱ Μυροφόροι Γυναῖκες, τὰ δάκρυα προσέφερον Κύριε• εὐωδίας γὰρ ἀρώματα κατέχουσαι, τὸ μνῆμά σου κατέλαβον, τὸ ἄχραντόν σου Σῶμα, μυρίσαι σπουδάζουσαι, Ἄγγελος καθήμενος ἐπὶ τὸν λίθον, αὐταῖς εὐηγγελίσατο• Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τὸν θάνατον γὰρ πατήσας, ἀνέστη ὡς Θεός, παρέχων πᾶσι τὸ μέγα ἔλεος.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

-- Ἐξαστράπτων Ἄγγελος, ἐπὶ τὸ μνῆμά σου τὸ ζωοποιόν, ταῖς Μυροφόροις ἔλεγεν• Ἐκένωσε τοὺς τάφους ὁ Λυτρωτής, ἐσκύλευσε τὸν ᾅδην, καὶ ἀνέστη τριήμερος, ὡς μόνος Θεὸς καὶ παντοδύναμος.

7. Ἀνάστηθι, Κύριε, ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.

-- Εἰς τὸ μνῆμά σε ἐπεζήτησεν, ἐλθοῦσα τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ• μή εὑροῦσα δὲ ὠλοφύρετο, κλαυθμῷ βοῶσα• οἴμοι Σωτήρ μου, πῶς ἐκλάπης πάντων Βασιλεῦ; Ζεῦγος δὲ ζωηφόρων Ἀγγέλων, ἔνδοθεν τοῦ μνημείου ἐβόα• Τί κλαίεις ὧ Γύναι; Κλαίω φησίν, ὅτι ᾖραν τὸν Κύριόν μου τοῦ τάφου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. Αὐτὴ δὲ στραφεῖσα ὀπίσω, ὡς κατεῖδέ σε, εὐθέως ἐβόα• ὁ Κύριός μου, καὶ ὁ Θεός μου, δόξα σοι.

8. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

-- Ἑβραῖοι συνέκλεισαν, ἐν τῷ τάφῳ τὴν ζωήν, Λῃστὴς δὲ ἀνέῳξεν ἐν τῇ γλώσσῃ τὴν τρυφήν, κραυγάζων καὶ λέγων• ὁ μετ' ἐμοῦ δι' ἐμὲ σταυρωθείς, συνεκρέματό μοι ἐπὶ τοῦ ξύλου, καὶ ἐφαίνετό μοι ἐπὶ τοῦ θρόνου, τῷ Πατρὶ συγκαθήμενος• αὐτὸς γάρ ἐστι Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δόξα... ΕΩΘΙΝΟΝ Θ' Ἦχος πλ. α'

Ὡς ἐπ' ἐσχάτων τῶν χρόνων, οὔσης ὀψίας Σαββάτων, ἐφίστασαι τοῖς φίλοις Χριστέ, καὶ θαύματι θαῦμα βεβαιοῖς, τῇ κεκλεισμένῃ εἰσόδῳ τῶν θυρῶν, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν· ἀλλ' ἔπλησας χαρᾶς τοὺς Μαθητάς, καὶ Πνεύματος ἁγίου μετέδωκας αὐτοῖς, καὶ ἐξουσίαν ἔνειμας ἀφέσεως ἁμαρτιῶν, καὶ τὸν Θωμᾶν οὐ κατέλιπες, τῷ τῆς ἀπιστίας καταβαπτίζεσθαι κλύδωνι. Διὸ παράσχου καὶ ἡμῖν, γνῶσιν ἀληθῆ, καὶ ἄφεσιν πταισμάτων, εὔσπλαγχνε Κύριε.

Καὶ νῦν... Θεοτοκίον

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.

Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.

Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,

Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.

Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.

Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.

Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.

Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.

Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.

Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.

Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').

Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.

Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.

Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.

Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').

Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Τα αντίφωνα

Α΄.Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος γ'

Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος, ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος, ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον, πρωτότοκος τῶν νεκρῶν ἐγένετο, ἐκ κοιλίας ᾅδου ἐρρύσατο ἡμᾶς, καὶ παρέσχε κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον

Ἦχος δ' Ταχὺ προκατάλαβε

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση· Αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Είτα του ναού

Κοντάκιον

Προστασία των Χριστιανών ακαταίσχυντε,
μεσιτεία προς τον Ποιητήν αμετάθετε,
μη παρίδης αμαρτωλών δεήσεων φωνάς.
αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών,
των πιστώς κραυγαζόντων σοι.
τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

Προκείμενον.Ήχος γ’. (Ψαλμός μστ’).

Ψάλατε τώ Θεώ ημών, ψάλατε.

Στίχ. Πάντα τα έθνη κροτήσατε χείρας.

Πρός Γαλάτας Επιστολής Παύλου το Ανάγνωσμα.

Κυριακή Κ΄ (Γαλ. 1,11-19)

Ἀδελφοί, 11. γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον• 12. οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. 13. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, 14. καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 15. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16. ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, 17. οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. 18. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε• 19. ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

Αλληλούϊα (γ’)

Ευαγγέλιον

Κυριακή ΣΤ΄ Λουκά (Λουκ. 8,26-39)

Τῷ καιρῷ ἐκείνω, ἐλθόντι τῷ Ἰησοῦ 26. εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, 27. ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ' ἐν τοῖς μνήμασιν. 28. ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε• τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. 29. παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30. ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων• τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε• λεγεών• ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν• 31. καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32. ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει• καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν• καὶ ἐπέτρεψεν αὐτοῖς. 33. ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. 34. ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35. ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ' οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. 36. ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37. καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ' αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. 38. ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ' οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ• ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων• 39. ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ' ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

Είς το Εξαιρέτως...Άξιον Εστί

Κοινωνικὸν

<<Αινείτε>>

<<Είδομεν το φώς>>...

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

1-11-2009

† ΚΥΡΙΑΚΗ ΚΑ΄ (Ε΄ ΛΟΥΚΑ). Κοσμά καί Δαμιανού των Αναργύρων και της μητρός αυτών Θεοδότης (των εκ Μικράς Ασίας). Δαυίδ οσίου του έν Ευβοία (ιϛ΄ αι.), Ιακώβου ιερομάρτ. του έν Αιτωλία και των μαθητών αυτου. Ήχος δ΄. Εωθινόν ι΄.

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Δόξα...Ἀπολυτίκιον Ἦχος πλ. δ'

Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Καὶ νῦν ... Θεοτοκίον

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ Ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρί σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον πρεσβεύουσαν ὑπὲρ ἡμῶν καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Καθίσματα Ἦχος δ'

Ἀναβλέψασαι τοῦ τάφου τὴν εἴσοδον, καὶ τὴν φλόγα τοῦ Ἀγγέλου μὴ φέρουσαι, αἱ Μυροφόροι σὺν τρόμῳ ἐξίσταντο λέγουσαι· Ἆρα ἐκλάπη, ὁ τῷ Λῃστῇ ἀνοίξας Παράδεισον, ἆρα ἡγέρθη, ὁ καὶ πρὸ πάθους κηρύξας τὴν Ἔγερσιν, ἀληθῶς ἀνέστη Χριστὸς ὁ Θεός, τοῖς ἐν ᾅδῃ παρέχων ζωὴν καὶ ἀνάστασιν.

Δόξα... Κατεπλάγη Ἰωσήφ

Ἑκουσίᾳ σου βουλῇ, Σταυρὸν ὑπέμεινας Σωτήρ, καὶ ἐν μνήματι καινῷ, ἄνθρωποι ἔθεντο θνητοί, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν δεσμευθεὶς ὁ ἀλλότριος, θάνατος δεινῶς ἐσκυλεύετο, καὶ οἱ ἐν ᾅδῃ ἅπαντες ἐκραύγαζον, τῇ ζωηφόρῳ Ἐγέρσει σου· Χριστὸς ἀνέστη, ὁ ζωοδότης, μένων εἰς τοὺς αἰῶνας.

Καὶ νῦν... Θεοτοκίον

Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Ταχὺ προκατάλαβε

Ἀνέστης ὡς ἀθάνατος, ἀπὸ τοῦ ᾅδου Σωτήρ, συνήγειρας τὸν κόσμον σου, τῇ Ἀναστάσει τῇ σῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἔθραυσας ἐν ἰσχύϊ, τοῦ θανάτου τὸ κράτος, ἔδειξας Ἐλεῆμον, τὴν Ἀνάστασιν πᾶσι· διό σε καὶ δοξάζομεν, μόνε Φιλάνθρωπε.

Δόξα... Κατεπλάγη Ἰωσὴφ

Ἐκ τῶν ἄνω κατελθών, τῶν ὑψωμάτων Γαβριήλ, καὶ τῇ πέτρα προσελθών, ἔνθα ἡ πέτρα τῆς ζωῆς, λευχειμονῶν ἀνεκραύγαζε ταῖς κλαιούσαις· Παύσασθε ὑμεῖς, τῆς θρηνώδους κραυγῆς, ἔχουσαι ἀεί, τὸ εὐσυμπάθητον· ὃν γὰρ ζητεῖτε κλαίουσαι, θαρσεῖτε, ὡς ἀληθῶς ἐξεγήγερται· διὸ βοᾶτε, τοῖς Ἀποστόλοις, ὅτι ἀνέστη ὁ Κύριος.

Καὶ νῦν... Θεοτοκίον, ὅμοιον

Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

Καὶ νῦν ... Θεοτοκίον

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος δ'

Τὰ τῆς σῆς παραδόξου Ἐγέρσεως, προδραμοῦσαι αἱ Μυροφόροι, τοῖς Ἀποστόλοις ἐκήρυττον Χριστέ, ὅτι ἀνέστης ὡς Θεός, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

• Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

• Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

Δόξα... Καὶ νῦν...

Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

Ἀντίφωνον Β'

• Ἐκέκραξά σοι Κύριε, θερμῶς ἐκ βάθους ψυχῆς μου, κᾀμοὶ γενέσθω, πρὸς ὑπακοὴν τὰ θεῖά σου ὦτα.

• Ἐπὶ τὸν Κύριον ἐλπίδα πᾶς τις κεκτημένος, ὑψηλότερος ἐστί, πάντων τῶν λυπούντων.

Δόξα... Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Ἀντίφωνον Γ'

• Ἡ καρδία μου πρὸς σὲ Λόγε ὑψωθήτω, καὶ οὐδὲν θέλξει με, τῶν τοῦ κόσμου τερπνῶν πρὸς χαμαιζηλίαν.

• Ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἔχει τις στοργήν, ἐπὶ τῷ Κυρίῳ θερμότερον φίλτρον χρεωστοῦμεν.

Δόξα... Καὶ νῦν...

Ἁγίῳ Πνεύματι, θεογνωσίας πλοῦτος, θεωρίας καὶ σοφίας· πάντα γὰρ ἐν τούτῳ τὰ πατρῷα δόγματα, ὁ Λόγος ἐκκαλύπτει.

Προκείμενον

Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.

Στίχ. ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.

Χορός Κύριε, ελέησον.

Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Χορός Αμήν.

Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').

Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Χορός Κύριε, ελέησον (γ').

Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.

Ιερεύς Ειρήνη πάσι
.
Χορός Καί τώ Πνεύματί σου.

Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...

Ιερεύς Πρόσχωμεν.

Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ι’

Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου

• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με

• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός

• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε

• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου

• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι

• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι

• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα

• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον

• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου

• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού

• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με

• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν

• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου

• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου

• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις

• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει

• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ

• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'

Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός

Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Aναστάς ο Ιησούς από τού τάφου…

Κανὼν Ἀναστάσιμος.

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.

ᾨδὴ α' Ἦχος δ'[/b

]Ὁ Εἱρμὸς

«Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὑψώθης, τὴν ἡμετέραν ἔκπτωσιν, ἐπανορθούμενος, ἐν τῷ ἀχράντῳ ξύλῳ τοῦ Σταυροῦ, τὴν ἐν ξύλῳ ἰώμενος, πανωλεθρίαν Δέσποτα, ὡς ἀγαθὸς καὶ παντοδύναμος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἐν τάφῳ, σωματικῶς, ἐν ᾅδῃ δὲ μετὰ ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ Λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.

Ὕμνοις γεραίρω τοὺς σοφοὺς Ἀναργύρους.

Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ

ᾨδή α' Ἦχος α'

«ᾌσωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας, Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι, καὶ ἐν βυθῷ θαλάσσης, ποδὶ ἀβρόχῳ ὁδηγήσαντι, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

Ὑπὸ τῆς χάριτος, τῆς ἀρχικῆς Τριάδος, ἡ δυὰς ἡ θαυμαστὴ καὶ σεβάσμιος, φωτιζομένη πᾶσιν ἰάματα, τοῖς προσιοῦσι πιστῶς, παρέχει ἀενάως, ἀναβλυστάνουσα.

Μυσταγωγούμενοι, τοῖς ζωηφόροις λόγοις, ὡς φωστῆρες ἐν κόσμῳ ἐξέλαμψαν, τὴν τῶν παθῶν ὁμίχλην, εὐκόλως διασκεδάζοντες, τῇ ζέσει τῆς πίστεως,οἱ Παμμακάριστοι.

Νόμῳ πειθόμενοι, τῷ τοῦ Σωτῆρος πᾶσαν, ἡδυπάθειαν σαρκὸς μὲν ἀπέθεντο, ταῖς ἀρεταῖς ψυχὰς δέ, φανότατα καταλαμπρύναντες, ἐν κόσμῳ διέπρεψαν, οἱ ἀξιάγαστοι.

Θεοτοκίον

Ὅλον τὸν ἄνθρωπον, ἐν σῇ γαστρὶ σκηνώσας, Θεομῆτορ ἀπορρήτως ἠμφιάσατο, ὁ ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς ἀχρόνως ὁ ὑπέρθεος, αὐτὸν ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

ᾨδὴ γ'

Ὁ Εἱρμὸς

«Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸ ξύλον τὸ τῆς ζωῆς, ἡ νοητὴ καὶ ἀληθὴς ἄμπελος, ἐπὶ Σταυροῦ κρέμαται, πᾶσιν ἀμβροσίαν πηγάζουσα.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς μέγας, ὡς φοβερός, ὡς τὸ τοῦ ᾅδου καθελὼν φρύαγμα, καὶ ὡς Θεὸς ἄφθαρτος, νῦν σωματικῶς ἐξεγήγερται.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε, προσάγομεν.

ᾨδὴ γ'

«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν ἄσειστον πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτί του προσώπου σου· οὐκ ἔστι γὰρ Ἅγιος, πλήν σου Φιλάνθρωπε».

Ἰάσεων τὰς πηγάς, τῶν δωρεῶν τε τῶν θείων τοὺς ὀχετούς, τοῦ ἀΰλου φωτὸς τὰ λαμπρότατα, δοχεῖα ἅπαντες, ἀξίως ὑμνήσωμεν.

Σωμάτων τε καὶ ψυχῶν, ὡς ἰατρεύοντες πάθη τὰς ἀρρωστίας, τῶν προσιόντων ὑμῖν Πανσεβάσμιοι, προθύμως νῦν, ὡς εὐεργέται θεραπεύετε.

Γονίμοις ἐν ἀρεταῖς, κατακοσμούμενοι πᾶσαν τὴν φθειρομένην, τρυφὴν τοῦ βίου σαφῶς ἀπεκρούσαντο, τῷ θείῳ κάλλει,ἀνενδότως ἀτενίζοντες.

Θεοτοκίον

Ἐν εἴδει τῷ καθ' ἡμᾶς, ὁ πρὶν ἀνείδεος ὤφθη Θεογεννῆτορ, συνεισδραμούσης σαρκὶ τῆς θεότητος, ἐν μήτρᾳ σου,τῆς παναγίας Θεόνυμφε.

Κάθισμα Ἦχος πλ. δ'

Τὴν Σοφίαν

Οὐρανόθεν θαυμάτων τὴν δωρεάν, παραδόξως λαβόντες παρὰ Χριστοῦ, πάντα θεραπεύετε, ἀενάως τὰ πάθη· ἐν ὑμῖν γὰρ ὤφθη, ἡ χάρις τοῦ Πνεύματος, χορηγοῦσα θείων, ἰάσεων δύναμιν· ὅθεν καὶ ἀφθάρτων, ἀγαθῶν εὐπορίαν, τῇ πίστει ἐκτήσασθε, ἀναργύρῳ φρονήματι, Θεοφόροι Ἀνάργυροι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Ὅμοιον

Ἰαμάτων δοτῆρες θαυματουργοί, καὶ θαυμάτων λαμπτῆρες φωταγωγοί, πᾶσιν ἀνεδείχθητε, τῇ τοῦ Πνεύματος χάριτι· τῶν γὰρ παθῶν τὴν φλογα, τῇ πίστει δροσίζοντες, τῶν Πιστῶν ἐν ταύτῃ, τὸ φρονημα θάλπετε· ὅθεν ἰατρεῖον, τῶν ψυχῶν κεκτημένοι, τὸν θεῖον ναὸν ὑμῶν, ἐναυτῷ καταφεύγομεν, Θεοφόροι Ἀνάργυροι πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Καὶ νῦν... Θεοτοκίον

Τὴν Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, φωναῖς μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· Ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς τιμῶντάς σε σῷζε, καὶ σκέπε πρεσβείαις σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παρρησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν, διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι ἄφεσιν τοῖς δούλοις σου, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν ἄσπορον τόκον σου.

ᾨδὴ δ'

Ὁ Εἱρμὸς

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνελήλυθας τὰ πάθη μου θεραπεύσων, ἐπὶ Σταυροῦ τῷ πάθει τῆς ἀχράντου σαρκός σου, ἣν ἑκὼν ἐφόρεσας· διό σοι κραυγάζομεν· Δόξα τῇ δυνάμει σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀναμαρτήτου ὁ θάνατος γεγευμένος, ζωοποιοῦ τε σώματος τοῦ σοῦ ἐπαξίως, Δέσποτα νενέκρωται, ἡμεῖς δὲ βοῶμέν σοι· Δόξα τῇ δυνάμει σου Κύριε.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἀπειρογάμως ἐκυησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοὶ Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

ᾨδὴ δ'

«Κατενόησα παντοδύναμε, τὴν σὴν οἰκονομίαν, καὶ μετὰ φόβου ἐδόξασά σε Σωτήρ».

Ῥήσει θείᾳ σαφῶς ἑπόμενοι, οὐ χρυσοῦ λαμπηδόνας, οὐδὲ ἀργυρίου θεῖοι ἐκτήσασθε.

Ἀπαστράπτοντες θείοις θαύμασιν, οἱ Ἀνάργυροι πάντας, εὐεργετοῦσι χάριν βραβεύοντες.

Ἰατροὶ σοφοὶ ἀνεδείχθητε, τῶν παθῶν ταῖς ὀδύναις, ἀλεξικάκους χεῖρας προσάγοντες.

Θεοτοκίον

Ῥαπιζέσθωσαν νῦν τὰ πρόσωπα, τῶν μὴ σὲ Θεοτόκον ὁμολογούντων, πάναγνε Δέσποινα.

ᾨδὴ ε'

Ὁ Εἱρμὸς

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ Κύριε πρὸς γῆν, συμπαθῶς κατελήλυθας, σὺ ὕψωσας τὴν πεσοῦσαν, τῶν ἀνθρώπων οὐσίαν, ἐν ξύλῳ ἀναρτώμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ ᾖράς μου Χριστέ, τῶν πταισμάτων τὸ ἔγκλημα, σὺ ἔλυσας τὰς ὀδύνας, τοῦ θανάτου Οἰκτίρμον, τῇ θείᾳ Ἀναστάσει σου.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

ᾨδὴ ε'

«Ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Χριστὲ ὁ Θεός, τὸν δι' ἡμᾶς πτωχεύσαντα, καὶ σταυρὸν καὶ θάνατον, ἐν τῇ σαρκί σου ὑπομείναντα».

Ὡς κρουνοὶ θεόρρυτοι, πηγάζετε πιστοῖς, εὐεργεσίας νάματα, τῆς ψυχῆς τε καὶ τοῦ σώματος, θεραπεύοντες νόσους, Ἀνάργυροι ἔνδοξοι.

Τὴν πηγὴν τῆς χάριτος, Ἀνάργυροι σεπτοί, ἀναστομοῦντες ἅπασιν, εὐρωστίαν διανέμετε, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμῖν νῦν προστρέχουσιν.

Οἱ λαμπροὶ καὶ πάνσοφοι, ἀστέρες οἱ τὴν γῆν, προφανῶς οὐρανώσαντες, ἐν μιμήσει τῆς λαμπρότητος, τῶν Ἀγγέλων ἀπαύστως, ἡμᾶς καταυγάζουσιν.

Θεοτοκίον

Ὑπερτέρα πέφηνας, τὸν πάντων ποιητήν, τὸν τῷ Πατρὶ συνάναρχον, συλλαβοῦσα Μητροπάρθενε, καὶ τεκοῦσα τῷ κόσμῳ, Σωτῆρα καὶ Κύριον.

ᾨδὴ ς'

Ὁ Εἱρμὸς

«Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνῆλθες, ἐν Σταυρῷ δυναστείαν ζωσάμενος, καὶ συμπλακεὶς τῷ τυράννῳ, ὡς Θεὸς ἐξ ὕψους κατέρραξας, τὸν Ἀδὰμ δέ, ἀηττήτῳ, παλάμῃ ἀνέστησας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἀνέστης, ἐξαστράπτων ὡραῖος ἐκ τάφου Χριστέ, καὶ διεσκέδασας πάντας, τοὺς ἐχθροὺς τῇ θείᾳ σου δυναστείᾳ, καὶ τὰ πάντα, ὡς Θεός, εὐφροσύνης ἐπλήρωσας.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.

ᾨδὴ ς'

«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους φιλάνθρωπε· κἀμέ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι».

Σωτηρίους θεράποντας, εὐεργέτας θεόφρονας, Κοσμᾶν καὶ Δαμιανὸν τοὺς θείους, προθύμως τιμήσωμεν.

Σωφροσύνην τηρήσαντες, καὶ φρονήσει κοσμούμενοι, Κοσμᾶς καὶ Δαμιανὸς οἱ θεῖοι, Χριστῷ συναγάλλονται.

Ὁμοφρόνως οἰκήσαντες, ὁμοψύχως ἀσκήσαντες, ὁμοῦ τὰς ἰάσεις βραβεύειν, ἡμῖν ἐπιστεύθητε.

Θεοτοκίον

Φῶς ἀπρόσιτον τέτοκας, μετὰ σώματος Πάναγνε, τὸ πάντα τὸν κόσμον φωτίζον, αὐγαῖς τῆς θεότητος.

Κοντάκιον Ἦχος δ'

Ἐπεφάνης σήμερον

Ὁ Σωτὴρ καὶ ῥύστης μου, ἀπὸ τοῦ τάφου, ὡς Θεὸς ἀνέστησεν, ἐκ τῶν δεσμῶν τοὺς γηγενεῖς, καὶ πύλας ᾅδου συνέτριψε, καὶ ὡς Δεσπότης ἀνέστη τριήμερος.

Ὁ Οἶκος

Τὸν ἀναστάντα ἐκ νεκρῶν Χριστὸν τὸν ζωοδότην, τριήμερον ἐκ τάφου, καὶ πύλας τοῦ θανάτου σήμερον συνθλάσαντα, τῇ δυνάμει τῇ αὐτοῦ, τὸν ᾅδην τε νεκρώσαντα, καὶ τὸ κέντρον τοῦ θανάτου συντρίψαντα, καὶ τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐλευθερώσαντα, ὑμνήσωμεν πάντες οἱ γηγενεῖς, εὐχαρίστως βοῶντες αἶνον ἐκτενῶς. Αὐτὸς γὰρ ὡς μόνος κραταιὸς Θεός, καὶ Δεσπότης ἀνέστη τριήμερος.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κοσμᾶ καΙ Δαμιανοῦ, υἱῶν Θεοδότης τῆς ἐξ Ἀσίας.

Στίχοι

• • Εἰ καὶ παρῆκαν γῆν Ἀνάργυροι δύω,

• • Πληροῦσιν, ὡς πρίν, καΙ πάλιν γῆν θαυμάτων.

• • Πρώτῃ Ἀκέστορε φῶτε Νοεμβρίου ἔκπτατον ἐκ γῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Κυριαίνης καὶ Ἰουλιανῆς.

Στίχοι

• • Καὶ Κυρίαινα πρὸς τὸ πῦρ ἀποπνέει,

• • Πάσης πνοῆς τιμῶσα Κύριον μέγαν.

• • Τῷ πρὸς σὲ φίλτρῳ, Σῶτερ, ἐκκεκαυμένη,

• • Ἰουλιανὴ καῦσιν ἐκ πυρὸς φέρει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καισαρίου, Δασίου, καΙ ἑτέρων πέντε.

Στίχοι

• • Σὺν ἓξ συνάθλοις, τῆς ἀληθείας φίλοις,

• • Τέμνουσι Καισάριον οἱ ψεύδους φίλοι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων, Ἰωάννου Ἐπισκόπου, καὶ Ἰακώβου Πρεσβυτέρου.

Στίχοι

• • Σὺν Ἰακώβῳ τῷ θύτῃ Χριστοῦ, ξίφος

• • Ἰωάννης ἤνεγκεν ὁ Χριστοῦ θύτης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμηνιγγέλδου.

Στίχοι

• • Ἑρμηνίγγελδος ἐκπλυθεὶς βαφὴν πλάνης,

• • Σφαγὴν ὑποστάς, βάπτεται λύθρου κόχλῳ.

Οἱ Ἅγιοι Μάρτυρες Κυπριανὸς καὶ Ἰουλιανὴ πυρὶ τελειοῦνται.

Μνήμη τοῦ Ἁγίου νέου Ἱερομάρτυρος, Ἰακώβου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ Ἰακώβου διακόνου καὶ Διονυσίου μοναχοῦ, τῶν δι' ἀγχόνης τελειωθέντων κατὰ τὸ 1520.

Ὁ Ὅσιος πατὴρ ἡμῶν Δαβίδ, ὁ ἐν Εὐβοίᾳ ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'

Ὁ Εἱρμὸς

«Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ, πόθῳ εὐσεβείας μᾶλλον, ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Πρὸς ἀφθαρσίαν, ἡ ἀνθρωπότης ἀνακέκληται, θείῳ λουσαμένη αἵματι τοῦ Χριστοῦ, εὐχαρίστως ἀναμέλπουσα· Εὐλογημένος εἶ, ἐν τῷ Ναῷ τῆς δόξης σου Κύριε.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὡς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστὲ ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

Θεοτοκίον
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα Χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε Δέσποινα.

ᾨδὴ ζ'

«Σὲ νοητήν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοὶ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὅλον με τὸν ἄνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος».

Ὅλοι Θεοῦ, θεοφρόνως ὤφθητε, ὅλοι Θεοῦ χωρητικοί· τὸν γὰρ κόσμον διὰ Θεόν, πάντα κατελίπετε, ἴχνεσιν ἑπόμενοι, τοῖς τοῦ Σωτῆρος Πανένδοξοι, θεοπρεπῶς, τὸν τῶν Πατέρων Θεὸν καταγεραίροντες.

Ὑπερφυῶς, ἰατροὶ πανάριστοι, τῶν ἀσθενούντων τὰς πληγάς, χειρουργίαις ταῖς μυστικαῖς, πάσας θεραπεύετε, φάρμακα σωτήρια, ἐκ θησαυρῶν ἀρυόμενοι, τῶν θεϊκῶν, ἀνυμνοῦντες Θεὸν τὸν ὑπερένδοξον.

Στέφει τῆς σῆς, βασιλείας Δέσποτα, καὶ διαδὴματι λαμπρῷ, κατεκόσμησας εὐπρεπῶς, τοὺς ὑπερποθήσαντας, κάλλος τὸ ἀμήχανον Χριστὲ τῆς σῆς ὡραιότητος; καὶ τοῖς πιστοῖς, εὐεργέτας κοινοὺς τούτους ἀνέδειξας.

Θεοτοκίον

Ἀνατολῆς, τῆς ἐξ ὕψους Πάναγνε, φανερωθείσης ἐπὶ γῆς, ἀνεδείχθης πανευπρεπής, πύλη καὶ ὁλόφωτος, κόσμον καταυγάζουσα, μαρμαρυγαῖς καθαρότητος, καὶ τοῖς πιστοῖς, λαμπηδόνας ἀεὶ θαυμάτων πέμπουσα.

ᾨδὴ η'

Ὁ Εἱρμὸς

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χεῖρας ἐκπετάσας ἐν Σταυρῷ, τὰ ἔθνη ἅπαντα ἐπισυνήγαγες, καὶ μίαν ἔδειξας Δέσποτα, Ἐκκλησίαν ἀνυμνοῦσάν σε, τοῖς ἐπὶ γῆς καὶ οὐρανοῦ, συμφώνως ψάλλουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Λευχείμων ὡράθη γυναιξί, τῷ ἀπροσίτῳ φωτὶ τῆς Ἀναστάσεως, καταστραπτόμενος Ἄγγελος. Τί τὸν ζῶντα ἐν τῷ τάφῳ βοῶν, ἐπιζητεῖτε ὡς θνητόν, ὄντως ἡγέρθη Χριστός, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε Ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες σέ, εὐλογοῦμεν, Μαρία Θεόνυμφε.

ᾨδὴ η'

«Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὔσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Νεκρωθέντες κόσμου τοῖς τερπνοῖς, καὶ τῆς φιλαργυρίας,τὴν νόσον ἀποτεμόντες, ὠνομάσθητε σοφοί,τοῖς πᾶσιν Ἀνάργυροι, τοῖς βοῶσι· Πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Αἰωνίου μέτοχοι ζωῆς, γεγόνατε προδήλως· ζωῆς γὰρ τῆς φθειρομένης, κατελίπετε τερπνά, συμφώνως κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ῥῦσαι πάντας Δέσποτα Χριστέ, δεινῶν ἀρρωστημάτων, πρεσβείαις τῶν Ἀναργύρων, καὶ ἀξίωσον ἀεί, συμφώνως κραυγάζειν σοι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Γεγηθότες πάντες οἱ πιστοί, καὶ χάριτι ῥωσθέντες οἱ τόκω λελυτρωμένοι, Μητροπάρθενε τῷ σῷ, ἀπαύστως κραυγάζομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'

Ὁ Εἱρμὸς

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὅλον με ἀνείληφας ὅλος, ἐν συναφείᾳ ἀσυγχύτῳ, ὅλῳ μοι διδοὺς ὁ Θεός μου, τὴν σωτηρίαν διὰ τοῦ πάθους σου, ὁ ἐν Σταυρῷ ὑπέμεινας, σωματικῶς δι' εὐσπλαγχνίαν πολλήν.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ σοὶ μαθηταὶ καθορῶντες, ἀνεῳγμένον σου τὸν τάφον, καὶ τὰς θεοφόρους σινδόνας, κεκενωμένας τῇ Ἀναστάσει σου, σὺν τῷ Ἀγγέλῳ ἔλεγον· Ὄντως ἐγήγερται ὁ Κύριος!

Τριαδικὸν

Στίχ. Ἁγία Τριὰς ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον, ἣν εὐσεβοῦντες μεγαλύνομεν.

ᾨδὴ θ'

«Σὲ τὴν φαεινὴν λαμπάδα, καὶ Μητέρα τοῦ Θεοῦ, τὴν ἀρίζηλον δόξαν, καὶ ἀνωτέραν πάντων τῶν ποιημάτων, ἐν ὕμνοις μεγαλύνομεν».

Ὕμνοις τὴν σοφὴν δυάδα, τοῦ φωτὸς τοῦ νοητοῦ, ἀπαστράπτουσαν αἴγλην, καὶ φωτισμοῦ τοῖς πᾶσι μεταδιδοῦσαν, ἀπαύστως μακαρίσωμεν.

Ῥώμην ψυχικῆς ὑγείας, ἐμποιοῦντες τοῖς πιστοῖς, καὶ σωμάτων ἰᾶσθαι, πεπιστευμένοι, πάθη οἷα σωτῆρες, ἀξίως ἀνυμνεῖσθε ἀεί.

Οἱ θεοφεγγεῖς φωστῆρες, νοητῶς τὸν οὐρανόν, τῆς σεπτῆς Ἐκκλησίας, φωτοδοσίας χύσει νῦν δᾳδουχοῦντες, ἀπαύστως καταυγαζουσιν.

Ὑπὸ τῆς σεπτῆς Τριάδος, ἡ θεόκλητος δυάς, σθενουμένη προχέει, τῶν ἰαμάτων πᾶσι τὰς χορηγίας, τοῖς πόθῳ μακαρίζουσι.

Θεοτοκίον

Σὲ τὴν τοῦ φωτὸς νεφέλην, καὶ ἁγίαν κιβωτόν, τὴν ὁλόφωτον πύλην, τοῦ νοητοῦ Ἡλίου ὡς Θεοτόκον, ἐν ὕμνοις μεγαλύνομεν.

Καταβασίες

Ὠδὴ α’. Ἦχος δ’.

Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τά θαύματα.

Ωδή γ'

Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί εν τή θεία δόξη σου, στεφάνων δόξης αξίωσον.

Ωδή δ'

Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.

Ωδή ε'

Εξέστη τά σύμπαντα, επί τή θεία δόξη σου, σύ γάρ απειρόγαμε Παρθένε, έσχες εν μήτρα, τόν επί πάντων Θεόν, καί τέτοκας άχρονον Υιόν, πάσι τοίς υμνούσί σε, σωτηρίαν βραβεύοντα.

Ωδή ς'

Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.

Ωδή ζ'

Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η' Αινούμεν…

Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ΄

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.

• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.

• Τήν Τιμιωτέραν τών Χερουβείμ...

Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ωδή θ' Ήχος δ'

Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αύλων Nόων φύσις γεραίρουσα, τήν ιερά θαυμάσια τής Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.

  Άγιος Κύριος ο Θεός ημών, γ’

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ Ι'

Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν, οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων.

Ἐξαποστειλάριον

Ἐν Πνεύματι τῷ Ἱερῶ

Τὴν χάριν τῶν ἰάσεων, ἐκ Θεοῦ εἰληφότες, Ἀνάργυροι μακάριοι, θεραπεύετε νόσους, καὶ ἰᾶσθε ἅπαντας, τοὺς πιστῶς προστρέχοντας, τῷ θείῳ ὑμῶν τεμένει· διὰ τοῦτο συμφώνως, μακαρίζομεν ἀξίως, τὴν σεπτὴν ὑμῶν μνήμην.

Θεοτοκίον

Ἐκύησας Πανάχραντε, τοῦ Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων, καὶ παντοίων κινδύνων.

Αἶνοι Ἦχος δ'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Ὁ σταυρὸν ὑπομείνας καὶ θάνατον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, παντοδύναμε Κύριε, δοξάζομέν σου τὴν Ἀνάστασιν.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Ἐν τῷ σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας· διὸ βοῶμέν σοι, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Τῷ σῷ Σταυρῷ Χριστὲ Σωτήρ, ὁδήγησον ἡμᾶς ἐπὶ τὴν ἀλήθειάν σου, καὶ ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀνάστησον ἡμᾶς πεσόντας τῇ ἁμαρτίᾳ, ἐκτείνας τὴν χεῖρά σου, φιλάνθρωπε Κύριε, τῇ πρεσβείᾳ τῶν Ἁγίων σου.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Τῶν Πατρικῶν σου κόλπων, μὴ χωρισθεὶς μονογενὲς Λόγε τοῦ Θεοῦ, ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίαν, ἄνθρωπος γενόμενος ἀτρέπτως, καὶ Σταυρὸν καὶ θάνατον ὑπέμεινας σαρκί, ὁ ἀπαθὴς τῇ Θεότητι, ἀναστὰς δὲ ἐκ νεκρῶν ἀθανασίαν παρέσχες τῷ γένει τῶν ἀνθρώπων, ὡς μόνος παντοδύναμος.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἦχος α' Ἀνατολίου

Τὴν χάριν τῶν ἰαμάτων, ἐκ Θεοῦ εἰληφότες, ἀναργύρως τὰ πάθη, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, θεραπεύετε, παγκόσμιοι Ἀνάργυροι· ὅθεν δι' ὑμῶν Χριστὸς τοῖς πιστοῖς, τὴν δεδομένην εὐρωστίαν χαριζόμενος, φωστῆρας ἀπλανεῖς ὑμᾶς ἀναδείκνυσι τῇ οἰκουμένῃ, αὐτῷ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ὁ αὐτὸς

Ἐκ τῆς ἄνωθεν προμηθείας, τὴν τῶν ἰαμάτων ἄβυσσον ἐξαντλήσαντες, πᾶσιν ἀναβλύζετε τοῖς πιστοῖς, τὰς ἰάσεις Ἀνάργυροι· ὑπερφυῶς γὰρ τῶν νοσούντων τὰ πάθη, ἐν χειρουργίαις μυστικαῖς, ἐκ θησαυρῶν τοῦ Πνεύματος, φάρμακα προτιθέντες σωτήρια, τοῖς κάμνουσι θεραπεύετε· ὅθεν ναὸς σεπτὸς γεγονότες, τῆς ζωαρχικῆς Τριάδος, ἐν ὑμῖν σαφῶς τὴν κατοικίαν ποιησαμένης, αὐτῇ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

7. Θαυμαστός ο Θεός έν τοίς αγίοις αυτού, ο Θεός Ισραήλ.

Ἦχος β' Γερμανοῦ

Ἀγάλλεται ὁ χορὸς τῶν Ἁγίων εἰς αἰῶνας· βασιλείαν γὰρ οὐρανῶν ἐκληρονόμησαν. Γῆ τὰ λείψανα αὐτῶν δεξαμένη, εὐωδίαν διέπνευσε· Δοῦλοι Χριστοῦ γεγόνασι, κατασκηνώσαντες εἰς ζωὴν αἰώνιον.

8. Τοίς αγίοις τοίς έν τη γή αυτού εθαυμάστωσεν ο Κύριος, πάντα τα θεληματα αυτού έν αυτοίς.

Ὁ αὐτὸς

Ἰατροὶ τῶν ἀσθενούντων, θησαυροὶ τῶν ἰαμάτων, σωτῆρες τῶν πιστῶν, Ἀνάργυροι πανευκλεεῖς, τοὺς ἐν ἀνάγκαις κράζοντας, καὶ ὀδυνωμένους ἰάσασθε, σὺν τῇ Θεοδότῃ, ἱκετεύοντες, Θεὸν τὸν ἀγαθόν, λυτρώσασθαι ἡμᾶς, τῶν παγίδων τοῦ ἐχθροῦ.

Δόξα... ΕΩΘΙΝΟΝ Ι' Ἦχος πλ. β'

Μετὰ τὴν εἰς ᾍδου κάθοδον, καὶ τὴν ἐκ νεκρῶν Ἀνάστασιν, ἀθυμοῦντες ὡς εἰκός, ἐπὶ τῷ χωρισμῷ σου Χριστὲ οἱ Μαθηταί, πρὸς ἐργασίαν ἐτράπησαν· καὶ πάλιν πλοῖα καὶ δίκτυα, καὶ ἄγρα οὐδαμοῦ. Ἀλλὰ σὺ Σῶτερ ἐμφανισθείς, ὡς δεσπότης πάντων, δεξιοῖς τὰ δίκτυα κελεύεις βαλεῖν· καὶ ἦν ὁ λόγος ἔργον εὐθύς, καὶ πλῆθος τῶν ἰχθύων πολύ, καὶ δεῖπνον ξένον ἕτοιμον ἐν γῇ· οὗ μετασχόντων τότε σου τῶν Μαθητῶν, καὶ ἡμᾶς νῦν νοητῶς καταξίωσον, ἐντρυφῆσαι φιλάνθρωπε Κύριε.

Καὶ νῦν... Θεοτοκίον

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.

Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,

Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.

Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.

Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.

Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.

Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.

Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.

Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.

Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').

Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.

Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.

Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.

Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').

Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Τα αντίφωνα

Α΄.Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.

Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι.

Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.

Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.

Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος δ'

Τὸ φαιδρὸν τῆς Ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀπορρίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἀπολυτίκιον Ἦχος πλ. δ'

Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.

Είτα του ναού

Κοντάκιον

Προστασία των Χριστιανών ακαταίσχυντε,
μεσιτεία προς τον Ποιητήν αμετάθετε,
μη παρίδης αμαρτωλών δεήσεων φωνάς.
αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών,
των πιστώς κραυγαζόντων σοι.
τάχυνον εις πρεσβείαν, και σπεύσον εις ικεσίαν,
η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

.
Προκείμενον.Ήχος δ’. (Ψαλμός ιε’).

Τοίς αγίοις τοίς έν τη γή αυτού εθαυμάστωσεν ο Κύριος.

Στίχ. Προωρώμην τον Κύριον ενώπιον μου διαπαντός.

Πρός Κορινθίους Α’ Επιστολής Παύλου το Ανάγνωσμα.

‘Ἀδελφοί, ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. 28 Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. 29 μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; 30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; 31 ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείτονα. καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. 2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. 3 καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. 4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. 8 Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.

Αλληλούϊα (γ’)

Ευαγγέλιον

Κυριακή Ε΄ Λουκά (Λουκ. 16,19-31)
Εἶπεν ὁ Κύριος• 19. Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ' ἡμέραν λαμπρῶς. 20. πτωχὸς δέ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος 21. καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου• ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. 22. ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ• ἀπέθανε δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη. 23. καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ τὸν Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. 24. καὶ αὐτὸς φωνήσας εἶπε• πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. 25. εἶπε δὲ Ἀβραάμ• τέκνον, μνήσθητι ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά• νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι• 26. καὶ ἐπὶ πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. 27. εἶπε δέ• ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου• 28. ἔχω γὰρ πέντε ἀδελφούς• ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. 29. λέγει αὐτῷ Ἀβραάμ• ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας• ἀκουσάτωσαν αὐτῶν. 30. ὁ δὲ εἶπεν• οὐχί, πάτερ Ἀβραάμ, ἀλλ' ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν. 31. εἶπε δὲ αὐτῷ• εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.

Είς το Εξαιρέτως...Άξιον Εστί

Κοινωνικὸν

<<Αινείτε>>

<<Είδομεν το φώς>>...

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 561
Εγγραφή: Δευ Μαρ 05, 2007 6:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευση από PRETORIAN »

8-11-2009

† ΚΥΡΙΑΚΗ Κ΄ (Ζ΄ ΛΟΥΚΑ). † Σύναξις τῶν ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριὴλ καὶ τῶν λοιπῶν ἀσωμάτων δυνάμεων.῏Ηχος πλ. α΄. ῾Εωθινὸν ια΄

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Ἀπολυτίκιον Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Δόξα... Ἀπολυτίκιον Ἦχος δ'

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

Καὶ νῦν ... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διά σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Καθίσματα Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον

Τὸν Σταυρὸν τοῦ Κυρίου ἐγκωμιάσωμεν, τὴν ταφὴν τὴν ἁγίαν ὕμνοις τιμήσωμεν, καὶ τὴν Ἀνάστασιν αὐτοῦ ὑπερδοξάσωμεν, ὅτι συνήγειρε νεκρούς, ἐκ τῶν μνημάτων ὡς Θεός, σκυλεύσας κράτος θανάτου, καὶ ἰσχὺν διαβόλου, καὶ τοῖς ἐν ᾅδῃ φῶς ἀνέτειλε.

Δόξα...

Κύριε, νεκρὸς προσηγορεύθης, ὁ νεκρώσας τὸν θάνατον, ἐν μνήματι ἐτέθης, ὁ κενώσας τὰ μνήματα, ἄνω στρατιῶται τὸν τάφον ἐφύλαττον, κάτω τοὺς ἀπ' αἰῶνος νεκροὺς ἐξανέστησας, Παντοδύναμε καὶ ἀκατάληπτε, Κύριε δόξα σοι.

Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

μετά την β΄στιχολογίαν

Κύριε, μετὰ τὴν τριήμερόν σου Ἀνάστασιν, καὶ τὴν τῶν Ἀποστόλων προσκύνησιν, ὁ Πέτρος ἐβόα σοι· Γυναῖκες ἀπετόλμησαν, κᾀγὼ ἐδειλίασα. Λῃστὴς ἐθεολόγησε, κᾀγὼ ἠρνησάμην σε, ἆρα καλέσεις με τοῦ λοιποῦ μαθητήν, ἢ πάλιν δείξεις με ἁλιέα βυθοῦ; ἀλλὰ μετανοοῦντά με δέξαι, ὁ Θεὸς καὶ σῶσόν με.
Δόξα...
Κύριε, ἐν μέσῳ σε προσήλωσαν, οἱ παράνομοι τῶν καταδίκων, καὶ λόγχῃ τὴν πλευράν σου ἐξεκέντησαν, ὦ Ἐλεῆμον, ταφὴν δὲ κατεδέξω, ὁ λύσας ᾅδου τὰς πύλας, καὶ ἀνέστης τριήμερος, ἔδραμον Γυναῖκες ἰδεῖν σε, καὶ ἀπήγγειλαν Ἀποστόλοις τὴν Ἔγερσιν. Ὑπερυψούμενε Σωτήρ, ὃν ὑμνοῦσιν Ἄγγελοι, εὐλογημένε Κύριε δόξα σοι.

Καὶ νῦν ... Θεοτοκίον

Ἀπειρόγαμε Νύμφη θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαραποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς ἐκ τῆς ἀρχαίας ἀρᾶς, καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἠμας.

Των ασωμάτων Κάθισμα Ἦχος δ'

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τὰ Χερουβὶμ καὶ Σεραφὶμ πολυόμματα, τῶν Ἀρχαγγέλων λειτουργῶν τὰ στρατεύματα, σὺν Ἐξουσίαις Θρόνοι Κυριότητες, Ἄγγελοι Δυνάμεις τε, καὶ Ἀρχαὶ δυσωποῦσι, σὲ τὸν Ποιητὴν ἡμῶν, καὶ Θεὸν καὶ Δεσπότην· Μὴ ὑπερίδῃς δέησιν λαοῦ, ἡμαρτηκότος, Χριστὲ πολυέλεε.

Δόξα...

Κάθισμα

Ἦχος πλ. δ' Τὸ προσταχθὲν

Τῶν οὐρανίων ἀρχηγοὶ καὶ πρωτοστάται, τῶν ὑψιθρόνων καὶ φρικτῶν τῆς θείας δόξης, Μιχαὴλ καὶ Γαβριὴλ Ἀρχιστράτηγοι, σὺν πᾶσι τοῖς ἀσωμάτοις ὦ Λειτουργοί, Δεσπότου ὑπὲρ τοῦ κόσμου διαπαντός, πρεσβεύοντες αἰτήσασθε τὴν ἄφεσιν, τῶν ἐπταισμένων ἡμῖν, καὶ ἔλεος καὶ χάριν εὑρεῖν, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν... Θεοτοκίον

Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὔρωμεν ἔλεος.

ΕΥΛΟΓΗΤΑΡΙΑ Ἦχος πλ. α'

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις. Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλ' ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

• Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ, ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζῶντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

Δόξα... Τριαδικὸν

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.
Καὶ νῦν ... Θεοτοκίον
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (ἐκ γ')

Ἡ Ὑπακοὴ Ἦχος πλ. α'

Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

Οἱ Ἀναβαθμοὶ

Ἀντίφωνον Α'

• Ἐν τῷ θλίβεσθαί με Δαυϊτικῶς, ᾄδω σοι Σωτήρ μου. Ῥῦσαί μου τὴν ψυχὴν ἐκ γλώσσης δολίας.

• Τοῖς ἐρημικοῖς ζωὴ μακαρία ἐστί, θεϊκῷ ἔρωτι πτερουμένοις.

Δόξα... Καὶ νῦν ...

Ἁγίῳ Πνεύματι, περικρατεῖται πάντα τὰ ὁρατά τε σὺν τοῖς ἀοράτοις· αὐτοκρατὲς γὰρ ὅν, τῆς Τριάδος ἕν ἐστιν ἀψεύστως.

Ἀντίφωνον Β'

• Εἰς τὰ ὄρη ψυχὴ ἀρθῶμεν, δεῦρο ἐκεῖσε· ὅθεν βοήθεια ἥκει.

• Δεξιά σου χεὶρ κᾀμέ, Χριστὲ ἱπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.

Δόξα... Καὶ νῦν ...

Ἁγίῳ Πνεύματι, θεολογοῦντες φῶμεν· Σὺ εἶ Θεός, ζωή, ἔρως, φῶς, νοῦς, σὺ χρηστότης, σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Ἀντίφωνον Γ'

• Ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς τὰς αὐλὰς προσβῶμεν Κυρίου, χαρᾶς πολλῆς πλησθεὶς εὐχὰς ἀναπέμπω.

• Ἐπὶ οἶκον Δαυΐδ, τὰ φοβερὰ τελεσιουργεῖται· πῦρ γὰρ ἐκεῖ φλέγον, ἅπαντα αἰσχρὸν νοῦν.

Δόξα... Καὶ νῦν ...

Ἁγίῳ Πνεύματι, ζωαρχικὴ ἀξία, ἐξ οὗ πᾶν ζῶον ἐμψυχοῦται, ὡς ἐν Πατρί, ἅμα τε καὶ Λόγῳ.

Προκείμενον

Ἀνάστηθι Κύριε ὁ Θεός μου, ὅτι σὺ βασιλεύεις εἰς τοὺς αἰῶνας.

Στίχ. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Εωθινόν ια’
Ανάστασιν Χριστού θεασάμενοι…

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.
Aναστάς ο Ιησούς από τού τάφου…

Κανὼν Ἀναστάσιμος

ᾨδὴ α' Ἦχος πλ. α'

Ὁ Εἱρμὸς

«Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὲ ἡ ἀκανθηφόρος, Ἑβραίων συναγωγή, οὐ στοργὴν εὐεργέτα, πρὸς σὲ φυλάξασα, μητρικὴν Χριστὲ ἐστεφάνωσε, τὸν γενάρχην λύοντα, τῆς ἀκάνθης τὸ ἐπιτίμιον.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἤγειράς με πεσόντα, τῷ βόθρῳ ἐπικληθείς, ζωοδότα ἀπτώτως, καὶ τῆς ἐμῆς δυσώδους φθορᾶς, Χριστὲ ἀνασχόμενος, ἀπειράστως θείας οὐσίας, μύρῳ με εὐωδίασας.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Λέλυται ἡ κατάρα, ἡ λύπη πέπαυται· ἡ γὰρ εὐλογημένη, καὶ κεχαριτωμένη, πιστοῖς χαρὰν ἐξανέτειλεν, εὐλογίαν πᾶσιν ἀνθηφοροῦσα, Χριστὸν τοῖς πέρασι.

Κανὼν οὗ ἡ Ἀκροστιχίς

Τοῖς Ταξιάρχαις τῶν Ἀσωμάτων Νόων

Ἐν δὲ τοῖς Θεοτοκίοις

Κλήμεντος

ᾨδὴ α' Ἦχος Ἦχος πλ. δ'

«Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾄσμα τῷ Θεῷ ἀναμέλποντα».

Τοὺς νοεροὺς τῶν ἀσωμάτων τάξεων, χοροὺς ἐν ᾄσμασιν, ὡς Λειτουργοὺς θείους, δεῦτε εὐφημήσωμεν, χορείαν συγκροτήσαντες, τὴν ἡμῶν σωτηρίαν, ἀδιαλείπτως πρεσβεύοντας, καὶ τῇ μετανοίᾳ συγχαίροντας.

Οἱ τῶν Ἀγγέλων ἀρχηγοὶ καὶ πρόκριτοι, καὶ ταξιάρχαι φαιδροί, τοὺς ἀσωμάτους Νόας, σήμερον ἐγείρουσι, πρὸς τελετὴν ἑόρτιον, τῆς αὐτῶν λαμπρᾶς μνήμης, μεθ' ὧν συγχαίρουσιν ἄνθρωποι, ὕμνον τῇ Τριάδι προσάγοντες.

Συνευφρανθῶμεν τοῖς Ἀγγέλοις ἄνθρωποι, πνευματικῶς ἐν χαρᾷ, ὁ Γαβριὴλ αὖθις, νῦν εὐαγγελίζεται, Ἐκκλησιῶν τὴν ἕνωσιν, καὶ καθαίρεσιν πάσης, τῆς ἐναντίας αἱρέσεως, ἐν τῇ παρουσίᾳ τῆς μνήμης αὐτῶν.

Θεοτοκίον

Κυοφορεῖς τὸν ὑπὲρ φύσιν Ἄχραντε, ἐν σοὶ σκηνώσαντα, τοῦ Πατρὸς λόγον, ἐν Ἁγίῳ Πνεύματι δυσὶ μὲν ἐν ταῖς φύσεσι, καὶ θελήσεσιν ὄντα, ἐν ὑποστάσει δ' ἀτρέπτως μιᾷ, ἧς καὶ τὴν μορφὴν ἀσπαζομεθα.

ᾨδὴ γ'

Ὁ Εἱρμὸς

«Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Χολὴν μὲν οἱ ἐκ πέτρας τὸ μέλι θηλάσαντες, τῷ ἐν τῇ ἐρήμῳ τερατουργήσαντι, σοὶ προσενηνόχασι Χριστέ, ὄξος δ' ἀντὶ τοῦ μάννα, εὐεργεσίαν σοι ἠμείψαντο, παῖδες Ἰσραὴλ οἱ ἀγνώμονες.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Οἱ πάλαι φωτοειδεῖ νεφέλῃ σκεπόμενοι, τὴν ζωὴν ἐν τάφῳ Χριστὲ κατέθεντο, ἀλλ' αὐτεξουσίως ἀναστάς, πᾶσι πιστοῖς παρέσχες, τὴν μυστικῶς ἐπισκιάζουσαν, ἄνωθεν τοῦ Πνεύματος ἔλλαμψιν.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ Μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι, τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος, ἄνευθεν ὠδίνων μητρικῶν· ὅθεν σε Θεοτόκον, σεσαρκωμένον γὰρ ἐκύησας, Λόγον ὀρθοδόξως κηρύττομεν.

Κανὼν των Αρχαγγέλων

Σὺ εἶ τὸ στερέωμα

Τῶν Ἀγγέλων πρώτιστος, καὶ τῆς Τριάδος φῶς δεύτερον, ὤφθης ἡμῖν, Μιχαὴλ ὁ ἄρχων, τοῖς πιστῶς εὐφημοῦσί σε.

Αἴγλῃ θείας χάριτος, ὁ Γαβριὴλ πιστῶς ἔπληξε, πᾶσαν τὴν γῆν, τοῦ Θεοῦ κηρύξας, τὴν ἐν σώματι κάθοδον.

Ξυνωρὶς ἀοίδιμε, καὶ φωταυγὴς δυὰς ἄϋλε, φῶτα Θεοῦ, τοὺς πιστῶς τελοῦντας, τὴν ὑμῶν μνήμην δείξατε.

Θεοτοκίον

ᾞσεν Ἡσαΐας, σοῦ τὴν ὑπὲρ νοῦν Ἁγνὴ κύησιν, ᾄδω κἀγώ, ἵνα τῆς ἐκείνου, ἐπιτύχω καθάρσεως.

Κοντάκιον Ἦχος πλ. α' (χύμα)

Μιμητὴς ὑπάρχων πρὸς τὸν ᾍδην Σωτήρ μου συγκαταβέβηκας, καὶ τὰς πύλας συντρίψας ὡς παντοδύναμος, τοὺς θανόντας ὡς Κτίστης συνεξανέστησας, καὶ θανάτου τὸ κέντρον Χριστὲ συνέτριψας, καὶ Ἀδὰμ τῆς κατάρας ἐρρύσω Φιλάνθρωπε· διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

Ὁ Οἶκος (χύμα)

Ἀκούσασαι αἱ Γυναῖκες τοῦ Ἀγγέλου τὰ ῥήματα, ἀπεβάλοντο τὸν θρῆνον, προσχαρεῖς γενόμεναι, καὶ σύντρομοι τὴν Ἀνάστασιν ἔβλεπον, καὶ ἰδοὺ Χριστὸς προσήγγισεν αὐταῖς, λέγων τό· Χαίρετε, θαρσεῖτε, ἐγὼ τὸν κόσμον νενίκηκα, καὶ τοὺς δεσμίους ἐρρυσάμην· σπουδάσατε οὖν πρὸς τοὺς Μαθητάς, ἀπαγγέλλουσαι αὐτοῖς, ὅτι προάγω ὑμᾶς, ἐν τῇ πόλει Γαλιλαίᾳ τοῦ κηρῦξαι. Διὸ πάντες σοι κράζομεν· Σῶσον ἡμᾶς Κύριε.

ᾨδὴ δ'

Ὁ Εἱρμὸς

«Τὴν θείαν ἐννοήσας σου κένωσιν, προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τῆς Μερρᾶς τὰ πικρότατα νάματα, ὡς ἐν εἰκόνι προτυπῶν, τὸν ἄχραντόν σου Σταυρὸν ἀγαθέ, τῆς ἁμαρτίας νεκροῦντα, τὴν γεῦσιν διὰ ξύλου ἐγλύκανας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σταυρὸν κατὰ τοῦ ξύλου τῆς γνώσεως, κατὰ γλυκείας ἐδωδῆς, χολὴν Σωτήρ μου προσίεσαι, κατὰ φθορᾶς δὲ θανάτου, τὸ αἷμά σου τὸ θεῖον ἐξέχεας.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἐκτὸς μὲν συναφείας συνέλαβες, ἀδιαφθόρως ἐν γαστρί, καὶ πρὶν ὠδινῆσαι τέτοκας, καὶ μετὰ τόκον Παρθένος, Θεὸν σαρκὶ τεκοῦσα πεφύλαξαι.

Κανὼν των Αρχαγγέλων

Σύ μου ἰσχύς, Κύριε

Ἱεριχώ, ὤφθη δυνάμεως Ἀρχιστράτηγος, πολεμοῦντι, πάλαι Ἰησοῦ τῷ Ναυῆ, νικοποιῶν καὶ ὑπερμαχῶν, Μιχαὴλ ὁ μέγας, τῶν Ἀσωμάτων ὁ ἔξαρχος, ὑφ' οὗ λαβὼν τὸ σθένος, ὁ θεράπων Κυρίου, δορυάλωτον εἷλε τὸ φρούριον.

Ἄρχων ποτέ, τῶν ἀσωμάτων Δυνάμεων, ὤφθη φέρων, τέκνου εὐαγγέλια, τῷ Ζαχαρίᾳ τῷ ἱερεῖ, Γαβριὴλ ὁ μέγας, ὁ θεῖος ὄντως Ἀρχάγγελος· διὸ φωνὴ τοῦ Λόγου, γεννηθείς, Ἰωάννης, τῷ πατρὶ τὴν φωνὴν ἀποδίδωσιν.

Χαίρει χαρὰ πάντα τὰ πέρατα σήμερον, τὴν αἰσίαν, μνήμην ἑορτάζοντα, τῶν Ἀρχαγγέλων σου ὁ Θεός, Μιχαὴλ τοῦ θείου, καὶ Γαβριὴλ τοῦ θεόφρονος· συγχαίρει δὲ καὶ πᾶσα, τῶν Ἀγγέλων ἡ τάξις, ὅτι σῴζεται κόσμος τῇ σκέπῃ αὐτῶν.

Θεοτοκίον

Μόνη ἁγνή, πέφυκας καὶ μετὰ γέννησιν, μόνη ὤφθης, ἄνανδρος θηλάζουσα, τὸν τοῦ Πατρὸς Λόγον ἀληθῆ, Πνεύματι Ἁγίῳ, λαβόντα δούλου μορφὴν καθ' ἡμᾶς, Παρθένε Θεοτόκε, οὗ τὴν θέαν τιμῶντες, τῆς μορφῆς τὴν ἐμφέρειαν σέβομεν.

ᾨδὴ ε'

Ὁ Εἱρμὸς

«Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω, τὴν ψυχήν μου φώτισον τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τῆς δόξης Κύριος, ἐν ἀδοξίας μορφῇ, ἐπὶ τοῦ ξύλου ἠτιμωμένος, ἑκουσίως κρέμαται, τὴν θείαν μοι δόξαν, ἀφράστως προμηθούμενος.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σύ με μετημφίασας, πρὸς ἀφθαρσίαν Χριστέ, φθορᾶς θανάτου ἀδιαφθόρως, τῇ σαρκὶ γευσάμενος, καὶ ἐξανατείλας τοῦ μνήματος τριήμερος.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὺ δικαιοσύνην τε, καὶ ἀπολύτρωσιν ἡμῖν, τεκοῦσα Χριστὸν ἀσπόρως, ἐλευθέραν ἔδρασας ἀρᾶς, Θεοτόκε τὴν φύσιν τοῦ προπάτορος.

Κανὼν των Αρχαγγέλων

Ἴνα τὶ με ἀπώσω

Ἀπειθοῦντι τὸ πάλαι, τοῦ Θεοῦ πρὸς ἄρρητα καὶ θεῖα θαύματα, Βαλαὰμ τῷ μάντει, ἐν ἀμφόδῳ ὁ Ἄγγελος ὄνῳ φανείς, φοβερῶς ἤλεγξε, καὶ λογικὸν τὸ ζῶον δείξας, τὸ τῆς φύσεως ἤμειψε γνώρισμα.

Συσχεθέντι τῷ Πέτρω, καὶ εἱρκτῇ προσμένοντι, Ἄγγελος ὤφθη Θεοῦ, τῶν χειρῶν Ἡρῴδου, καὶ δεσμῶν καὶ θανάτου λυτρούμενος· διὸ δεῦτε πάντες, ὡς τῶν ψυχῶν φρουρούς ἐνθέους, τοὺς σοφοὺς Ἀρχαγγέλους τιμήσωμεν.

Τῶν πολέμων τὰς στάσεις, Ἄγγελοι Ἀρχάγγελοι θεῖαι Δυνάμεις Θεοῦ, καὶ τῆς Ἐκκλησίας, τὰς αἱρέσεις καὶ πάντα τὰ σκάνδαλα, ταῖς ὑμῶν λύσατε, πρὸς τὸν Θεόν ἀεὶ πρεσβείαις, καὶ ἡμᾶς ἐν εἰρήνῃ φρουρήσατε.

Θεοτοκίον

Ἐν δυσὶ ταῖς οὐσίαις, ἕνα σε γινώσκομεν Θεὸν τῆς κτίσεως, ἐνεργείαις ἄμφω, καὶ θελήσεσιν ὄντα ἀσύγχυτον, τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ γυναικὸς σάρκα λαβόντα, ἧς τὴν θέαν τιμῶμεν τοῖς πίναξιν.

ᾨδὴ ς'

Ὁ Εἱρμὸς

«Μαινομένην κλύδωνι, ψυχοφθόρῳ, Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Εἰς φθορὰν κατώλισθεν, ὁ Γενάρχης, Δέσποτα Χριστέ, παρηκόου βρώσεως γευσάμενος, καὶ πρὸς ζωὴν ἀνῆκται διὰ τοῦ πάθους σου.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ἡ ζωὴ κατήντησας, πρὸς τὸν ᾍδην, Δέσποτα Χριστέ, καὶ φθορὰ τῷ φθείραντι γενόμενος, διὰ φθορᾶς ἐπήγασας τὴν Ἀνάστασιν.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ἡ Παρθένος ἔτεκε, καὶ τεκοῦσα, ἔμεινεν ἁγνή, ἐν χερσὶ τὸν φέροντα τὰ σύμπαντα, ὡς ἀληθῶς παρθένος Μήτηρ βαστάσασα.

Κανὼν των Αρχαγγέλων

Ἱλάσθητί μοι Σωτὴρ

Ὡς πῦρ καὶ φλόγα καὶ φῶς, τοὺς ἀσωμάτους ὑπάρχοντας, ἐκ τῆς ὑλώδους φθοράς, τὸν νοῦν ἀνιπτάμενοι, ὑλαίοις ἐν χείλεσι, τοὺς ἀΰλους φόβῳ, ἐν τοῖς ᾄσμασι τιμήσωμεν.

Νεκρώσατε τῶν παθῶν, τὰς καταιγίδας Ἀρχάγγελοι, καὶ παύσατε σὺν αὐτοῖς, τὰ σκάνδαλα ἅπαντα, τῆς πίστεως Ἅγιοι, τῆς Τριάδος ὄντες, Ἀρχιστράτηγοι πυρίμορφοι.

Ἀρχάγγελοι τοῦ Θεοῦ, τῶν Ἀσωμάτων οἱ ἔξαρχοι, τῇ παρρησίᾳ ὑμῶν, ἐκ πάσης αἱρέσεως, ἡμᾶς διασώσατε, Μιχαὴλ ὁ Ἄρχων, καὶ Γαβριὴλ οἱ Ἀρχιστράτηγοι.

Θεοτοκίον

Νηδύος ὤφθης ἑκών, ἐξ ἀπειράνδρου σαρκούμενος, ὁ ἄσαρκος ὡς Θεός, Χριστὲ σαρκοφόρος δέ, ὡς ἄνθρωπος πέφυκας, οὗ τῆς ἐμφερείας, οἱ πιστοὶ τὸ εἶδος σέβομεν.

Κοντάκιον Ἦχος β'

Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

Ὁ Οἶκος

Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ' ἀνθρώπῳ ἑνὶ μετανοοῦντι, Ἀθάνατε· ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε, μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ' ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν, Δέσποτα, παρέχων ἡμῖν συγχώρησιν· ὑπὲρ πάντων γὰρ ἡμῶν πρεσβεύουσιν, οἱ τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

Σ υ ν α ξ ά ρ ι ο ν

Τῇ Η' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ λοιπῶν καὶ Γαβριήλ, καί των ἁγίων ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων.
Στίχοι
• Ἐβουλόμην σοι, Μιχαήλ, ᾄσμα πρέπον
• ᾎσαι πρεπόντως, ἀλλ' ἄϋλον, οὐκ ἔχω.
• Ὀγδόη οὐρανίης κυδαίνει τάξιος Ἀρχούς.

Εἰς τὴν Σύναξιν τῶν ἐννέα Ταγμάτων, Σεραφίμ, Χερουβίμ, Θρόνων, Κυριοτήτων, Ἐξουσιῶν, Ἀρχῶν, Δυνάμεων, Ἀρχαγγέλων καὶ Ἀγγέλων.
Στίχοι
• Ἐπάξιόν τι Ταγμάτων τῶν ἐννέα
• Τὶς ἂν γόνος φθέγξαιτο μηνῶν ἐννέα;

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ

Ὁ Εἱρμὸς

«Ο ὐπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας, ὁ Θεὸς εὐλογητὸς εἶ».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σάρκα περιθέμενος, ὡς ἀγκίστρῳ δέλεαρ, τῇ θείᾳ δυνάμει σου, τὸν ὄφιν καθείλκυσας, ἀνάγων τοὺς βοῶντας· ὁ Θεὸς εὐλογητὸς εἶ.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Ὁ τῆς γῆς τὴν ἄπλετον, οὐσιώσας σύστασιν, ἐν τάφῳ καλύπτεται, σαρκὶ ὁ ἀχώρητος, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μίαν μὲν ὑπόστασιν, ἐν δυσὶ ταῖς φύσεσι, Πανάμωμε τέτοκας, Θεῷ ὃν σωματούμενον, πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Κανὼν των Αρχαγγέλων

Οἱ ἐκ τῆς, Ἰουδαίας

Σὺν χοροῖς Ἀσωμάτων, τῶν ἀνθρώπων τὸ γένος δεῦτε κροτήσωμεν, τὴν αἴσιον ἡμέραν, τῆς μνήμης ἐκτελοῦντες, τῶν σοφῶν Ἀρχαγγέλων Χριστοῦ· Εὐλογητὸς εἶ Θεέ, βοῶντες τῶν Πατέρων.

Ὡς φιλόξενοι πάλαι, Ἀβραὰμ ὁ θεόπτης, καὶ Λὼτ ὁ Ἔνδοξος, ἐξένισαν Ἀγγέλους, καὶ εὗρον κοινωνίαν, σὺν Ἀγγέλοις κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Μανωὲ τῷ γενναίῳ, καὶ Τωβὶτ τῷ πανσόφῳ, ὤφθησαν Ἄγγελοι, ἀμείβοντες τὰ ἄθλα, τοῦ βίου κατ' ἀξίαν· καὶ τῶν Παίδων ὁ Ἄγγελος, ἔσβεσε φλόγα ποτέ, πυρὸς καμίνου ὄντως.

Θεοτοκίον

Τὸ ἡμέτερον ὅλον, ἐκ Παρθένου λαβόντα, δίχα τροπῆς, Ἰησοῦ, ταῖς φύσεσι διπλοῦν σε, ἀλλ' ἕνα ὑποστάσει, πατρικῶς σε κηρύττομεν· ἧς καὶ τὸ εἶδος πιστῶς, σέβομεν ἐκτυποῦντες.

ᾨδὴ η'

Ὁ Εἱρμὸς

«Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σὺ τὸ θελητόν, τοῦ σωτηρίου πάθους, ἀπηύξω ποτήριον, ὥσπερ ἀβούλητον, δύο θελήσεις· δυσὶ γὰρ καταλλήλαις, φέρεις ταῖς οὐσίαις, Χριστὲ εἰς τοὺς αἰῶνας.

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Σοῦ τοῦ παντουργοῦ, τῇ καταβάσει ᾍδης, Χριστὲ καταγέλαστος, γεγονὼς ἤμεσε, πάντας τοὺς πάλαι, τῇ πλάνῃ νεκρωθέντας, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σὲ τὴν ὑπὲρ νοῦν, θεανδρικῶς τῷ λόγῳ, τεκοῦσαν τὸν Κύριον, καὶ παρθενεύουσαν, πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Κανὼν των Αρχαγγέλων

Ἑπταπλασίως κάμινον

Ἄρχων Ἀγγέλων πέφυκε, Μιχαὴλ ὁ Ἀρχάγγελος, ἀλλὰ συνδοξάζεται, αὐτῷ λαμπρότατα, ὁ μύστης τῆς χάριτος, καὶ τῆς Παρθένου μνήστωρ σεπτός, ὁ τῶν Ἀσωμάτων, Στρατηγός ἐπαξίως, χαρὰν προδιαγγέλλων, Γαβριὴλ τοῖς βοῶσι· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τὰ τῶν Ἀγγέλων τάγματα, ἐν ποικίλῃ μορφῇ κατιδών, Ἰεζεκιὴλ προϊστορῶν ἐκήρυττεν, ἐν οἷς ἑξαπτέρυγα, τὰ Σεραφὶμ παρίστανται, καὶ τὰ Χερουβίμ, πολυομμάτως ἐκύκλουν, μεθ' ὧν τοὺς Ἀρχαγγέλους, ἠλεκτρίνους ἑώρα, Χριστὸν δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς φοβερὰν τὴν ἔλευσιν, τῆς δευτέρας καθόδου σου, ἐκδηλοποιῶν ὁ Δανιὴλ προέλεγεν· Ὡς θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἐκάθησε, καὶ τὰς τῶν Ἀγγέλων, μυριάδας εἰσάγει, ἐν φόβῳ, παρεστώσας, καὶ φωναῖς ἀσιγήτοις, βοώσας τῇ Τριάδι, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Ὁ τῷ Πατρὶ καὶ Πνεύματι, ὁμοούσιος Λόγος ἑκών, ὤφθη καὶ ἡμῖν, ἐκ τῆς Παρθένου σύμμορφος, οὐ φύρας εἰς ἄλληλα, τὰ τῆς φρικτῆς ἑνώσεως· εἷς γὰρ ὁ αὐτός, ἐν ἑκατέροις δείκνυται, ἐν δύο ταῖς οὐσίαις, καὶ μιᾷ, ὑποστάσει, ἧς νῦν τῆς ἐμφερείας, τὸν τύπον προσκυνοῦμεν.

ᾨδὴ θ'

Ὁ Εἱρμὸς

«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».

Στίχ. Δόξα τῇ Ἁγίᾳ Ἀναστάσει σου, Κύριε.

Τὸν πεσόντα ἄνθρωπον, ἀνεδέξω Δέσποτα Χριστέ, ἐκ μήτρας παρθενικῆς, ὅλος συναφθείς, μόνος ἁμαρτίας δέ, μὴ μετασχών, ὅλον ἐκ φθορᾶς, σὺ ἠλευθέρωσας, τοῖς ἀχράντοις σου παθήμασι.

Στίχ. Δόξα τῇ ἁγίᾳ Σταυρώσει σου Κύριε.

Θεορρήτῳ αἵματι, κενωθέντι Δέσποτα Χριστέ, ἐκ σῆς ἀχράντου πλευρᾶς, καὶ ζωοποιοῦ, θυσία μὲν πέπαυται, εἰδωλική, πᾶσα δὲ ἡ γῆ, σοῦ τῆς αἰνέσεως, τὴν θυσίαν ἀναφέρομεν.

Θεοτοκίον

Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐ Θεὸν ἀσώματον, οὐδὲ πάλιν ἄνθρωπον ψιλόν, προήγαγεν ἡ ἁγνή, Κόρη καὶ σεμνή, ἀλλ' ἄνθρωπον τέλειον, καὶ ἀψευδῆ, τέλειον Θεόν, ὃν μεγαλύνομεν, σὺν Πατρὶ τε καὶ τῷ Πνεύματι.

Κανὼν των Αρχαγγέλων

Κυρίως Θεοτόκον

Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν ἀνάγκαις, πρὸς σωτηρίαν ὑπέρμαχοι ὤφθητε, τῶν Ἀσωμάτων οἱ πρῶτοι, Μιχαὴλ καὶ Γαβριήλ.

Δυνάμεων καὶ θρόνων, χοροῖς συγχορεύων, ὡς Στρατηγὸς τῶν Ἀγγέλων καὶ μύστης Θεοῦ, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι, Γαβριὴλ πρέσβευε.

Ὡς φύλακες τοῦ κόσμου, καὶ τῆς Ἐκκλησίας, καὶ Ταξιάρχαι τῶν ἄνω Δυνάμεων, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, καθικετεύσατε.

Θεοτοκίον

Συμφώνως Θεοτόκε, Σὲ δοξολογοῦμεν, ὅτι παθῶν καὶ κινδύνων λυτροῦσαι ἡμᾶς, καὶ τὰς ἡμῶν ἱκεσίας, ἐπ' ἀγαθοῖς ἐκπληροῖς.

Καταβασίες

Ὠδὴ α’. Ἦχος δ’.

Ανοίξω τό στόμα μου, καί πληρωθήσεται Πνεύματος, καί λόγον ερεύξομαι, τή Βασιλίδι Μητρί, καί οφθήσομαι, φαιδρώς πανηγυρίζων, καί άσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.

Ωδή γ'

Τούς σούς υμνολόγους Θεοτόκε, ως ζώσα καί άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, κἂν τῇ σεπτῇ Εἰσόδῳ Σου , στεφάνων δόξης αξίωσον.

Ωδή δ'

Τήν ανεξιχνίαστον θείαν βουλήν, τής εκ τής Παρθένου σαρκώσεως, σού τού Υψίστου, ο Προφήτης, Αββακούμ, κατανοών εκραύγαζε. Δόξα τή δυνάμει σου Κύριε.

Ωδή ε'

Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες, ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα.

Ωδή ς'

Τήν θείαν ταύτην καί πάντιμον, τελούντες εορτήν οι θεόφρονες, τής Θεομήτορος, δεύτε τάς χείρας κροτήσωμεν, τόν εξ αυτής τεχθέντα Θεόν δoξάζοντες.

Ωδή ζ'

Ουκ ελάτρευσαν τή κτίσει οι θεόφρονες, παρά τόν Κτίσαντα, αλλά πυρός απειλήν; ανδρείως πατήσαντες, χαίροντες έψαλλον. Υπερύμνητε, ο τών Πατέρων Κύριος, καί Θεός ευλογητός εί.

Ωδή η' Αινούμεν…

Παίδας ευαγείς εν τή καμίνω, ο τόκος τής Θεοτόκου διεσώσατο, τότε μέν τυπούμενος, νύν δέ ενεργούμενος, τήν οικουμένην άπασαν, αγείρει ψάλλουσαν. Τόν Κύριον υμνείτε τά έργα, καί υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ΄

Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ωδή θ' Ήχος δ'

Άπας γηγενής, σκιρτάτω τώ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, αύλων Nόων φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια τής Θεομήτορος, καί βοάτω. Χαίροις παμμακάριστε, Θεοτόκε Αγνή αειπάρθενε.

 Άγιος Κύριος ο Θεός ημών, γ’

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΙΑ'

Μετὰ τὴν θείαν Ἔγερσιν, τρὶς τῷ Πέτρῳ, φιλεῖς με, πυθόμενος ὁ Κύριος τῶν ἰδίων προβάτων, προβάλλεται ποιμενάρχην, ὃς ἰδὼν ὃν ἠγάπα, ὁ Ἰησοῦς ἑπόμενον, ἤρετο τὸν Δεσπότην. Οὗτος δὲ τί; Ἐὰν θέλω, ἔφησε, μένειν τοῦτον, ἕως καὶ πάλιν ἔρχομαι, τί πρὸς σὲ φίλε Πέτρε;

Ἕτερον

Τοῖς Μαθηταῖς

Ἐξουσιῶν Δυνάμεων, Ἀρχαγγέλων Ἀγγέλων, Κυριοτήτων Θρόνων τε, καὶ Ἀρχῶν πρωτοστάτης, ὑπὸ Θεοῦ κατεστάθης, Ἀρχιστράτηγε θεῖε, Μιχαὴλ ὑπερένδοξε· τῷ ἀστέκτῳ οὖν θρόνῳ, παρεστηκώς, σκέπε φρούρει φύλαττε σῷζε πάντας, τοὺς πίστει σε γεραίροντας, τὸν τοῦ κόσμου προστάτην.

Θεοτοκίον

Τιμιωτέρα πέφυκας, Χερουβὶμ τῶν ἐνδόξων, καὶ Σεραφὶμ Πανύμνητε, τῶν φρικτῶν ἀσυγκρίτως, ἐνδοξοτέρα καὶ πάντων, τῶν Ἁγίων Ἀγγέλων, ἁγιωτέρα Πάναγνε· τόν γὰρ Κτίστην τῶν ὅλων, σωματικῶς, ἀπορρήτως τέτοκας Θεοτόκε, ὃν αἴτησαι τοῖς δούλοις σου, λύτρον δοῦναι πταισμάτων.

Αἶνοι Ἦχος πλ. α'

1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

-- Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου, οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος.

2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

-- Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαία, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

-- Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σε τὸν Χριστόν, τὸν δι' ἠμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα· καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

-- Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες καὶ τῶν θυρῶν κεκλεισμένων, πρὸς τοὺς μαθητάς σου, δεικνύων αὐτοῖς τὰ τοῦ σώματος πάθη, ἅπερ κατεδέξω Σωτὴρ μακροθυμήσας, ὡς ἐκ σπέρματος Δαυΐδ, μώλωπας ὑπήνεγκας, ὡς Υἱὸς δὲ τοῦ Θεοῦ, κόσμον ἠλευθέρωσας. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς.

5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,

Ἦχος α' Τῶν οὐρανίων ταγμάτων

Τῶν οὐρανίων ταγμάτων ὡς προεξάρχοντα, καὶ τῶν ἐν γῇ ἀνθρώπων, ἰσχυρὸν σε προστάτην, φύλακα καὶ ῥύστην ὑμνοῦμεν πιστῶς, Μιχαὴλ Ἀρχιστράτηγε, καθικετεύοντες πάσης φθοροποιοῦ, ἀλγηδόνος ἡμᾶς ῥύσασθαι.

6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Ἦχος α' Τῶν οὐρανίων ταγμάτων

Τῶν οὐρανίων ταγμάτων ὡς προεξάρχοντα, καὶ τῶν ἐν γῇ ἀνθρώπων, ἰσχυρὸν σε προστάτην, φύλακα καὶ ῥύστην ὑμνοῦμεν πιστῶς, Μιχαὴλ Ἀρχιστράτηγε, καθικετεύοντες πάσης φθοροποιοῦ, ἀλγηδόνος ἡμᾶς ῥύσασθαι.

7. ῾Ο ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα

Ὁ ταξιάρχης τῶν ἄνω θείων Δυνάμεων, σήμερον συγκαλεῖται, τῶν βροτῶν τὰς χορείας, μίαν σὺν Ἀγγέλοις φαιδρὰν ἑορτήν, συγκροτῆσαι Συνάξεως, αὐτῶν τῆς θείας καὶ ἅμα ὕμνον Θεῷ, ἀναμέλψαι τὸν τρισάγιον.

8. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα

Ὑπὸ τὴν σκέπην τῶν θείων ἡμᾶς πτερύγων σου, προσπεφευγότας πίστει, Μιχαὴλ θεῖε νόε, φύλαττε καὶ σκέπε ἐν βίῳ παντί, καὶ ἐν ὥρᾳ Ἀρχάγγελε, τῇ τοῦ θανάτου σὺ πάρεσο βοηθός, ἡμῖν πᾶσιν εὐμενέστατος.

Δόξα... Ἦχος πλ. α'

Ὅπου ἐπισκιάσῃ ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος· Διὸ αἰτοῦμέν σε τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιΰμνητε Μιχαὴλ Ἀρχάγγελε.

Καὶ νῦν... Θεοτοκίον

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Τα αντίφωνα

Α΄.Ήχος β΄

Στίχ. α'. Ευλόγει η ψυχή μου, τόν Κύριον, καί πάντα τά εντός μου τό όνομα τό άγιον αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ σώσον ημάς.

Στίχ. β'. Ευλόγει, η ψυχή μου, τόν Κύριον, καί μή επιλανθάνου πάσας τάς ανταποδόσεις αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. γ'. Κύριος εν τώ ουρανώ ητοίμασε τόν θρόνον αυτού, καί η Βασιλεία αυτού πάντων δεσπόζει.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Δόξα... Καί νύν...

Ταίς πρεσβείαις τής Θεοτόκου...

Β΄. Ήχος β'

Στίχ. α'. Αίνει, η ψυχή μου, τόν Κύριον, αινέσω Κύριον εν τή ζωή μου, ψαλώ τώ Θεώ μου έως υπάρχω.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούια.

Στίχ. β'. Μακάριος, ού ο Θεός Ιακώβ βοηθός αυτού, η ελπίς αυτού επί Κύριον τόν Θεόν αυτού.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Στίχ. γ'. Βασιλεύσει Κύριος εις τόν αιώνα, ο Θεός σου, Σιών, εις γενεάν καί γενεάν.
Σώσον, ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών...

Δόξα... Καί νύν...

Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Ἀπολυτίκιον Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Εισοδικόν

Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι Αλληλούϊα

Ἀπολυτίκιον Ἦχος πλ. α'

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Ἀπολυτίκιον Ἦχος δ'

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

Είτα του ναού

Κοντάκιον. Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.

Ο καθαρώτατος ναός του Σωτήρος, η πολυτίμητος παστάς και Παρθένος, το ιερόν θησαύρισμα της δόξης του Θεού, σήμερον εισάγεται, εν τω οίκω Κυρίου, την χάριν συνεισάγουσα, την εν Πνεύματι Θείω. ην ανυμνούσιν Aγγελοι Θεού. Αύτη υπάρχει σκηνή επουράνιος.

.
Προκείμενον.Ήχος δ’. (Ψαλμός ιε’).

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ, πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Στίχ. Ευλόγει ,η ψυχή μου, τον Κύριον.

Πρός Εβραίους Επιστολής Παύλου το Ανάγνωσμα.

Εβρ. β’ 2-10

Ει γάρ ο δι' αγγέλων λαληθείς λόγος εγένετο βέβαιος, και πάσα παράβασις και παρακοή έλαβεν ένδικον μισθαποδοσίαν, πως ημείς εκφευξόμεθα τηλικαύτης αμελήσαντες σωτηρίας; ήτις αρχήν λαβούσα λαλείσθαι διά του Κυρίου, υπό των ακουσάντων εις ημάς εβεβαιώθη, συνεπιμαρτυρούντος του Θεού σημείοις τε και τέρασι και ποικίλαις δυνάμεσι και Πνεύματος Αγίου μερισμοίς κατά την αυτού θέλησιν.
Ου γάρ αγγέλοις υπέταξε την οικουμένην την μέλλουσαν, περί ης λαλούμεν, διεμαρτύρατο δέ που τις λέγων, τί εστιν άνθρωπος ότι μιμνήσκη αυτού, ή υιός ανθρώπου ότι επισκέπτη αυτόν; ηλάττωσας αυτόν βραχύ τι παρ' αγγέλους, δόξη και τιμή εστεφάνωσας αυτόν, πάντα υπέταξας υποκάτω των ποδών αυτού, εν γάρ τώ υποτάξαι αυτώ τα πάντα ουδέν αφήκεν αυτώ ανυπότακτον. Νυν δέ ούπω ορώμεν αυτώ τα πάντα υποτεταγμένα, τον δέ βραχύ τι παρ' αγγέλους ηλαττωμένον βλέπομεν Ιησούν διά το πάθημα του θανάτου δόξη και τιμή εστεφανωμένον, όπως χάριτι Θεού υπέρ παντός γεύσηται θανάτου. Έπρεπε γάρ αυτώ, δι' ον τα πάντα και δι' ου τα πάντα, πολλούς υιούς εις δόξαν αγαγόντα, τον αρχηγόν της σωτηρίας αυτών διά παθημάτων τελειώσαι.

Αλληλούϊα (γ’)

Ευαγγέλιον

Κυριακή Ζ΄ Λουκά (Λουκ. 8,41-56)

Τῷ καιρῷ ἐκείνω, ἄνθρωπος τίς προσῆλθε τῷ Ἰησοῦ, 41. ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε• καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42. ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43. καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς θεραπευθῆναι, 44. προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45. καὶ εἶπεν ὁ Ἰησοῦς• τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ• ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46. ὁ δὲ Ἰησοῦς εἶπεν• ἥψατό μού τις• ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθούσαν ἀπ' ἐμοῦ. 47. ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι' ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. 48. ὁ δὲ εἶπεν αὐτῇ• θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε• πορεύου εἰς εἰρήνην. 49. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου• μὴ σκύλλε τὸν διδάσκαλον. 50. ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων• μὴ φοβοῦ• μόνον πίστευε, καὶ σωθήσεται. 51. ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52. ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε• μὴ κλαίετε• οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. 53. καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54. αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων• ἡ παῖς, ἐγείρου. 55. καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56. καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Είς το Εξαιρέτως...Άξιον Εστί

Κοινωνικὸν

<< Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ, πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.>>

<<Είδομεν το φώς>>...

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Απάντηση

Επιστροφή στο “Βυζαντινή Μουσική”