...::Αρχική|  Νέα|  Συζητήσεις|  Επικοινωνία|  Download|  Σύνδεσμοι|  Φωτογραφίες::...

Το τυπικόν της Κυριακής

Συζήτηση για την Βυζαντινή Μουσική.

Συντονιστές: alex, Συντονιστές

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευσηαπό HXOS » Παρ Απρ 24, 2009 8:14 pm

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ!!!
ΚΑΛΩΣ ΗΡΘΕΣ ΚΑΙ ΒΟΗΘΕΙΑ ΣΟΥ ΤΑ ΑΓΙΑ ΠΡΟΣΚΥΝΗΜΑΤΑ,
ΜΙΑ ΜΙΚΡΗ ΔΙΟΡΘΩΣΗ. ΤΟ ΠΡΟΚΕΙΜΕΝΟΝ ΤΟ ΕΧΕΙΣ ΓΡΑΨΕΙ ΔΥΟ ΦΟΡΕΣ ΠΡΙΝ ΚΑΙ ΜΕΤΑ ΤΟ ΑΝΤΙΦΩΝΟΝ ΤΟΥ Δ΄ΗΧΟΥ(ΜΑΛΛΟΝ ΕΝ ΠΑΡΑΔΡΟΜΗΣ).ΤΟ ΠΡΙΝ ΔΕ ΧΡΕΙΑΖΕΤΑΙ.
ΕΥΧΑΡΙΣΤΟΥΜΕ ΘΕΡΜΑ ΓΙΑ ΤΟΝ ΚΟΠΟ ΣΟΥ.
Εικόνα
ΣΥΝ ΘΕΩ ΠΑΝΤΑΧΟΥ,ΦΟΒΟΣ ΟΥΔΑΜΟΥ.
Άβαταρ μέλους
HXOS
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 336
Εγγραφή: Δευτ Σεπ 18, 2006 8:00 am
Τοποθεσία: ΓΙΑΝΝΗΣ@ΚΡΗΤΗ

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευσηαπό PRETORIAN » Παρ Μάιος 01, 2009 11:12 pm

3-5-2009
+ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Απολυτίκιον Ήχος β'
Ότε κατήλθες πρός τόν θάνατον, η Ζωή η αθάνατος, τότε τόν Άδην ενέκρωσας τή αστραπή τής θεότητος, ότε δέ καί τούς τεθνεώτας εκ τών καταχθονίων ανέστησας, πάσαι αι Δυνάμεις τών επουρανίων εκραύγαζον, Ζωοδότα Χριστέ ο Θεός ημών δόξα σοι.

Δόξα...
Ο ευσχήμων Ιωσήφ, από τού ξύλου καθελών, τό άχραντόν σου Σώμα, σινδόνι καθαρά ειλήσας καί αρώμασιν, εν μνήματι καινώ κηδεύσας απέθετο, αλλά τριήμερος ανέστης Κύριε, παρέχων τώ κόσμω τό μέγα έλεος.
Καί νύν...
Ταίς μυροφόροις Γυναιξί, παρά τό μνήμα επιστάς, ο Άγγελος εβόα, Τά μύρα τοίς θνητοίς υπάρχει αρμόδια, Χριστός δέ διαφθοράς εδείχθη αλλότριος, αλλά κραυγάσατε, Ανέστη ο Κύριος, παρέχων τώ κόσμω τό μέγα έλεος.

ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετά τήν α' Στιχολογίαν

Καθίσματα Αναστάσιμα
Ήχος β'
Τόν λίθον τού μνήματος, σφραγισθήναι μή κωλύσας, τήν πέτραν τής Πίστεως, αναστάς παρέσχες πάσι, Κύριε δόξα σοι.
Δόξα...
Τόν κόλπον τόν άχραντον, εν υψίστοις μή κενώσας ταφήν καί ανάστασιν, υπέρ πάντων κατεδέξω, Κύριε δόξα σοι.
Καί νύν... Θεοτοκίον
Πάντα υπέρ έννοιαν, πάντα υπερένδοξα, τά σά Θεοτόκε μυστήρια, τή αγνεία εσφραγισμένη, καί παρθενία φυλαττομένη, Μήτηρ εγνώσθης αψευδής, Θεόν τεκούσα αληθινόν, αυτόν ικέτευε, σωθήναι τάς ψυχάς ημών.

Μετά τήν β' Στιχολογίαν

Έτερα
Αι Μυροφόροι όρθριαι γενόμεναι, καί τό μνήμα κενόν θεασάμεναι, τοίς Αποστόλοις έλεγον, τήν φθοράν καθείλεν ο κραταιός, καί τούς εν Άδη ήρπασε τών δεσμών, κηρύξατε παρρησία, Ότι ανέστη Χρίστός ο Θεός, δωρούμενος ημίν τό μέγα έλεος.
Δόξα...
Τά μύρα τής ταφής σου, αι γυναίκες κομίσασαι, λαθραίως πρός τό μνήμα παρεγένοντο όρθρίαι, τών Ιουδαίων δειλιώσαι τήν αυθάδειαν καί στρατιωτών προορώσαι τήν ασφάλειαν, αλλά φύσις ασθενής τήν ανδρείαν ενίκησεν, ότι γνώμη συμπαθής τώ Θεώ ευηρέστησε, προσφόρως ούν εκραύγαζον, Ανάστα Κύριε, βοήθησον ημίν, καί λύτρωσαι ημάς, ένεκεν τού ονόματός σου.
Καί νύν... Θεοτοκίον
Υπερδεδοξασμένη υπάρχεις, Θεοτόκε Παρθένε, υμνούμέν σε, διά γάρ τού Σταυρού τού Υιού σου, κατεβλήθη ο Άδης, καί ο θάνατος τέθνηκε, νεκρωθέντες ανέστημεν, καί ζωής ηξιώθημεν, τόν Παράδεισον ελάβομεν, τήν αρχαίαν απόλαυσιν διό ευχαριστούντες δοξολογούμεν, ως κραταιόν Χριστόν τόν Θεόν ημών, καί μόνον πολυέλεον.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ήχος πλ. α'

-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς λογισθέντα, τού θανάτου δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου πάντας ελευθερώσαντα.

Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο Σωτήρ γάρ εξανέστη τού μνήματος.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ' επέστη, πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν δέ, Αποστόλοις είπατε.

Μυροφόροι γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς Θεός γάρ, εξανέστη τού μνήματος.
Δόξα... Τριαδικόν

Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί, Κύριε.
Καί νύν... Θεοτοκίον

Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί άνθρωπος.

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').

Η Υπακοή Ήχος β'
Μετά τό Πάθος πορευθείσαι εν τώ μνήματι πρός τό μυρίσαι τό σώμά σου αι γυναίκες Χριστέ ο Θεός, είδον Αγγέλους εν τώ τάφω καί εξέστησαν, φωνής γάρ ήκουον εξ αυτών, ότι ανέστη ο Κύριος, δωρούμενος τώ κόσμω τό μέγα έλεος.
Οι Αναβαθμοί Αντίφωνον Α'
• • Εν τώ ουρανώ τά όμματα, εκπέμπω μου τής καρδίας, πρός σέ Σωτήρ, σώσόν με σή επιλάμψει.
• • Ελέησον ημάς τούς πταίοντάς σοι πολλά καθ' εκάστην ώραν, ώ Χριστέ μου, καί δός πρό τέλους τρόπους, τού μετανοείν σοι.
Δόξα... καί νύν...
Αγίω Πνεύματι, τό βασιλεύειν πέλει, τό αγιάζειν, τό κινείν τήν κτίσιν, Θεός γάρ εστιν, ομοούσιος Πατρί καί Λόγω.
Αντίφωνον Β'
• • Ειμή ότι Κύριος ήν εν ημίν, τίς ικανός σώος φυλαχθήναι, εκ τού εχθρού άμα, καί ανθρωποκτόνου;
• • Τοίς οδούσιν αυτών, μή παραδώς Σωτήρ τόν σόν δούλον, λέοντος τρόπον κατ' εμού κινούνται, καί γάρ οι εχθροί μου.
Δόξα... καί νύν...
Αγίω Πνεύματι, ζωαρχία καί γέρας, πάντα γάρ τα κτιστά, ως Θεός ών δυναμοί, συντηρεί εν Πατρί δι' Υιού δέ.
Αντίφωνον Γ'
• • Οι πεποιθότες επί Κύριον, εοίκασιν όρει τώ αγίω, οί ουδαμώς σαλεύονται, προσβολαίς τού Βελίαρ.
• • Εν ανομίαις χείρας αυτών μή εκτεινάτωσαν οι θείως ζώντες, ου γάρ εά Χριστός, τή ράβδω τόν κλήρον αυτού.
Δόξα... καί νύν...
Αγίω Πνεύματι, προσπηγάζει πάσα σοφία, ένθεν χάρις Αποστόλοις, καί τοίς άθλοις καταστέφονται Μάρτυρες, καί Προφήται ορώσι.

Προκείμενον
Εξεγέρθητι, Κύριε Ο Θεός μου, εν προστάγματι ώ ενετείλω, καί συναγωγή λαών κυκλώσει σε.
Στίχ. Κύριε, ο Θεός μου, επί σοί ήλπισα.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Eωθινόν δ΄

Ν' Ψαλμός

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου
Πεντηκοστάριον. Ήχος ο αυτός.
Αναστάς ο Ιησούς, από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν, καί μέγα έλεος.

Κανών τού Πάσχα Ήχος α'

Ωδή α' Ο Ειρμός
Αναστάσεως ημέρα, λαμπρυνθώμεν λαοί, Πάσχα Κυρίου Πάσχα, εκ γάρ θανάτου πρός ζωήν, καί εκ γής πρός ουρανόν, Χριστός ο Θεός, ημάς διεβίβασεν, επινίκιον άδοντας.

Καθαρθώμεν τάς αισθήσεις, καί οψόμεθα τώ απροσίτω φωτί τής Αναστάσεως, Χριστόν εξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανώς ακουσόμεθα, επινίκιον άδοντες.

Ουρανοί μέν επαξίως ευφραινέσθωσαν, γή δέ αγαλλιάσθω, εορταζέτω δέ κόσμος, ορατός τε άπας καί αόρατος, Χριστός γάρ εγήγερται, ευφροσύνη αιώνιος.

Κανών τής Θεοτόκου

Ήχος α'
Ού η ακροστιχίς εν τοίς πρώτοις Τροπαρίοις. Θεοφάνους.

Ωδή α' Ειρμός ο αυτός
Θανατώσεως τόν όρον ανεμόχλευσας, τήν αιωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τόν έκ τάφου αναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καί τόν κόσμον φωτίσαντα.

Αναστάντα κατιδούσα σόν Υιόν καί Θεόν, χαίροις σύν Αποστόλοις, θεοχαρίτωτε αγνή, καί τό Χαίρε πρωτουργώς, ως πάντων χαράς, αιτία εισδέδεξαι, Θεομήτορ πανάμωμε.

Κανών τών Μυροφόρων
Ποίημα Ανδρέου Κρήτης.

Ωδή α' Ήχος β' Ο Ειρμός
Τήν Μωσέως ωδήν, αναλαβούσα βόησον ψυχή, Βοηθός καί σκεπαστής, εγένετό μοι εις σωτηρίαν, ούτός μου Θεός, καί δοξάσω αυτόν.

Εσταυρώθης σαρκί, ο απαθής τή φύσει τού Πατρός, εκεντήθης τήν πλευράν, πηγάσας κόσμω αίμα καί ύδωρ, Σύ ημών Θεός, καί δοξάζομέν σε.

Τόν Σταυρόν σου τιμώ, καί τήν Ταφήν δοξάζω αγαθέ, καί υμνώ καί προσκυνώ τήν Εγερσίν σου, καί ανακράζω, Σύ ημών Θεός, καί δοξάζομέν σε.

Κάν εγεύσω χολής, ο γλυκασμός τής Εκκλησίας, αλλ' επήγασας ημίν τήν αφθαρσίαν, εκ τής πλευράς σου, Σύ ημών Θεός, καί δοξάζομέν σε.

Ελογίσθης Σωτήρ, μετά νεκρών νεκρούς εγείρας, απεγεύσω τής φθοράς, διαφθοράν γάρ όλως ουκ έγνως. Σύ ημών Θεός, καί δοξάζομέν σε.

Ευφραινέσθω Σιών, αγαλλιάσθω καί ο ουρανός, εξανέστη Χριστός, νεκρούς εγείρας υμνολογούντας, Σύ ημών Θεός, καί δοξάζομέν σε.

Οθονίοις ειλήσας, Ιωσήφ τό σώμά σου Χριστέ, εν μνημείω τώ καινώ, κατέθετό σε τήν σωτηρίαν, νεκρούς δέ ως Θεός εξανέστησας.

Προλαβούσαι τόν όρθρον, αι Γυναίκες είδον τόν Χριστόν, καί τοίς θείοις Μαθηταίς, εβόων, Όντως Χριστός ανέστη, δεύτε σύν ημίν ανυμνείτε αυτόν.
Δόξα...
Παναγία Τριάς, μία θεότης, άναρχε μονάς, ο Πατήρ καί ο Υιός, καί θείον Πνεύμα, σώζε τόν κόσμον, Σύ ημών Θεός, καί δοξάζομέν σε.
Καί νύν... Θεοτοκίον
Τήν αρχαίαν αράν, εν γαστρί σου λύσασα Σεμνή, ανεβλάστησας ημίν, τήν ευλογίαν, βρέφος τεκούσα, ούτος γάρ Θεός, ει καί σάρκα φορεί.

Ωδή γ' Ο Ειρμός
Δεύτε πόμα πίωμεν καινόν, ουκ εκ πέτρας αγόνου τερατουργούμενον, αλλ' αφθαρσίας πηγήν, εκ τάφου ομβρήσαντος Χριστού, εν ώ στερεούμεθα.

Νύν πάντα πεπλήρωται φωτός, ουρανός τε καί γή καί τά καταχθόνια, εορταζέτω γούν πάσα κτίσις τήν Έγερσιν Χριστού, εν ή εστερέωται.

Χθές συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον αναστάντι σοι, συνεσταυρούμην σοι χθές, αυτός με συνδόξασον Σωτήρ, εν τή βασιλεία σου.

Τής Θεοτόκου

Ο αυτός
Επί τήν ακήρατον ζωήν, επανέρχομαι σήμερον αγαθότητι, τού γεννηθέντος εκ σού, καί πάσι τοίς πέρασιν Αγνή, τό φέγγος αστράψαντος.

Θεόν όν εκύησας σαρκί, εκ νεκρών καθώς είπεν εξεγειρόμενον, θεασαμένη Αγνή, χόρευε, καί τούτον, ως Θεόν, άχραντε μεγάλυνε.

Τών Μυροφόρων

Ο Ειρμός
Στειρωθέντα μου τόν νούν, καρποφόρον ο Θεός, ανάδειξόν με, γεωργέ τών καλών, φυτουργέ τών αγαθών, τή ευσπλαγχνία σου.

Τάς παλάμας Ιησού, προσηλώσας εν Σταυρώ τά έθνη πάντα, εκ τής πλάνης συλλαβών, πρός επίγνωσιν τήν σήν, συνεκαλέσω Σωτήρ.

Ιουδαίων ο λαός, τώ Πιλάτω εκβοά, Απόλυσόν μοι τόν κακούργον ληστήν, άρον, άρον, σταύρωσον τόν αναμάρτητον.

Σταυρωθέντος σου Χριστέ, συνεσκότασε τό φώς, η γή εσείσθη, καί εκ τάφου νεκροί, εξανέστησαν πολλοί, φόβω τού κράτους σου.

Παρεστώσα τώ Σταυρώ, η αμνάς σου Ιησού, κλαυθμώ εβόα, Πού πορεύη Υιέ; πού απέρχη ο αμνός, ο υπέρ πάντων σφαγείς;

Προσκυνώ σου τόν Σταυρόν, ανυμνώ καί τήν ταφήν, τιμώ τά Πάθη, καί τούς ήλους τών χειρών, καί τήν λόγχην Ιησού, καί τήν Ανάστασιν.

Εξανέστης Ιησού, εσκυλεύθη ο εχθρός, Αδάμ ερρύσθη, καί η Εύα σύν αυτώ, τών δεσμών καί τής φθοράς, τή Αναστάσει σου.

Αναστάντος σου Χριστέ, συνετρίβησαν μοχλοί, καί πύλαι Άδου, καί θανάτου τά δεσμά, διελύθησαν ευθύς, φόβω τού κράτους σου.

Θεοδόχε Ιωσήφ, δεύρο στήθι μεθ' ημών, Ανέστη κράζων, Ιησούς ο λυτρωτής, ο εγείρας τόν Αδάμ, τή ευσπλαγχνία αυτού.

Ευφραινέσθω σύν ημίν, Μαθητών η δωδεκάς, σύν Μυροφόροις γυναιξί, καί Ιωσήφ, καί τοίς άλλοις Μαθηταίς, καί Μαθητρίαις Χριστού.
Δόξα...
Σύν Πατρί καί τόν Υιόν, καί τό Πνεύμα τό ευθές, τήν μίαν φύσιν, προσκυνώ καί ανυμνώ, τοίς προσώποις διαιρών, καί τή ουσία ενών.
Καί νύν... Θεοτοκίον
Μακαρία εί Σεμνή, η εκ ρίζης Ιεσσαί, εξ ής η ράβδος, καί τό άνθος ο Χριστός, κατά σάρκα δι' ημάς, αναβλαστήσασα.
Καταβασία
Δεύτε πόμα πίωμεν καινόν, ουκ εκ πέτρας αγόνου τερατουργούμενον, αλλ' αφθαρσίας πηγήν, εκ τάφου ομβρήσαντος Χριστού, εν ώ στερεούμεθα.

Κάθισμα Ήχος β'
Τά άνω ζητών
Τά μύρα θερμώς, τώ τάφω προσκομίζουσαι, Γυναίκες Σωτήρ, Αγγέλου τή λαμπρότητι, τάς ψυχάς ηγάλλοντο, καί Θεόν σε τών όλων εκήρυττον, καί Μαθηταίς εβόων, Όντως ανέστη εκ τάφου η πάντων ζωή.
Δόξα... Καί νύν... Ήχος ο αυτός
Τών Μαθητών σου ο χορός, σύν Μυροφόροις γυναιξίν, αγάλλεται συμφώνως, κοινήν γάρ εορτήν σύν αυταίς εορτάζουσιν εις δόξαν καί τιμήν τής σής Αναστάσεως, καί δι' αυτών βοώμέν σοι, Φιλάνθρωπε Κύριε, τώ λαώ σου παράσχου τό μέγα έλεος.

Ωδή δ' Ο Ειρμός
Επί τής θείας φυλακής, ο θεηγόρος Αββακούμ, στήτω μεθ' ημών καί δεικνύτω, φαεσφόρον Άγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τώ κόσμω, ότι ανέστη Χριστός ως παντοδύναμος.

Άρσεν μέν ως διανοίξαν, τήν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ως βροτός δέ, αμνός προσηγόρευται, άμωμος δέ, ως άγευστος κηλίδος, τό ημέτερον Πάσχα, καί ως Θεός αληθής, τέλειος λέλεκται.

Ως ενιαύσιος αμνός, ο ευλογούμενος ημίν, στέφανος Χριστός εκουσίως, υπέρ πάντων τέθυται, Πάσχα τό καθαρτήριον, καί αύθις εκ τού τάφου ωραίος, δικαιοσύνης ημίν έλαμψεν ήλιος.

Ο θεοπάτωρ μέν Δαυϊδ, πρό τής σκιώδους κιβωτού, ήλατο σκιρτών, ο λαός δέ τού Θεού ο άγιος, τήν τών συμβόλων έκβασιν, ορώντες, ευφρανθώμεν ενθέως, ότι ανέστη Χριστός ως παντοδύναμος.

Τής Θεοτόκου

Ο αυτός
Ο διαπλάσας τον Αδάμ, τόν σόν προπάτορα Αγνή, πλάττεται εκ σού, καί θανάτω, τώ οικείω έλυσε, τόν δι' εκείνου θάνατον σήμερον, καί κατηύγασε πάντας, ταίς θεϊκαίς αστραπαίς τής Αναστάσεως.

Όν απεκύησας Χριστόν, ωραιοτάτως εκ νεκρών, λάμψαντα Αγνή καθορώσα, η καλή καί άμωμος, εν γυναιξίν ωραία τε, σήμερον εις πάντων σωτηρίαν, σύν Αποστόλοις αυτόν χαίρουσα, δόξαζε.

Τών Μυροφόρων

Ο Ειρμός
Τήν εκ Παρθένου σου γέννησιν, ο Προφήτης προβλέπων, ανεκήρυττε βοών. Τήν ακοήν σου ακήκοα καί εφοβήθην, ότι από θαιμάν, καί εξ όρους αγίου κατασκίου, επεδήμησας Χριστέ.

Διά Σταυρού ηχμαλώτευσας, τήν τού Άδου γαστέρα, καί συνήγειρας νεκρούς, καί τού θανάτου κατέλυσας τήν τυραννίδα, όθεν οι εξ, Αδάμ προσκυνούντες, υμνούμεν τήν ταφήν σου καί τήν Έγερσιν Χριστέ.

Ο ευδοκήσας Σωτήρ ημών, διά σπλάγχνα ελέους, προσπαγήναι τώ Σταυρώ, καί τής πατρώ ας λυτρώσασθαι ημάς κατάρας, λύσόν μου τά δεσμά τών πολλών εγκλημάτων, δύνασαι γάρ δσα θέλεις εκπληρούν.

Ο εν Σταυρώ προσηλώσας μου, τήν αρχαίαν κατάραν, καί πηγάσας μοι Σωτήρ, τήν ευλογίαν δι' αίματος, εκ τής πλευράς σου, λύσόν μου τά δεσμά τών πολλών εγκλημάτων, δύνασαι γάρ όσα θέλεις εκπληρούν.

Άδης Σωτήρ συναντήσας σοι, έν τοίς καταχθονίοις επικράνθη, ενορών, ότι ούς πάλαι κατέπιεν ισχύσας, άρτι άκων αποδιδούς ερευνάται τά κάτω, καί γυμνούται καί σκυλεύεται νεκρούς.

Ει καί ο λίθος εσφράγισται, μετά τής κου στωδίας, ώ παράνομοι εχθροί, αλλ' έξα νέστη ο Κύριος καθώς προείπε, λύων μου τά δεσμά τών πολλών εγκλημάτων, δύναται γάρ όσα θέλει εκπληρούν.

Ο αναστάς εκ τού μνήματος, καί σκυλεύσας τόν Άδην, καί ζωώσας τούς νεκρούς, καί αφθαρσίαν πηγάσας μοι, τή σή Εγέρσει, λύσόν μου τά δεσμά τών πολλών εγκλημάτων, δύνασαι γάρ όσα θέλεις εκπληρούν.

Όντως αισχύνθητε άνομοι, ο Χριστός γάρ ανέστη, καί συνήγειρε νεκρούς, κράζων, θαρσείτε, νενίκηκα εγώ τόν κόσμον, πείσθητε ούν αυτώ, ή σιγήσατε πλάνοι, αθετούντες τήν Ανάστασιν αυτού.

Ο Μυροφόροις τό, Χαίρετε, αναστάς εκ τού τάφου, προσφωνήσας αγαθέ, καί Αποστόλοις, Κηρύξατε τήν Εγερσίν μου, λύσόν μου τά δεσμά, τών πολλών εγκλημάτων, δύνασαι γάρ όσα θέλεις εκπληρούν.

Ιωσήφ τόν ευσχήμονα, ζηλωτήν ευσεβείας, βουλευτήν καί μαθητήν, σύν Μυροφόροις τιμήσωμεν καί Αποστόλοις, κράζοντες σύν αυτοίς, καί πιστώς ανυμνούντες τού Σωτήρος τήν Ανάστασιν φαιδρώς.
Δόξα...
Υπερουσίου θεότητος, τήν αμέριστον δόξαν, τίς ισχύσει εξειπείν, έν γάρ τή φύσει υπάρχουσα, Τριάς υμνείται, άναρχος, συμφυής, ως μονάς εν τριάδι υμνουμένη, υποστάσεσιν απλαίς.
Καί νύν... Θεοτοκίον
Τόν έν γαστρί σου σκηνώσαντα, αλοχεύτως τεκούσα, Μητροπάρθενε αγνή, ακαταπαύστως ικέτευε, ως Θεοτόκος, λύσαί μου τά δεσμά τών πολλών εγκλημάτων, δύνασαι γάρ όσα θέλεις βοηθείν.
Ωδή ε' Ο Ειρμός
Ορθρίσωμεν όρθρου βαθέος, καί αντί μύρου τόν ύμνον προσοίσομεν τώ Δεσπότη, καί Χριστόν οψόμεθα, δικαιοσύνης ήλιον, πάσι ζωήν ανατέλλοντα.

Τήν άμετρόν σου ευσπλαγχνίαν, οι ταίς τού Αδου σειραίς, συνεχόμενοι, δεδορκότες, πρός τό φώς ηπείγοντο Χριστέ, αγαλλομένω ποδί, Πάσχα κροτούντες αιώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τώ προϊόντι Χριστώ εκ τού μνήματος, ως νυμφίω, καί συνεορτάσωμεν, ταίς φιλεόρτοις τάξεσι, Πάσχα Θεού τό σωτήριον.

Τής Θεοτόκου

Ο αυτός
Φωτίζεται θείαις ακτίσι, καί ζωηφόροις ταίς τής Αναστάσεως τού Υιού σου, Θεομήτορ άχραντε, καί χαρμονής εμπίπλαται, τών ευσεβών η Ομήγυρις.

Ουκ ήνοιξας πύλας Παρθένου, εν τώ σαρκούσθαι μνήματος ουκ έλυσας τάς σφραγίδας, Βασιλεύ τής κτίσεως, όθεν εξαναστάντα σε, θεασαμένη ηγάλλετο.

Τών Μυροφόρων

Ο Ειρμός
Τήν αχλύν τύς ψυχής μου, Σωτήρ μου διασκεδάσας, τώ φωτί τών εντολών σου, καταύγασόν με ως μόνος, τής ειρήνης Βασιλεύς.

Σύ τήν αρχαίαν στολήν μου, ήν μοι έξύφανεν, οίμοι! ο σπορεύς τής αμαρτίας εξέδυσάς με Σωτήρ μου, ενδυσάμενος εμέ.

Φύλλα συκής έρραψέ μοι, η αμαρτία μου οίμοι! μή φυλάξαντι Σωτήρ μου τήν άχραντον εντολήν σου, τή τού όφεως βουλή.

Τήν πληγωθείσαν ψυχήν μου, τοίς ληστρικοίς λογισμοίς μου, επιστάς ο εκ Μαρίας, καί έλαιον επιχύσας, εθεράπευσε Χριστός.

Εv τώ Σταυρώ παρεστώσα, η άμεμπτος Θεοτόκος, μητρικώς ανεκαλείτο, Κατέλιπές με τήν μόνην, Υιέ μου καί Θεέ.

Σύ τόν αρχέκακον όφιν, τώ όπλω τώ τού Σταυρού σου, καθελών τή σή Εγέρσει, συνέτριψας τό κέντρον, τού θανάτου Ιησού.

Πού σου θάνατε τό κέντρον, πού σου, Άδη τό νίκος, ο Αδάμ συνεκβοάτω, συντέτριψαι ζωώσει, τού εγείραντος νεκρούς.

Αι Μυροφόροι γυναίκες, τό μνήμα καταλαβούσαι, τού ζωώσαντος τούς κάτω, φωνής ήκουον λεγούσης, Εξανέστη ο Χριστός.

Τών ευσεβών Μυροφόρων, τήν μνήμην επιτελούντες, καί πάντων τών Μαθητών σου, εν τή φαιδρά σου Εγέρσει, ανυμνούμέν σε Χριστέ.

Τόν Ευσχήμονα πάντες, τιμήσωμεν επαξίως, ός τό σώμα τού Κυρίου, από τού ξύλου καθείλε, καί εκήδευσε πιστώς.
Δόξα...
Σέ τόν Θεόν καί Πατέρα, καί τόν Υιόν καί τό Πνεύμα, προσκυνώ τρείς υποστάσεις καί έν τά τρία πιστεύω, ουσιότητι μιά.
Καί νύν... Θεοτοκίον
Σέ τήν ασπόρω κυήσει, γεννήσασαν υπέρ φύσιν, τόν καινίσαντα τήν φύσιν, Χριστόν τόν μόνον Δεσπότην, ανυμνούμεν οι πιστοί.

Ωδή ς' Ο Ειρμός
Κατήλθες εν τοίς κατωτάτοις τής γής, καί συνέτριψας μοχλούς αιωνίους, κατόχους πεπεδημένων Χριστέ, καί τριήμερος, ως εκ κήτους Ιωνάς, εξανέστης τού τάφου.

Φυλάξας τά σήμαντρα σώα Χριστέ, εξηγέρθης τού τάφου, ο τάς κλείς τής Παρθένου μή λυμηνάμενος, εν τώ τόκω σου, καί ανέωξας ημίν, Παραδείσου τάς πύλας.

Σώτέρ μου τό ζών τε καί άθυτον, ιερείον ως Θεός, σεαυτόν εκουσίως, προσαγαγών τώ Πατρί, συνανέστησας, παγγενή τόν Αδάμ, αναστάς εκ τού τάφου.

Τής Θεοτόκου

Ο αυτός
Ανήκται τό πάλαι κρατούμενον, τώ θανάτω καί φθορά, διά τού σαρκωθέντος, εκ σής αχράντου γαστρός πρός τήν άφθαρτον, καί αϊδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατήλθεν εν τοίς κατωτάτοις τής γής ο λαγόσι σου Αγνή, κατελθών καί οικήσας, καί σαρκωθείς υπέρ νούν καί συνήγειρεν, εαυτώ τόν Αδάμ, αναστάς εκ τού τάφου.

Τών Μυροφόρων

Ο Ειρμός
Βυθώ αμαρτημάτων συνέχομαι αεί, καί εν πελάγει τού βίου βυθίζομαι, αλλ' ως περ τόν Ιωνάν εκ τού θηρός, καμέ τών παθών ανάγαγε, καί διάσωσόν με.

Νεκρός εστιν ο Άδης, θαρσείτε γηγενείς, ο γάρ Χριστός επί ξύλου κρεμάμενος, απέρριψε τήν ρομφαίαν κατ αυτού, καί κείται νεκρός, ούς είχε γάρ εσκυλεύθη γυμνωθείς.

Εσκύλευται ο Άδης, θαρσείτε οι νεκροί, καί τά μνημεία ηνοίχθη, εγείρεσθε, βοά υμίν εκ τού Άδου ο Χριστός, ο πάντας ελθών λυτρώσασθαι, εκ θανάτου καί φθοράς.

Νεκρούς ούς περ ισχύσας, κατέπιες ποτέ, νύν απαιτούμενος Άδη, απόδος μοι, βοά σοι ο ζωοδότης καί Θεός, ο πάντας ελθών λυτρώσασθαι, τής απλήστου σου γαστρός.

Ο Κύριος ανέστη σκυλεύσας τόν εχθρόν καί τούς δεσμίους εκσπάσας, ανήγαγε πάντας, καί τόν πρωτόπλαστον Αδάμ, αυτόν ανιστών ως εύσπλαγχνος, καί φιλάνθρωπος Θεός.

Σινδόνι σε ειλήσας, κατέθετο Χριστέ, Ιωσήφ ο ευσχήμων εν μνήματι, μυρίσας δέ τόν λυθέντα σου ναόν, τού σώματος, προσεκύλισε, λίθον μέγαν τή σορώ.

Γυναίκες Μυροφόροι, τί σπεύδετε λοιπόν, τί δέ τά μύρα τώ ζώντι κομίζετε; ανέστη καθώς προείπεν ο Χριστός, παυσάσθω υμών τά δάκρυα, μετελθόντα εις χαράν.
Δόξα...
Τριάδα εν μονάδι υμνήσωμεν πιστοί, σύν τώ Υιώ τόν Πατέρα δοξάζοντες, καί Πνεύμα τό Ομοούσιον Υιώ, καί όν εν Πατρί συνάναρχον, καί αϊδιον Θεόν.
Καί νύν... Θεοτοκίον
Γαστρί αγεωργήτως συνέλαβες Αγνή, τής αφθαρσίας τόν βότρυν ως άμπελος, εξ ού τής αθανασίας οι κρουνοί, ως οίνον ημίν πηγάζουσι, τήν αιώνιον ζωήν.
Κοντάκιον Αυτόμελον
Ήχος β'
Τό Χαίρε ταίς Μυροφόροις φθεγξάμενος, τόν θρήνον τής προμήτορος Εύας κατέπαυσας, τή Αναστάσει σου, Χριστέ ο Θεός, τοίς Αποστόλοις δέ τοίς σοίς κηρύττειν επέταξας, ο Σωτήρ εξανέστη τού μνήματος.
Ο Οίκος
Επί τόν τάφον σου Σωτήρ, αι Μυροφόροι πορευόμεναι, πρός εαυτάς διηπόρουν τώ νοϊ, καί εφθέγγοντο. Τίς ημίν τόν λίθον αποκυλίσει τού μνήματος; Καί αναβλέψασαι, ορώσιν ότι ο λίθος αποκεκύλισται, τή μορφή δέ τού Αγγέλου σύν τή στολή εθαμβούντο, συνείχοντο δέ τρόμω, καί φεύγειν ενόμιζον, καί πρός αυτάς ο νεανίσκος εβόησε. Μή φοβείσθε υμείς, όν ζητείτε, ανέστη, δεύτε, ίδετε τόν τόπον, όπου έκειτο τό σώμα τού Ιησού, καί ταχύ πορευθείσαι, απαγγείλατε τοίς Μαθηταίς, ο Σωτήρ εξανέστη τού μνήματος.
Σ υ ν α ξ ά ρ ι ο ν
Τή Γ' τού αυτού μηνός, Μνήμη τών Αγ. Μαρτύρων Τιμοθέου καί Μαύρας.
Στίχοι
• • Ήπλωσε Χριστός χείρας εν Σταυρώ πάλαι,
• • Ήπλωσε καί νύν Μαύρα σύν Τιμοθέω.
• • Σταυρώ Τιμόθεος τριτάτη τανύθη άμα Μαύρα.

Τή αυτή ημέρα, Μνήμη τής αθλήσεως τών Αγίων Μαρτύρων, Διοδώρου καί Ροδοπιανού διακόνου.
Στίχοι
• • Ροδοπιανώ καί Διοδώρω ρόδα,
• • Η δώρα μάλλον ήσαν οι πλήκται λίθοι.

Τή αυτή ημέρα, Μνήμη τού οσίου πατρός ημών Πέτρου τού σημειοφόρου (θαυματουργού), Επισκόπου Άργους.

Οι άγιοι είκοσιν επτά μάρτυρες πυρί τελειούνται.

Συναξάριον Πεντηκοσταρίου
Τή αυτή ημέρα, Κυριακή τρίτη από τού Πάσχα, τήν τών αγίων γυναικών Μυροφόρων εορτήν εορτάζομεν, έτι δέ μνείαν ποιούμεθα καί τού εξ Αριμαθαίας Ιωσήφ, ός ήν μαθητής κεκρυμμένος, πρός δέ, καί τού νυκτερινού μαθητού Νικοδήμου.
Στίχοι
• • Χριστώ φέρουσιν αι Μαθήτριαι μύρα.
• • Εγώ δέ ταύταις ύμνον, ως μύρον φέρω.

Ταίς τών αγίων Μυροφόρων πρεσβείαις, ο Θεός, ελέησον ημάς. Αμήν.

Ωδή ζ' Ο Ειρμός
Παίδας εκ καμίνου ρυσάμενος, γενόμενος άνθρωπος, πάσχει ως θνητός, καί διά Πάθους τό θνητόν, αφθαρσίας ενδύει ευπρέπειαν, ο μόνος ευλογητός τών Πατέρων, Θεός καί υπερένδοξος.

Γυναίκες μετά μύρων θεόφρονες, οπίσω σου έδραμον, όν δέ ως θνητόν, μετά δακρύων εζήτουν, προσεκύνησαν, χαίρουσαι ζώντα Θεόν, καί Πάσχα τό μυστικόν, σοίς Χριστέ Μαθηταίς ευηγγελίσαντο.

Θανάτου εορτάζομεν νέκρωσιν, Άδου τήν καθαίρεσιν, άλλης βιοτής, τής αιωνίου απαρχήν, καί σκιρτώντες υμνούμεν τόν αίτιον, τόν μόνον ευλογητόν τών Πατέρων, Θεόν καί υπερένδοξον.

Ως όντως ιερά καί πανέορτος, αύτη η σωτήριος, νύξ καί φωταυγής, τής λαμπροφόρου ημέρας τής εγέρσεως, ούσα προάγγελος, εν ή τό άχρονον φώς, εκ τάφου σωματικώς, πάσιν επέλαμψεν.

Τής Θεοτόκου

Ο αυτός
Νεκρώσας ο Υιός σου τόν θάνατον, Πανάμωμε σήμερον, πάσι τοίς θνητοίς, τήν διαμενουσαν ζωήν, εις αιώνας αιώνων δεδώρηται, ο μόνος ευλογητός τών πατέρων, Θεός καί υπερένδοξος.

Ο πάσης βασιλεύων τής κτίσεως, γενόμενος άνθρωπος, ώκησε τήν σήν, θεοχαρίτωτε νηδύν, καί σταυρόν υπομείνας καί θάνατον, ανέστη θεοπρεπώς, συνεγείρας ημάς, ως παντοδύναμος.

Τών Μυροφόρων

Ο Ειρμός
Τά Χερουβίμ μιμούμενοι, Παίδες εν τή καμίνω, εχόρευον βοώντες, Ευλογητός εί ο Θεός, ότι εν αληθεία καί κρίσει επήγαγες, ταύτα πάντα διά τάς αμαρτίας ημών, ο υπερύμνητος, καί δεδοξασμένος εις πάντας τούς αιώνας.

Σύ ως φιλάνθρωπος θέλων, πάντας σώσαι εκ πλάνης, ούς έπλασας, ηνέσχου, προσηλωθήναι τώ σταυρώ, ίνα τήν συγχωσθείσαν εικόνα τοίς πάθεσι, ταύτην τή σαρκί σου ανανεώσης Σωτήρ, καί Άδην καθελών, συνεξανέστησας, καί τούς θανόντας σεαυτώ.

Εν τώ σταυρώ υψούμενος πάντας προσεκαλέσω, πρός σεαυτόν οικτίρμον ως επηγγείλω αγαθέ, ότι έν αληθεία ταύτα πάντα, διά τάς αμαρτίας ημών παθείν ηυδόκησας, όθεν καί τώ Ληστή, τάς τού Παραδείσου πύλας ηνέωξας Σωτήρ.

Σύ τόν ναόν τού σώματος ήγειρας τόν λυθέντα, τριήμερον εκ τάφου, ως επηγγείλω αγαθέ, ίνα εν αληθεία γνωρίσης τήν δόξαν σου, ήν ημίν πηγάζεις διά τής πίστεως, δεσμίους αφελών ούς κατείχε πάλαι Άδης πεπεδημένους.

Ω Ιουδαίων άνοια! ώ μανία ανόμων! Τί άπιστον ιδόντες, ουκ επιστεύσατε Χριστώ; ότι τούς ασθενούντας εν λόγω ουκ ήγειρεν, ή ότι πάντα κόσμον αυτός ουκ έσωσε; Πεισάτωσαν υμάς κάν οι στρατιώται, οι αναστάντες εκ νεκρών,

Οι νεκρωθέντες φύλακες, νύν λεγέτωσαν, όπως εκλάπη όν ουκ είδον, οι αγνώμονες παντί, Εί γάρ εξαναστάντα ουκ είδον, ουκ ήσθοντο, πώς κλαπέντα ούτω νοήσαι είχόν ποτε: Πεισάτωσαν υμάς, κάν ο λίθος ούτος, καί τά εντάφια Χριστού.

Τί ως νεκρόν φυλάττετε; τί σφραγίδας τώ λίθω τεθήκατε, Εβραίοι, φόβον φοβούμενοι κλοπής, ιδού εν αληθεία ο τάφος εσφράγισται, πώς ούν εξανέστη, ει μή Θεός ήν ο Χριστός; Πεισάτωσαν υμάς οι εξαναστάντες, καί οραθέντες τοίς πολλοίς.
Δόξα...
Σύν τώ Πατρί δοξάζομεν, τόν Υιόν καί τό Πνεύμα τό άγιον, βοώντες, ακαταπαύστω τή φωνή, Τριάς μοναδική ουσία, ελέησον, σώσον πάντας, η εν τρισί προσώποις μονάς, οικτίρησον ημάς, ο δεδοξασμένος Θεός εις τούς αιώνας.
Καί νύν... Θεοτοκίον
Εν τή γαστρί σου Άχραντε, πώς εχώρησας βρέφος, όν τρέμουσι δυνάμεις, αι τών Αγγέλων ως Θεόν, ει μή ως ηβουλήθη, ως οίδεν,, εσκήνωσε, πάντας θέλων, σώσαι τούς εξ Αδάμ γηγενείς, λύσας τόν Αδάμ τής αράς εκείνης, τής διά βρώσεως πικράς.
Ωδή η' Ο Ειρμός
Αύτη η κλητή καί αγία ημέρα, η μία τών Σαββάτων, η βασιλίς καί κυρία, εορτών εορτή, καί πανήγυρις εστί πανηγύρεων, εν ή ευλογούμεν, Χριστόν εις τούς αιώνας.

Δεύτε τού καινού τής αμπέλου γεννήματος, τής θείας ευφροσύνης, εν τή ευσήμω ημέρα τής Εγέρσεως, βασιλείας τε Χριστού κοινωνήσωμεν, υμνούντες αυτόν, ως Θεόν εις τούς αιώνας.

Άρον κύκλω τούς οφθαλμούς σου Σιών, καί ίδε, ιδού γάρ ήκασί σοι, θεοφεγγείς ως φωστήρες, εκ δυσμών, βορρα, καί καί θαλάσσης, καί εώας τά τέκνα σου, εν σοί ευλογούντα, Χριστόν εις τούς αιώνας.

Πάτερ παντοκράτορ, καί Λόγε, καί Πνεύμα, τρισίν ενιζομένη, εν υποστάσεσι φύσις, υπερούσιε, καί υπέρθεε εις σέ βεβαπτίσμεθα, καί σε ευλογούμεν εις πάντας τούς αιώνας.

Τής Θεοτόκου

Ο αυτός
Ήλθε διά σού εις τόν κόσμον ο κτίστης, Παρθένε Θεοτόκε, καί τήν γαστέρα τού Άδου διαρρήξας θνητοίς, τήν Ανάστασιν ημίν εδωρήσατο, διό ευλογούμεν αυτόν εις τούς αιώνας.

Όλον καθελών τού θανάτου τό κράτος, ο Υιός σου Παρθένε, εν τή αυτού Αναστάσει, ως Θεός κραταιός, συνανύψωσεν ημάς, καί εθέωσε, διό ανυμνούμεν αυτόν εις τούς αιώνας.

Τών Μυροφόρων

Ο Ειρμός
Τόν εν τή βάτω Μωσεί, τής Παρθένου τό θαύμα, εν Σιναίω τώ όρει προτυπώσαντα ποτέ, υμνείτε, ευλογείτε, καί υπερυψούτε εις πάντας τούς αιώνας.

Αι τού ηλίου αυγαί, συνεστέλλοντο φόβω, τών Χριστού παθημάτων, καί ανίσταντο νεκροί, καί όρη εκλονείτο, καί εδονείτο η γή, καί Άδης εγυμνούτο.

Οι εν καμίνω ποτέ, τρισμακάριοι Παίδες, ανυψούντες τας χείρας, προετύπουν αγαθέ, τόν άχραντον Σταυρόν σου, δι' ού καθείλες Χριστέ, εχθρού τήν δυναστείαν.

Ώ Ιουδαίοι τυφλοί, πλάνοι καί παραβάται, οι Χριστού τή Εγέρσει, απειθούντες ως ψευδεί, τί άπιστον οράτε; ότι ανέστη Χριστός, ο τούς νεκρούς εγείρας;

Ώ Ιουδαίοι εχθροί, κάν ημίν απιστείτε, τούς υμών στρατιώτας, ερωτήσατε υμείς, τί έπαθον εκείνοι; τίς ο κυλίσας χερσί, τόν λίθον τού μνημείου;

Τίς ο ξηράνας συκήν; τίς δέ τήν ξηρανθείσαν, ιασάμενος χείρα; τίς ο χορτάσας ποτέ, τά πλήθη εν ερήμω; ειμή Χριστός ο Θεός, ο τούς νεκρούς εγείρας.

Τίς ο φωτίσας τυφλούς, καί λεπρούς εκκαθάρας, καί χωλούς ανορθώσας, καί πεζεύσας ως ξηράν, τήν θάλασσαν αβρόχως; ειμή Χριστός ο Θεός, ο τούς νεκρούς εγείρας.

Τίς ο εγείρας νεκρόν, τεταρταίον εκ τάφου, καί τής χήρας τόν υιόν; τίς ο σφίγξας ως Θεός, παράλυτον εν κλίνη; ειμή Χριστός ο Θεός, ο τούς νεκρούς εγείρας.

Κράζει ο λίθος αυτός, αι σφραγίδες βοώσιν, άς υμείς επιθέντες, κατεστήσατε φρουρούς φυλάσσοντας τό μνήμα, Όντως ανέστη Χριστός, καί ζή εις τούς αιώνας.

Όντως ανέστη Χριστός, εσκυλεύθη ο Άδης, ενεκρώθη ο όφις, ελυτρώθη ο Αδάμ, εσώθησαν οι κάτω, Τί απιστείτε λοιπόν, εχθροί καί παραβάται;
Δόξα...
Σύν τώ Πατρί τόν Υιόν, καί τό άγιον Πνεύμα, τήν αγίαν Τριάδα, εν θεότητι μιά, δοξάζομεν βοώντες, Άγιος, Άγιος, Άγιος εί εις τούς αιώνας.
Καί νύν... Θεοτοκίον
Εν τή γαστρί σου Αγνή, τόν αείζωον άρτον, φυραθέντα αφύρτως, εν φυράματι ημών, εγέννησας ατρέπτως, ένα Χριστόν τόν Θεόν, εν δυσί ταίς ουσίαις.

Καταβασίες

Ωδή α' Ήχος α'
Αναστάσεως ημέρα, λαμπρυνθώμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, εκ γάρ θανάτου πρός ζωήν, καί εκ γής πρός ουρανόν, Χριστός ο Θεός, ημάς διεβίβασεν, επινίκιον άδοντας.
Ωδή γ'
Δεύτε πόμα πίωμεν καινόν, ουκ εκ πέτρας αγόνου τερατουργούμενον, αλλ' αφθαρσίας πηγήν, εκ τάφου ομβρήσαντος Χριστού, εν ώ στερεούμεθα.
Ωδή δ'
Επί τής θείας φυλακής, ο θεηγόρος Αββακούμ, στήτω μεθ' ημών καί δεικνύτω, φαεσφόρον Άγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τώ κόσμω, ότι ανέστη Χριστός ως παντοδύναμος.
Ωδή ε'
Ορθρίσωμεν όρθρου βαθέος, καί αντί μύρου τόν ύμνον προσοίσωμεν τώ Δεσπότη, καί Χριστόν οψόμεθα, δικαιοσύνης ήλιον, πάσι ζωήν ανατέλλοντα.
Ωδή ς'
Κατήλθες εν τοίς κατωτάτοις τής γής, καί συνέτριψας μοχλούς αιωνίους, κατόχους πεπεδημένων Χριστέ, καί τριήμερος, ως εκ κήτους Ιωνάς, εξανέστης τού τάφου.
Ωδήζ'
Ο Παίδας εκ καμίνου ρυσάμενος, γενόμενος άνθρωπος, πάσχει ως θνητός, καί διά πάθους τό θνητόν, αφθαρσίας ενδύει ευπρέπειαν, ο μόνος ευλογητός τών Πατέρων, Θεός καί υπερένδοξος.
Ωδή η'
Αύτη η κλητή καί αγία ημέρα, η μία τών Σαββάτων, η βασιλίς καί κυρία, εορτών εορτή, καί πανήγυρις εστί πανηγύρεων, εν ή ευλογούμεν, Χριστόν εις τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.
Ωδή θ' Ο Ειρμός
Φωτίζου, φωτίζου, η νέα Ιερουσαλήμ, η γάρ δόξα Κυρίου, επί σέ ανέτειλε, Χόρευε νύν, καί αγάλλου Σιών, σύ δέ αγνή, τέρπου Θεοτόκε, εν τή εγέρσει τού τόκου σου.

Ώ θείας! ώ φίλης! ώ γλυκυτάτης σου φωνής! μεθ' ημών αψευδώς γάρ, επηγγείλω, έσεσθαι, μέχρι τερμάτων αιώνος Χριστέ, ήν οι πιστοί, άγκυραν ελπίδος, κατέχοντες αγαλλόμεθα.

Ώ Πάσχα τό μέγα, καί ιερώτατον Χριστέ, ώ σοφία καί Λόγε, τού Θεού καί δύναμις, δίδου ημίν εκτυπώτερον, σού μετασχείν, εν τή ανεσπέρω, ημέρα τής βασιλείας σου.

Τής Θεοτόκου

Ο αυτός
Συμφώνως Παρθένε, σέ μακαρίζομεν πιστοί, Χαίρε πύλη Κυρίου, χαίρε πόλις έμψυχε, χαίρε, δι' ής ημίν έλαμψε, σήμερον φώς τού εκ σού τεχθέντος, τής εκ νεκρών αναστάσεως.

Ευφραίνου, αγάλλου, η θεία πύλη τού φωτός, ο γάρ δύνας εν τάφω, Ιησούς ανέτειλε, λάμψας ηλίου φαιδρότερον, καί τούς πιστούς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.

  Άγιος Κύριος ο Θεός ημών, γ’

Εξαποστειλάριον τού Πάσχα
Ήχος β'
Σαρκί υπνώσας ως θνητός, ο Βασιλεύς καί Κύριος, τρι ήμερος εξανέστης, Αδάμ εγείρας εκ φθοράς καί καταργήσας θάνατον, Πάσχα τής αφθαρσίας, τού κόσμου σωτήριον.
Έτερον τών Μυροφόρων Αυτόμελον
Ήχος ο αυτός
Γυναίκες ακουτίσθητε, φωνήν αγαλλιάσεως, Τύραννον Άδην πατήσας, φθοράς εξήγειρα κόσμον, δράμετε Φίλοις είπατε, τοίς εμοίς ευαγγέλια, βούλομαι γάρ τό πλάσμα μου, χαράν εκείθεν αυγάσαι, εξ ής προήλθεν η λύπη. (Δίς)

Εις τούς Αίνους, Στιχηρά Αναστάσιμα
Ήχος β'
1. Τού ποιήσαι εν αυτοίς κρίμα έγγραπτον. Δόξα αύτη έσται πάσι τοίς οσίοις αυτού.
-- Πάσα πνοή, καί πάσα κτίσις, σέ δοξάζει Κύριε, ότι διά τού Σταυρού τόν θάνατον κατήργησας, ίνα δείξης τοίς λαοίς, τήν εκ νεκρών σου Ανάστασιν, ως μόνος φιλάνθρωπος.
2. Αινείτε τόν Θεόν εν τοίς Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι τής δυνάμεως αυτού.
-- Ειπάτωσαν Ιουδαίοι, πώς οι στρατιώται απώλεσαν τηρούντες τόν Βασιλέα; διατί γάρ ο λίθος ουκ εφύλαξε τήν πέτραν τής ζωής; ή τόν ταφέντα δότωσαν, ή αναστάντα προσκυνείτωσαν, λέγοντες σύν ημίν. Δόξα τώ πλήθει τών οικτιρμών σου. Σωτήρ ημών δόξα σοι.
3. Αινείτε αυτόν επί ταίς δυναστείαις αυτού, αινείτε αυτόν κατά τό πλήθος τής μεγαλωσύνης αυτού.
-- Χαίρετε λαοί, καί αγαλλιάσθε, Άγγελος εκάθισεν εις τόν λίθον τού μνήματος, αυτός ημάς ευηγγελίσατο ειπών, Χριστός ανέστη εκ νεκρών, ο Σωτήρ τού κόσμου, καί επλήρωσε τά σύμπαντα ευωδίας. Χαίρετε Λαοί, καί αγαλλιάσθε.
4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.
-- Άγγελος μέν τό Χαίρε, πρό τής σής συλλήψεως Κύριε, τή Κεχαριτωμένη εκόμισεν, Άγγελος δέ τόν λίθον τού ενδόξου σου μνήματος, εν τή σή Αναστάσει εκύλισεν, Ο μέν αντί τής λύπης, ευφροσύνης σύμβολα μηνύων, ο δέ αντί θανάτου, Δεσπότην ζωοδότην κηρύττων ημίν. Διό βοώμέν σοι, Ευεργέτα τών απάντων, Κύριε δόξα σοι.
Είτα τά Στιχηρά τού Πάσχα μετά τών Στίχων αυτών.

Ήχος πλ. α'
Στίχ. Αναστήτω ο Θεός, καί διασκορπισθήτωσαν οι εχθροί αυτού, καί φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.

Πάσχα ιερόν ημίν σήμερον αναδέδεικται, Πάσχα καινόν, Άγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστός ο λυτρωτής, Πάσχα άμωμον, Πάσχα μέγα, Πάσχα τών πιστών, Πάσχα, τό πύλας ημίν τού Παραδείσου ανοίξαν, Πάσχα, πάντας αγιάζον πιστούς.

Στίχ. Ως εκλείπει καπνός, εκλιπέτωσαν, ω τήκεται κηρός από προσώπου πυρός.

Δεύτε από θέας Γυναίκες ευαγγελίστριαι, καί τή Σιών είπατε, Δέχου παρ ημών χαράς ευαγγέλια, τής Αναστάσεως Χριστού, τέρπου, χόρευε, καί αγάλλου Ιερουσαλήμ, τόν Βασιλέα Χριστόν, θεασαμένη εκ τού μνήματος, ως νυμφίον προερχόμενον.

Στίχ. Ούτως απολούνται οι αμαρτωλοί από προσώπου τού Θεού. καί οι δίκαιοι ευφρανθήτωσαν.

Αι Μυροφόροι γυναίκες, όρθρου βαθέος, επιστάσαι πρός τό μνήμα τού Ζωοδότου, εύρον Άγγελον, επί τόν λίθον καθήμενον, καί αυτός προσφθεγξάμενος, αυταίς ούτως έλεγε. Τί ζητείτε τόν ζώντα μετά τών νεκρών; τί θρηνείτε τόν άφθαρτον ως εν φθορά; απελθούσαι κηρύξατε, τοίς αυτού Μαθηταίς.

Στίχ. Αύτη η ημέρα, ήν εποίησεν ο Κύριος, αγαλλιασώμεθα, καί ευφρανθώμεν εν αυτή.

Πάσχα τό τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ημίν ανέτειλε, Πάσχα, εν χαρά αλλήλους περιπτυξώμεθα, ώ Πάσχα λύτρον λύπης, καί γάρ εκ τάφου σήμερον ώσπερ εκ παστού, εκλάμψας Χριστός, τά Γύναια χαράς έπλησε λέγων, Κηρύξατε Αποστόλοις.

Δόξα ΕΩΘΙΝΟΝ Β' Ήχος β'
Μετά μύρων προσελθούσαις, ταίς περί Μαριάμ Γυναιξί, καί διαπορουμέναις, πώς έσται αυταίς τυχείν τού εφετού, ωράθη ο λίθος μετηρμένος, καί θείος Νεανίας, καταστέλλων τόν θόρυβον αυτών τής ψυχής, Ηγέρθη γάρ φήσιν, Ιησούς ο Κύριος, διό κηρύξατε τοίς κήρυξιν αυτού Μαθηταίς τήν Γαλιλαίαν δραμείν, καί όψεσθε αυτόν, αναστάντα εκ νεκρών, ώς ζωοδότην καί Κύριον.
... Καί νύν...
Αναστάσεως ημέρα, καί λαμπρυνθώμεν τή πανηγύρει, καί αλλήλους περιπτυξώμεθα, Είπωμεν αδελφοί, καί τοίς μισούσιν ημάς, Συγχωρήσωμεν πάντα τή Αναστάσει, καί ούτω βοήσωμεν, Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί τοίς εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Αντίφωνα και Είσοδικόν τού Πάσχα
Αντίφωνον α'
Ήχος β'.
Στίχ. Αλαλάξατε τώ Κυρίω πάσα η γή.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Ψάλατε δή τώ ονόματι αυτού, δότε δόξαν εν αινέσει αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Είπατε τώ Θεώ, Ως φοβερά τά έργα σου. Εν τώ πλήθει τής δυνάμεώς σου ψεύσονταί σε οι εχθροί σου.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Πάσα η γή προσκυνησάτωσάν σοι καί ψαλάτωσάν σοι, ψαλάτωσαν δή τώ ονόματι σου Ύψιστε.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Και νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Αντίφωνον β'
Ήχος ο αυτός
Στίχ. Ο Θεός οικτειρήσαι ημάς καί ευλογήσαι ημάς, επιφάναι τό πρόσωπον αυτού εφ' ημάς, καί ελεήσαι ημάς.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούϊα.

Στίχ. Τού γνώναι εν τή γή τήν οδόν σου, εν πάσιν έθνεσι τό σωτήριόν σου.
Σώσον ημάς, Υιέ Θεού...

Στίχ. Εξομολογησάσθωσάν σοι λαοί, ο Θεός, εξομολογησάσθωσάν σοι λαοί πάντες.
Σώσον ημάς, Υιέ Θεού...

Στίχ. Ευλογήσαι ημάς ο Θεός, καί φοβηθήτωσαν αυτόν πάντα τά πέρατα τής γής.
Σώσον ημάς, Υιέ Θεού...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Αντίφωνον γ'
Ήχος α'
Στίχ. Αναστήτω ο Θεός, καί διασκορπισθήτωσαν οι εχθροί αυτού, καί φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.
Απολυτίκιον Ήχος πλ. α'
Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

Στίχ. Ως εκλείπει καπνός, εκλιπέτωσαν, ως τήκεται κηρός από προσώτου πυρός.
Χριστός ανέστη...

Στίχ. Ούτως απολούνται οι αμαρτωλοί από προσώπου τού Θεού, καί οι δίκαιοι ευφρανθήτωσαν.
Χριστός ανέστη...

Στίχ. Αυτή η ημέρα, ήν εποίησεν ο Κύριος, αγαλλιασώμεθα καί ευφρανθώμεν εν αυτή.
Χριστός ανέστη...

Εισοδικόν
Εν Εκκλησίαις ευλογείτε τόν Θεόν, Κύριον εκ πηγών Ισραήλ...

Είτα τό Χριστός ανέστη εκ νεκρών... γ'.

Απολυτίκιον Ήχος β'
Ότε κατήλθες πρός τόν θάνατον, η Ζωή η αθάνατος, τότε τόν Άδην ενέκρωσας τή αστραπή τής θεότητος, ότε δέ καί τούς τεθνεώτας εκ τών καταχθονίων ανέστησας, πάσαι αι Δυνάμεις τών επουρανίων εκραύγαζον, Ζωοδότα Χριστέ ο Θεός ημών δόξα σοι.

Ο ευσχήμων Ιωσήφ, από τού ξύλου καθελών, τό άχραντόν σου Σώμα, σινδόνι καθαρά ειλήσας καί αρώμασιν, εν μνήματι καινώ κηδεύσας απέθετο, αλλά τριήμερος ανέστης Κύριε, παρέχων τώ κόσμω τό μέγα έλεος.

Ταίς μυροφόροις Γυναιξί, παρά τό μνήμα επιστάς, ο Άγγελος εβόα, Τά μύρα τοίς θνητοίς υπάρχει αρμόδια, Χριστός δέ διαφθοράς εδείχθη αλλότριος, αλλά κραυγάσατε, Ανέστη ο Κύριος, παρέχων τώ κόσμω τό μέγα έλεος.

Κοντάκιον Ήχος πλ. δ'
Ει καί εν τάφω κατήλθες αθάνατε, αλλά τού Άδου καθείλες τήν δύναμιν, καί ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε, καί τοίς σοίς Αποστόλοις ειρήνην δωρούμενος ο τοίς πεσούσι παρέχων ανάστασιν.

Ο Απόστολος

Κυριακή των Μυροφόρων (Πράξ. 6,1-7)

Ισχύς μου και υμνησίς μου ο Κύριος.
Στίχ. Παιδεύων επαίδευσέ με ο Κύριος.
Πράξεων των Αποστόλων το Ανάγνωσμα.

Ἐν ταῖς ἡμέραις ἐκείναις, 1. πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2. προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον• οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3. ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης• 4. ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5. καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους• καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6. οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων• καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. 7. καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν Ἰουδαίων ὑπήκουον τῇ πίστει.

Αλληλούια(γ).
Στίχ. Επακούσαι σου Κύριος εν ημέρα θλίψεως.
Κύριε, σώσον τον βασιλέα και επάκουσον ημών

Ευαγγέλιον

(Μάρκου κεφ. ιέ' στίχοι 43-47 και κεφ. ιστ' στίχ. 1-8).

«Τω καιρώ εκείνω ελθών Ιωσήφ ο από Αριμαθαίας, ευσχήμων βουλευτής, ός και αυτός ή προσδεχόμενος την βασιλείαν του Θεού, τολμήσας εισήλθε προς Πιλάτον και ητήσατο το σώμα του Ιησού. ο δε Πιλάτος εθαύμασεν ει ήδη τέθνηκε, και προσκαλεσάμενος τον κεντυρίωνα επηρώτησεν αυτόν ει πάλαι απέθανε• και γνούς από του κεντυρίωνος εδωρήσατο το σώμα τω Ιωσήφ. Και αγοράσας σινδόνα και καθελών αυτόν ενείλησε τη σινδόνι και κατέθηκεν αυτόν εν μνημείω, ό ην λελατομημένον εκ πέτρας, και προσεκύλισε λίθον επί την θύραν του μνημείου. Η δε Μαρία η Μαγδαληνή και Μαρία Ιωσή εθεώρουν που τίθεται. Και διαγενομένου του σαββάτου Μαρία ή Μαγδαληνή και Μαρία ή του Ιακώβου και Σαλώμη ηγόρασαν αρώματα ίνα ελθούσαι αλείψωσιν αυτόν. Και λίαν πρωί της μιας σαββάτων έρχονται επί το μνημείον ανατείλαντος του ηλίου. Και έλεγον προς εαυτάς• τις αποκυλίσει ημίν τον λίθον εκ της θύρας του μνημείου; και αναβλέψασαι θεωρούσιν ότι αποκεκύλισται ο λίθος• ην γαρ μέγας σφόδρα. Και εισελθούσαι εις το μνημείον είδον νεανίσκον καθήμενον εν τοις δεξιοίς, περιβεβλημένον στολήν λευκήν, και εξεθαμβήθησαν. ο δε λέγει αυταίς• μη εκθαμβείσθε• Ιησούν ζητείτε τον Ναζαρηνόν τον εσταυρωμένον ήγέρθη, ουκ εστίν ώδε• ίδε ο τόπος όπου έθηκαν αυτόν. Αλλ' υπάγετε ειπείν τοις μαθηταίς αυτού και τω Πέτρω ότι προάγει υμάς εις την Γαλιλαίαν. εκεί αυτόν όψεσθε, καθώς είπεν υμίν. Και εξελθούσαι έφυγον από του μνημείου• είχε δε αυτάς τρόμος και έκστασις, και ουδενί ουδέν είπον. εφοβούντο γαρ».

Καί καθεξής η θεία Λειτουργία τού Χρυσοστόμου.

Είς το Εξαιρέτως: << Ο άγγελος εβόα...Φωτίζου, φωτίζου

Κοινωνικόν
Αινείτε

Αντί του <<Είδομεν το φώς>>, Χριστός ανέστη

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Άβαταρ μέλους
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 556
Εγγραφή: Δευτ Μαρ 05, 2007 9:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευσηαπό PRETORIAN » Πέμ Μάιος 07, 2009 2:26 pm

10-5-2009
+ Του παραλύτου

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Απολυτίκιον Ήχος γ'
Ευφραινέσθω τά ουράνια, αγαλλιάσθω τά επίγεια, ότι εποίησε κράτος, εν βραχίονι αυτού, ο Κύριος, επάτησε τώ θανάτω τόν θάνατον, πρωτότοκος τών νεκρών εγένετο, εκ κοιλίας άδου ερρύσατο ημάς, καί παρέσχε κόσμω τό μέγα έλεος.
Δόξα... Καί νύν... Θεοτοκίον
Σε τήν μεσιτεύσασαν τήν σωτηρίαν τού γένους ημών, ανυμνούμεν Θεοτόκε Παρθένε, εν τή σαρκί γάρ τή εκ σού προσληφθείση, ο Υιός σου καί Θεός ημών τό διά Σταυρού καταδεξάμενος πάθος, ελυτρώσατο ημάς, εκ φθοράς ως φιλάνθρωπος.

Καθίσματα Ήχος γ'
Χριστός εκ νεκρών εγήγερται, η απαρχή τών κεκοιμημένων. Ο Πρωτότοκος τής κτίσεως, καί Δημιουργός πάντων τών γεγονότων, τήν καταφθαρείσαν φύσιν τού γένους ημών, εν εαυτώ ανεκαίνισεν. Ουκ έτι θάνατε κυριεύεις. Ο γάρ τών όλων Δεσπότης, τό κράτος σου κατέλυσε.
Δόξα...
Σαρκί τού θανάτου γευσάμενος Κύριε, τό πικρόν τού θανάτου εξέτεμες τή Εγέρσει σου, καί τόν άνθρωπον κατ' αυτού ενισχύσας, τής αρχαίας κατάρας τήν ήτταν ανακαλούμενος, ο υπερασπιστής τής ζωής ημών, Κύριε δόξα σοι.
Καί νύν... Θεοτοκίον
Τήν ωραιότητα τής παρθενίας σου, καί τό υπέρλαμπρον τό τής αγνείας σου, ο Γαβριήλ καταπλαγείς εβόα σοι Θεοτόκε, Ποίόν σοι εγκώμιον, προσαγάγω επάξιον, τί δέ ονομάσω σε; απορώ καί εξίσταμαι, διό ως προσετάγην βοώ σοι. Χαίρε η Κεχαριτωμένη.
Τήν ωραιότητα τής παρθενίας σου
Τό αναλλοίωτον τό τής θεότητος, καί τό εκούσιον πάθος σου Κύριε, εις εαυτόν καταπλαγείς, ο Άδης επωδύρετο. Τρέμω τήν τού σώματος, μή φθαρείσαν υπόστασιν, βλέπω τόν αόρατον, μυστικώς πολεμούντά με, διό καί ούς κατέχω κραυγάζουσι, Δόξα Χριστέ τή Αναστάσει σου.
Δόξα...
Τό ακατάληπτον τό τής Σταυρώσεως, καί ανερμήνευτον τό τής Εγέρσεως, θεολογούμεν οι πιστοί, απόρρητον Μυστήριον σήμερον γάρ θάνατος, καί ο Άδης εσκύλευται, γένος δέ ανθρώπινον αφθαρσίαν ενδέδυται, διό καί ευχαρίστως κραυγάζομεν. Δόξα Χριστέ τή Αναστάσει σου.
Καί νύν... Θεοτοκίον
Τόν ακατάληπτον καί απερίγραπτον, τόν ομοούσιον Πατρί καί Πνεύματι, εν τή γαστρί σου μυστικώς, εχώρησας Θεομήτορ, μίαν καί ασύγχυτον, τής Τριάδος ενέργειαν, έγνωμεν τώ Τόκω σου, εν τώ κόσμω, δοξάζεσθαι, διό καί ευχαρίστως βοώμέν σοι. Χαίρε η Κεχαριτωμένη.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ήχος πλ. α'

-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς λογισθέντα, τού θανάτου δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου πάντας ελευθερώσαντα.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο Σωτήρ γάρ εξανέστη τού μνήματος.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ' επέστη, πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν δέ, Αποστόλοις είπατε.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Μυροφόροι γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς Θεός γάρ, εξανέστη τού μνήματος.
Δόξα... Τριαδικόν

Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί, Κύριε.
Καί νύν... Θεοτοκίον

Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί άνθρωπος.

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').

Η Υπακοή Ήχος γ'
Εκπλήττων τή οράσει, δροσίζων τοίς ρήμασιν, ο αστράπτων Άγγελος, ταίς μυροφόροις έλεγε. Τόν ζώντα τί ζητείτε εν μνήματι; ηγέρθη κενώσας τά μνήματα τής φθοράς αλλοιωτήν, γνώτε τόν αναλλοίωτον, είπατε τώ Θεώ, Ως φοβερά τά έργα σου! ότι τό γένος έσωσας τών ανθρώπων.
Οι Αναβαθμοί Αντίφωνον Α'
• Τήν αιχμαλωσίαν Σιών, σύ εξείλου εκ Βαβυλώνος καμέ εκ τών παθών, πρόςζωήν έλκυσον Λόγε.
• Εν τώ Νότω οι σπείροντες δάκρυσιν ενθέοις, θεριούσι στάχυας, εν χαρά αειζωίας.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, πάσα αγαθοδωρία, ως Πατρί και Υιώ συναστράπτει, εν ώ τά πάντα ζή καί κινείται.
Αντίφωνον Β'
• Εάν μή Κύριος οικοδομήση οίκον τών αρετών, μάτην κοπιώμεν, τήν δέ ψυχήν σκέποντος, ουδείς ημών πορθείται τήν πόλιν.
• Τού καρπού τής γαστρός, τώ Πνεύματι υιοποιητώς σοι τώ Χριστώ, ως Πατρί οι Άγιοι πάντοτέ εισι.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, ενθεωρείται πάσα αγιότης σοφία, ουσιοί πάσαν γάρ κτίσιν, αυτώ λατρεύσωμεν. Θεός γάρ, ως Πατρί τε καί Λόγω.
Αντίφωνον Γ'
• Οι φοβούμενοι τόν Κύριον, μακάριοι τρίβους βαδιούνται, τών εντολών φάγονται, ζωηράν γάρ παγκαρπίαν.
• Κύκλω τής τραπέζης σου ευφράνθητι, καθορών σου Ποιμενάρχα, τά έκγονα φέροντα, κλάδους αγαθοεργίας.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, ο πάς πλούτος τής δόξης, εξ ού χάρις καί ζωή πάση τή κτίσει, σύν Πατρί γάρ, ανυμνείται καί τώ Λόγω.
Προκείμενον
Είπατε εν τοίς έθνεσιν, ότι Κύριος εβασίλευσε, καί γάρ κατώρθωσε τήν οικουμένην, ήτις ου σαλευθήσεται.
Στίχ. Άσατε τώ Κυρίω άσμα καινόν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Eωθινόν ε΄

Ανάστασιν Χριστού θεασάμενοι

Ν' Ψαλμός, ψαλτά

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου
Πεντηκοστάριον. Ήχος ο αυτός.
Αναστάς ο Ιησούς, από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν, καί μέγα έλεος.

Κανών τού Πάσχα Ήχος α'

Ωδή α' Ο Ειρμός
Αναστάσεως ημέρα, λαμπρυνθώμεν λαοί, Πάσχα Κυρίου Πάσχα, εκ γάρ θανάτου πρός ζωήν, καί εκ γής πρός ουρανόν, Χριστός ο Θεός, ημάς διεβίβασεν, επινίκιον άδοντας.

Καθαρθώμεν τάς αισθήσεις, καί οψόμεθα τώ απροσίτω φωτί τής Αναστάσεως, Χριστόν εξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανώς ακουσόμεθα, επινίκιον άδοντες.

Ουρανοί μέν επαξίως ευφραινέσθωσαν, γή δέ αγαλλιάσθω, εορταζέτω δέ κόσμος, ορατός τε άπας καί αόρατος, Χριστός γάρ εγήγερται, ευφροσύνη αιώνιος.

Κανών τής Θεοτόκου

Ήχος α'
Ού η ακροστιχίς εν τοίς πρώτοις Τροπαρίοις. Θεοφάνους.

Ωδή α' Ειρμός ο αυτός
Θανατώσεως τόν όρον ανεμόχλευσας, τήν αιωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τόν έκ τάφου αναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καί τόν κόσμον φωτίσαντα.

Αναστάντα κατιδούσα σόν Υιόν καί Θεόν, χαίροις σύν Αποστόλοις, θεοχαρίτωτε αγνή, καί τό Χαίρε πρωτουργώς, ως πάντων χαράς, αιτία εισδέδεξαι, Θεομήτορ πανάμωμε.

Ωδή γ' Ο Ειρμός
Δεύτε πόμα πίωμεν καινόν, ουκ εκ πέτρας αγόνου τερατουργούμενον, αλλ' αφθαρσίας πηγήν, εκ τάφου ομβρήσαντος Χριστού, εν ώ στερεούμεθα.

Νύν πάντα πεπλήρωται φωτός, ουρανός τε καί γή καί τά καταχθόνια, εορταζέτω γούν πάσα κτίσις τήν Έγερσιν Χριστού, εν ή εστερέωται.

Χθές συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον αναστάντι σοι, συνεσταυρούμην σοι χθές, αυτός με συνδόξασον Σωτήρ, εν τή βασιλεία σου.

Τής Θεοτόκου

Ο αυτός
Επί τήν ακήρατον ζωήν, επανέρχομαι σήμερον αγαθότητι, τού γεννηθέντος εκ σού, καί πάσι τοίς πέρασιν Αγνή, τό φέγγος αστράψαντος.

Θεόν όν εκύησας σαρκί, εκ νεκρών καθώς είπεν εξεγειρόμενον, θεασαμένη Αγνή, χόρευε, καί τούτον, ως Θεόν, άχραντε μεγάλυνε.

Καθίσματα Ήχος γ'
Τήν ωραιότητα τής παρθενίας σου
Ρήμα Παράλυτον, μόνον συνέσφιγξεν, ως ο παγκόσμιος, λόγος εφθέγξατο, τού δι' ημάς επί τής γής οφθέντος δι' ευσπλαγχνίαν, όθεν καί τόν κράββατον, επιφέρων διήρχετο, κάν οι Γραμματείς οράν, τό πραχθέν ουχ υπέφερον, κακίας κατεχόμενοι φθόνω, τώ ψυχάς παραλύοντι.
Δόξα... Καί νύν... Θεοτοκίον
Αυτόμελον
Τήν ωραιότητα, τής παρθενίας σου, καί τό υπέρλαμπρον, τό τής αγνείας σου, ο Γαβριήλ καταπλαγείς, εβόα σοι, Θεοτόκε, Ποίόν σοι εγκώμιον, προσαγάγω επάξιον, τί δέ ονομάσω σε; απορώ καί εξίσταμαι, διό ως προσετάγην, βοώ σοι, Χαίρε η κεχαριτωμένη.

Ωδή δ' Ο Ειρμός
Επί τής θείας φυλακής, ο θεηγόρος Αββακούμ, στήτω μεθ' ημών καί δεικνύτω, φαεσφόρον Άγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τώ κόσμω, ότι ανέστη Χριστός ως παντοδύναμος.

Άρσεν μέν ως διανοίξαν, τήν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ως βροτός δέ, αμνός προσηγόρευται, άμωμος δέ, ως άγευστος κηλίδος, τό ημέτερον Πάσχα, καί ως Θεός αληθής, τέλειος λέλεκται.

Ως ενιαύσιος αμνός, ο ευλογούμενος ημίν, στέφανος Χριστός εκουσίως, υπέρ πάντων τέθυται, Πάσχα τό καθαρτήριον, καί αύθις εκ τού τάφου ωραίος, δικαιοσύνης ημίν έλαμψεν ήλιος.

Ο θεοπάτωρ μέν Δαυϊδ, πρό τής σκιώδους κιβωτού, ήλατο σκιρτών, ο λαός δέ τού Θεού ο άγιος, τήν τών συμβόλων έκβασιν, ορώντες, ευφρανθώμεν ενθέως, ότι ανέστη Χριστός ως παντοδύναμος.

Τής Θεοτόκου

Ο αυτός
Ο διαπλάσας τον Αδάμ, τόν σόν προπάτορα Αγνή, πλάττεται εκ σού, καί θανάτω, τώ οικείω έλυσε, τόν δι' εκείνου θάνατον σήμερον, καί κατηύγασε πάντας, ταίς θεϊκαίς αστραπαίς τής Αναστάσεως.

Όν απεκύησας Χριστόν, ωραιοτάτως εκ νεκρών, λάμψαντα Αγνή καθορώσα, η καλή καί άμωμος, εν γυναιξίν ωραία τε, σήμερον εις πάντων σωτηρίαν, σύν Αποστόλοις αυτόν χαίρουσα, δόξαζε.

Ωδή ε' Ο Ειρμός
Ορθρίσωμεν όρθρου βαθέος, καί αντί μύρου τόν ύμνον προσοίσομεν τώ Δεσπότη, καί Χριστόν οψόμεθα, δικαιοσύνης ήλιον, πάσι ζωήν ανατέλλοντα.

Τήν άμετρόν σου ευσπλαγχνίαν, οι ταίς τού Αδου σειραίς, συνεχόμενοι, δεδορκότες, πρός τό φώς ηπείγοντο Χριστέ, αγαλλομένω ποδί, Πάσχα κροτούντες αιώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τώ προϊόντι Χριστώ εκ τού μνήματος, ως νυμφίω, καί συνεορτάσωμεν, ταίς φιλεόρτοις τάξεσι, Πάσχα Θεού τό σωτήριον.

Τής Θεοτόκου

Ο αυτός
Φωτίζεται θείαις ακτίσι, καί ζωηφόροις ταίς τής Αναστάσεως τού Υιού σου, Θεομήτορ άχραντε, καί χαρμονής εμπίπλαται, τών ευσεβών η Ομήγυρις.

Ουκ ήνοιξας πύλας Παρθένου, εν τώ σαρκούσθαι μνήματος ουκ έλυσας τάς σφραγίδας, Βασιλεύ τής κτίσεως, όθεν εξαναστάντα σε, θεασαμένη ηγάλλετο.

Τού Παραλύτου
Ωδή ς' Ο Ειρμός
Κατήλθες εν τοίς κατωτάτοις τής γής, καί συνέτριψας μοχλούς αιωνίους, κατόχους πεπεδημένων Χριστέ, καί τριήμερος, ως εκ κήτους Ιωνάς, εξανέστης τού τάφου.

Φυλάξας τά σήμαντρα σώα Χριστέ, εξηγέρθης τού τάφου, ο τάς κλείς τής Παρθένου μή λυμηνάμενος, εν τώ τόκω σου, καί ανέωξας ημίν, Παραδείσου τάς πύλας.

Σώτέρ μου τό ζών τε καί άθυτον, ιερείον ως Θεός, σεαυτόν εκουσίως, προσαγαγών τώ Πατρί, συνανέστησας, παγγενή τόν Αδάμ, αναστάς εκ τού τάφου.

Τής Θεοτόκου

Ο αυτός
Ανήκται τό πάλαι κρατούμενον, τώ θανάτω καί φθορά, διά τού σαρκωθέντος, εκ σής αχράντου γαστρός πρός τήν άφθαρτον, καί αϊδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατήλθεν εν τοίς κατωτάτοις τής γής ο λαγόσι σου Αγνή, κατελθών καί οικήσας, καί σαρκωθείς υπέρ νούν καί συνήγειρεν, εαυτώ τόν Αδάμ, αναστάς εκ τού τάφου.

Κοντάκιον Ήχος γ'
Η Παρθένος σήμερον
Τήν ψυχήν μου Κύριε, εν αμαρτίαις παντοίαις, καί ατόποις πράξεσι, δεινώς παραλελυμένην, έγειρον τή θεϊκή σου επιστασία, ως περ καί τόν Παράλυτον, ήγειρας πάλαι, ίνα κράζω σεσωσμένος, Οικτίρμον δόξα, Χριστέ, τώ κράτει σου.
Ο Οίκος
Ο χειρί σου δρακί περικρατών τά πέρατα, Ιησού ο Θεός, ο τώ Πατρί συνάναρχος, καί Πνεύματι αγίω συνδεσπόζων απάντων, σαρκί εφάνης, νόσους ιώμενος, καί πάθη απήλασας, τυφλούς εφώτισας, καί τόν Παράλυτον λόγω θεϊκώ σύ εξανέστησας, περιπατείν αθρόως προστάξας, καί τήν βαστάσασαν αυτόν κλίνην επί τών ώμων άραι, όθεν πάντες σύν τούτω ανυμνούμεν καί εκβοώμεν, Οικτίρμον δόξα, Χριστέ τώ κράτει σου.

Συναξάριον Μηναίου
Τή Ι' τού αυτού μηνός, Μνήμη τού Αγίου Αποστόλου Σίμωνος τού Ζηλωτού.
Στίχοι
• Έοικε Χριστέ τούτό σοι Σίμων λέγειν.
• Ζηλών πάθος σον, καρτερώ Σταυρούπάθος.
• Έν ξύλω αμφετάθη Σίμων δεκάτη μεγάθυμος.

Τή αυτή ημέρα, Μνήμη τών Αγίων Μαρτύρων, Αλφειού, Φιλαδέλφου, καί Κυπρίνου.
Στίχοι
• Ο Φιλάδελφος φιλαδέλφως τώ ξίφει,
• Σύν τοίς αδελφοίς θείον εύρατο στέφος.

Τή αυτή ημέρα, Μνήμη τού Οσίου Πατρός ημών Ησυχίου τού Ομολογητού.
Στίχοι
• Τόν βίον Ησύχιος άγων ησύχως,
• Εν ησυχία πρός Θεόν διαβαίνει.

Ο όσιος πατήρ ημών Λαυρέντιος εν ειρήνη τελειούται.

Συναξάριον Πεντηκοσταρίου
Τή αυτή ημέρα, Κυριακή τετάρτη από τού Πάσχα, τού Παραλύτου μνείαν ποιούμεθα, καί ως εικός τό τοιούτον εορτάζομεν θαύμα.
Στίχοι
• Τό ρήμα Χριστού σφίγμα τώ παρειμένω.
• Ούτως ίαμα τούτο ρήμα καί μόνον.

Τώ απείρω ελέει σου, Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.

Ωδή ζ' Ο Ειρμός
Παίδας εκ καμίνου ρυσάμενος, γενόμενος άνθρωπος, πάσχει ως θνητός, καί διά Πάθους τό θνητόν, αφθαρσίας ενδύει ευπρέπειαν, ο μόνος ευλογητός τών Πατέρων, Θεός καί υπερένδοξος.

Γυναίκες μετά μύρων θεόφρονες, οπίσω σου έδραμον, όν δέ ως θνητόν, μετά δακρύων εζήτουν, προσεκύνησαν, χαίρουσαι ζώντα Θεόν, καί Πάσχα τό μυστικόν, σοίς Χριστέ Μαθηταίς ευηγγελίσαντο.

Θανάτου εορτάζομεν νέκρωσιν, Άδου τήν καθαίρεσιν, άλλης βιοτής, τής αιωνίου απαρχήν, καί σκιρτώντες υμνούμεν τόν αίτιον, τόν μόνον ευλογητόν τών Πατέρων, Θεόν καί υπερένδοξον.

Ως όντως ιερά καί πανέορτος, αύτη η σωτήριος, νύξ καί φωταυγής, τής λαμπροφόρου ημέρας τής εγέρσεως, ούσα προάγγελος, εν ή τό άχρονον φώς, εκ τάφου σωματικώς, πάσιν επέλαμψεν.

Τής Θεοτόκου

Ο αυτός
Νεκρώσας ο Υιός σου τόν θάνατον, Πανάμωμε σήμερον, πάσι τοίς θνητοίς, τήν διαμενουσαν ζωήν, εις αιώνας αιώνων δεδώρηται, ο μόνος ευλογητός τών πατέρων, Θεός καί υπερένδοξος.

Ο πάσης βασιλεύων τής κτίσεως, γενόμενος άνθρωπος, ώκησε τήν σήν, θεοχαρίτωτε νηδύν, καί σταυρόν υπομείνας καί θάνατον, ανέστη θεοπρεπώς, συνεγείρας ημάς, ως παντοδύναμος.

Ωδή η' Ο Ειρμός
Αύτη η κλητή καί αγία ημέρα, η μία τών Σαββάτων, η βασιλίς καί κυρία, εορτών εορτή, καί πανήγυρις εστί πανηγύρεων, εν ή ευλογούμεν, Χριστόν εις τούς αιώνας.

Δεύτε τού καινού τής αμπέλου γεννήματος, τής θείας ευφροσύνης, εν τή ευσήμω ημέρα τής Εγέρσεως, βασιλείας τε Χριστού κοινωνήσωμεν, υμνούντες αυτόν, ως Θεόν εις τούς αιώνας.

Άρον κύκλω τούς οφθαλμούς σου Σιών, καί ίδε, ιδού γάρ ήκασί σοι, θεοφεγγείς ως φωστήρες, εκ δυσμών, βορρα, καί καί θαλάσσης, καί εώας τά τέκνα σου, εν σοί ευλογούντα, Χριστόν εις τούς αιώνας.

Πάτερ παντοκράτορ, καί Λόγε, καί Πνεύμα, τρισίν ενιζομένη, εν υποστάσεσι φύσις, υπερούσιε, καί υπέρθεε εις σέ βεβαπτίσμεθα, καί σε ευλογούμεν εις πάντας τούς αιώνας.

Τής Θεοτόκου

Ο αυτός
Ήλθε διά σού εις τόν κόσμον ο κτίστης, Παρθένε Θεοτόκε, καί τήν γαστέρα τού Άδου διαρρήξας θνητοίς, τήν Ανάστασιν ημίν εδωρήσατο, διό ευλογούμεν αυτόν εις τούς αιώνας.

Όλον καθελών τού θανάτου τό κράτος, ο Υιός σου Παρθένε, εν τή αυτού Αναστάσει, ως Θεός κραταιός, συνανύψωσεν ημάς, καί εθέωσε, διό ανυμνούμεν αυτόν εις τούς αιώνας.

Καταβασίες

Ωδή α' Ήχος α'
Αναστάσεως ημέρα, λαμπρυνθώμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, εκ γάρ θανάτου πρός ζωήν, καί εκ γής πρός ουρανόν, Χριστός ο Θεός, ημάς διεβίβασεν, επινίκιον άδοντας.
Ωδή γ'
Δεύτε πόμα πίωμεν καινόν, ουκ εκ πέτρας αγόνου τερατουργούμενον, αλλ' αφθαρσίας πηγήν, εκ τάφου ομβρήσαντος Χριστού, εν ώ στερεούμεθα.
Ωδή δ'
Επί τής θείας φυλακής, ο θεηγόρος Αββακούμ, στήτω μεθ' ημών καί δεικνύτω, φαεσφόρον Άγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τώ κόσμω, ότι ανέστη Χριστός ως παντοδύναμος.
Ωδή ε'
Ορθρίσωμεν όρθρου βαθέος, καί αντί μύρου τόν ύμνον προσοίσωμεν τώ Δεσπότη, καί Χριστόν οψόμεθα, δικαιοσύνης ήλιον, πάσι ζωήν ανατέλλοντα.
Ωδή ς'
Κατήλθες εν τοίς κατωτάτοις τής γής, καί συνέτριψας μοχλούς αιωνίους, κατόχους πεπεδημένων Χριστέ, καί τριήμερος, ως εκ κήτους Ιωνάς, εξανέστης τού τάφου.
Ωδήζ'
Ο Παίδας εκ καμίνου ρυσάμενος, γενόμενος άνθρωπος, πάσχει ως θνητός, καί διά πάθους τό θνητόν, αφθαρσίας ενδύει ευπρέπειαν, ο μόνος ευλογητός τών Πατέρων, Θεός καί υπερένδοξος.
Ωδή η'
Αύτη η κλητή καί αγία ημέρα, η μία τών Σαββάτων, η βασιλίς καί κυρία, εορτών εορτή, καί πανήγυρις εστί πανηγύρεων, εν ή ευλογούμεν, Χριστόν εις τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Η Θ΄ωδή τού Πάσχα μετά των δύο θεοτοκίων καί των μεγαλυναρίων

1.Μεγάλυνον, ψυχή μου, τον έθελουσίως παθόντα καί ταφέντα καί εξαναστάντα τριήμερον εκ τάφου.
Φωτίζου, φωτίζου, η νέα Ιερουσαλήμ, η γάρ δόξα Κυρίου, επί σέ ανέτειλε, Χόρευε νύν, καί αγάλλου Σιών, σύ δέ αγνή, τέρπου Θεοτόκε, εν τή εγέρσει τού τόκου σου.
2.Μεγάλυνον, ψυχή μου, τον εξαναστάντα τριήμερον εκ τάφου Χριστόν τον ζωοδότην. «Φωτίζου, φωτίζου...»
3.Χριστός το καινόν Πάσχα, το ζωόθυτον θύμα, αμνός Θεού ο αίρων την άμαρτίαν κόσμου.
Ώ θείας! ώ φίλης! ώ γλυκυτάτης σου φωνής! μεθ' ημών αψευδώς γάρ, επηγγείλω, έσεσθαι, μέχρι τερμάτων αιώνος Χριστέ, ήν οι πιστοί, άγκυραν ελπίδος, κατέχοντες αγαλλόμεθα.
4.Σήμερον πάσα κτίσις αγάλλεται και χαίρει, ότι Χριστός ανέστη καί άδης εσκυλεύθη.
Ώ Πάσχα τό μέγα, καί ιερώτατον Χριστέ, ώ σοφία καί Λόγε, τού Θεού καί δύναμις, δίδου ημίν εκτυπώτερον, σού μετασχείν, εν τή ανεσπέρω, ημέρα τής βασιλείας σου.
5.Δόξα. Μεγάλυνον, ψυχή μου, της τρισυποστατου καί αδιαιρέτου θεότητος το κράτος.
Συμφώνως Παρθένε, σέ μακαρίζομεν πιστοί, Χαίρε πύλη Κυρίου, χαίρε πόλις έμψυχε, χαίρε, δι' ής ημίν έλαμψε, σήμερον φώς τού εκ σού τεχθέντος, τής εκ νεκρών αναστάσεως.
6.Και νυν. Χαίρε, παρθένε, χαίρε, χαίρε, ευλογημένη, χαίρε, δεδοξασμένη, σος γαρ υιός ανέστη τριήμερος εκ τάφου.
Ευφραίνου, αγάλλου, η θεία πύλη τού φωτός, ο γάρ δύνας εν τάφω, Ιησούς ανέτειλε, λάμψας ηλίου φαιδρότερον, καί τούς πιστούς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.
Είτα καταβασία
Ό άγγελος έβόα τη κεχαριτωμένη, αγνή παρθένε, χαίρε καί πάλιν ερώ, χαίρε, ο σος υιός ανέστη τριήμερος εκ τάφου.
« Φωτίζου, φωτίζου».

  Άγιος Κύριος ο Θεός ημών, γ’

Εξαποστειλάριον τού Πάσχα
Ήχος β'
Σαρκί υπνώσας ως θνητός, ο Βασιλεύς καί Κύριος, τρι ήμερος εξανέστης, Αδάμ εγείρας εκ φθοράς καί καταργήσας θάνατον, Πάσχα τής αφθαρσίας, τού κόσμου σωτήριον.
Έτερον τού Παραλύτου
Γυναίκες ακουτίσθητε
Επέστη ο φιλάνθρωπος, καί πανοικτίρμων Κύριος, Προβατική κολυμβήθρα, τού θεραπεύσαι τάς νόσους, εύρε δέ κατακείμενον, άνθρωπον πλείστοις έτεσι, καί πρός αυτόν εβόησεν, Άρον τόν κράββατον, ίθι, πρός τάς οδούς τάς ευθείας.

Αίνοι Ήχος γ'
1. Τού ποιήσαι εν αυτοίς κρίμα έγγραπτον. Δόξα αύτη έσται πάσι τοίς οσίοις αυτού.
-- Δεύτε πάντα τά έθνη, γνώτε τού φρικτού μυστηρίου τήν δύναμιν, Χριστός γάρ ο Σωτήρ ημών, ο εν αρχή Λόγος, εσταυρώθη δι' ημάς, καί εκών ετάφη, καί ανέστη εκ νεκρών, τού σώσαι τά σύμπαντα. Αυτόν προσκυνήσωμεν.
2. Αινείτε τόν Θεόν εν τοίς Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι τής δυνάμεως αυτού.
-- Διηγήσαντο πάντα τά θαυμάσια, οι φύλακές σου Κύριε, αλλά τό συνέδριον τής ματαιότητος, πληρώσαν δώρων τήν δεξιάν αυτών, κρύπτειν ενόμιζον τήν ανάστασίν σου, ήν ο κόσμος δοξάζει. Ελέησον ημάς.
3. Αινείτε αυτόν επί ταίς δυναστείαις αυτού, αινείτε αυτόν κατά τό πλήθος τής μεγαλωσύνης αυτού.
-- Χαράς τά πάντα πεπλήρωται, τής Αναστάσεως τήν πείραν ειληφότα. Μαρία γάρ η Μαγδαληνή, επί τό μνήμα ήλθεν, εύρεν Άγγελον επί τόν λίθον καθήμενον, τοίς ιματίοις εξαστράπτοντα καί λέγοντα. Τί ζητείτε τόν ζώντα μετά τών νεκρών, ούκ έστιν ώδε, αλλ' εγήγερται, καθώς είπε, προάγων εν τή Γαλιλαία.
4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.
-- Εν τώ φωτί σου Δέσποτα, οψόμεθα φώς φιλάνθρωπε, ανέστης γάρ εκ τών νεκρών, σωτηρίαν τώ γένει τών ανθρώπων δωρούμενος, ίνα σε πάσα κτίσις δοξολογή, τόν μόνον αναμάρτητον. Ελέησον ημάς.

Είτα τά Στιχηρά τού Πάσχα μετά τών Στίχων αυτών.

Ήχος πλ. α'
Στίχ. Αναστήτω ο Θεός, καί διασκορπισθήτωσαν οι εχθροί αυτού, καί φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.

Πάσχα ιερόν ημίν σήμερον αναδέδεικται, Πάσχα καινόν, Άγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστός ο λυτρωτής, Πάσχα άμωμον, Πάσχα μέγα, Πάσχα τών πιστών, Πάσχα, τό πύλας ημίν τού Παραδείσου ανοίξαν, Πάσχα, πάντας αγιάζον πιστούς.

Στίχ. Ως εκλείπει καπνός, εκλιπέτωσαν, ω τήκεται κηρός από προσώπου πυρός.

Δεύτε από θέας Γυναίκες ευαγγελίστριαι, καί τή Σιών είπατε, Δέχου παρ ημών χαράς ευαγγέλια, τής Αναστάσεως Χριστού, τέρπου, χόρευε, καί αγάλλου Ιερουσαλήμ, τόν Βασιλέα Χριστόν, θεασαμένη εκ τού μνήματος, ως νυμφίον προερχόμενον.

Στίχ. Ούτως απολούνται οι αμαρτωλοί από προσώπου τού Θεού. καί οι δίκαιοι ευφρανθήτωσαν.

Αι Μυροφόροι γυναίκες, όρθρου βαθέος, επιστάσαι πρός τό μνήμα τού Ζωοδότου, εύρον Άγγελον, επί τόν λίθον καθήμενον, καί αυτός προσφθεγξάμενος, αυταίς ούτως έλεγε. Τί ζητείτε τόν ζώντα μετά τών νεκρών; τί θρηνείτε τόν άφθαρτον ως εν φθορά; απελθούσαι κηρύξατε, τοίς αυτού Μαθηταίς.

Στίχ. Αύτη η ημέρα, ήν εποίησεν ο Κύριος, αγαλλιασώμεθα, καί ευφρανθώμεν εν αυτή.

Πάσχα τό τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ημίν ανέτειλε, Πάσχα, εν χαρά αλλήλους περιπτυξώμεθα, ώ Πάσχα λύτρον λύπης, καί γάρ εκ τάφου σήμερον ώσπερ εκ παστού, εκλάμψας Χριστός, τά Γύναια χαράς έπλησε λέγων, Κηρύξατε Αποστόλοις.
Δόξα... Ήχος πλ. δ
Κύριε, τόν Παράλυτον ουχ η κολυμβήθρα εθεράπευσεν, αλλ' ο σός λόγος ανεκαίνισε, καί ουδέ η πολυχρόνιος αυτώ ενεπόδισε νόσος, ότι τής φωνής σου οξυτέρα η ενέργεια εδείχθη, καί τό δυσβάστακτον βάρος απέρριψε, καί τό φορτίον τής κλίνης εβάστασεν, εις μαρτύριον τού πλήθους τών οικτιρμών σου, δόξα σοι.

... Καί νύν...
Αναστάσεως ημέρα, καί λαμπρυνθώμεν τή πανηγύρει, καί αλλήλους περιπτυξώμεθα, Είπωμεν αδελφοί, καί τοίς μισούσιν ημάς, Συγχωρήσωμεν πάντα τή Αναστάσει, καί ούτω βοήσωμεν, Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί τοίς εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Αντίφωνα και Είσοδικόν τού Πάσχα
Αντίφωνον α'
Ήχος β'.
Στίχ. Αλαλάξατε τώ Κυρίω πάσα η γή.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Ψάλατε δή τώ ονόματι αυτού, δότε δόξαν εν αινέσει αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Είπατε τώ Θεώ, Ως φοβερά τά έργα σου. Εν τώ πλήθει τής δυνάμεώς σου ψεύσονταί σε οι εχθροί σου.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Πάσα η γή προσκυνησάτωσάν σοι καί ψαλάτωσάν σοι, ψαλάτωσαν δή τώ ονόματι σου Ύψιστε.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Και νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Αντίφωνον β'
Ήχος ο αυτός
Στίχ. Ο Θεός οικτειρήσαι ημάς καί ευλογήσαι ημάς, επιφάναι τό πρόσωπον αυτού εφ' ημάς, καί ελεήσαι ημάς.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούϊα.

Στίχ. Τού γνώναι εν τή γή τήν οδόν σου, εν πάσιν έθνεσι τό σωτήριόν σου.
Σώσον ημάς, Υιέ Θεού...

Στίχ. Εξομολογησάσθωσάν σοι λαοί, ο Θεός, εξομολογησάσθωσάν σοι λαοί πάντες.
Σώσον ημάς, Υιέ Θεού...

Στίχ. Ευλογήσαι ημάς ο Θεός, καί φοβηθήτωσαν αυτόν πάντα τά πέρατα τής γής.
Σώσον ημάς, Υιέ Θεού...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Αντίφωνον γ'
Ήχος α'
Στίχ. Αναστήτω ο Θεός, καί διασκορπισθήτωσαν οι εχθροί αυτού, καί φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.
Απολυτίκιον Ήχος πλ. α'
Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

Στίχ. Ως εκλείπει καπνός, εκλιπέτωσαν, ως τήκεται κηρός από προσώτου πυρός.
Χριστός ανέστη...

Στίχ. Ούτως απολούνται οι αμαρτωλοί από προσώπου τού Θεού, καί οι δίκαιοι ευφρανθήτωσαν.
Χριστός ανέστη...

Στίχ. Αυτή η ημέρα, ήν εποίησεν ο Κύριος, αγαλλιασώμεθα καί ευφρανθώμεν εν αυτή.
Χριστός ανέστη...

Εισοδικόν
Εν Εκκλησίαις ευλογείτε τόν Θεόν, Κύριον εκ πηγών Ισραήλ...

Μετά την είσοδον Απολυτίκιον Ήχος γ'
Ευφραινέσθω τά ουράνια, αγαλλιάσθω τά επίγεια, ότι εποίησε κράτος, εν βραχίονι αυτού, ο Κύριος, επάτησε τώ θανάτω τόν θάνατον, πρωτότοκος τών νεκρών εγένετο, εκ κοιλίας άδου ερρύσατο ημάς, καί παρέσχε κόσμω τό μέγα έλεος.

Είτα απολυτίκιον τού ναού

Κοντάκιον Ήχος πλ. δ'
Ει καί εν τάφω κατήλθες αθάνατε, αλλά τού Άδου καθείλες τήν δύναμιν, καί ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε, καί τοίς σοίς Αποστόλοις ειρήνην δωρούμενος ο τοίς πεσούσι παρέχων ανάστασιν.

Ο Απόστολος
Κυριακή του Παραλύτου (Πράξ. 9,32-42)

Ψάλατε τω Θεώ ημών ψάλατε.
Στιχ. Πάντα τα έθνη κροτήσατε χείρας.
Πράξεων των Αποστόλων το Ανάγνωσμα

Ἐν ταῖς ἡμέραις ἐκείναις, 32. ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. 33. εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. 34. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος• Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός• ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη. 35. καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. 36. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς• αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. 37. ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν• λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερώῳ. 38. ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. 39. ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς• ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ' αὐτῶν οὖσα ἡ Δορκάς. 40. ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε• Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. 41. δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. 42. γνωστὸν δὲ ἐγένετο καθ' ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

Ευαγγέλιον

Κυριακή του Παραλύτου (Ιωάν. 5,1-15)
Τῷ καιρῷ ἐκείνω 1. ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2. ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3. ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὑδατος κίνησιν. 4. ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρα, καὶ ἐταράσσετο τὸ ὑδωρ• ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 5. ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ• 6. τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ• θέλεις ὑγιὴς γενέσθαι; 7. ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν• Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν• ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8. λέγει αὐτῷ ὁ Ἰησοῦς• ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9. καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10. ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ• σάββατόν ἐστιν• οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 11. ἀπεκρίθη αὐτοῖς• ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν• ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12. ἠρώτησαν οὖν αὐτόν• τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 13. ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν• ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14. μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ• ἴδε ὑγιὴς γέγονας• μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. 15. ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

Καί καθεξής η θεία Λειτουργία τού Χρυσοστόμου.

Είς το Εξαιρέτως: « Ο άγγελος εβόα...Συμφώνως Παρθένε…»

Κοινωνικόν
Αινείτε

Αντί του <<Είδομεν το φώς>>, Χριστός ανέστη

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Άβαταρ μέλους
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 556
Εγγραφή: Δευτ Μαρ 05, 2007 9:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευσηαπό PRETORIAN » Τετ Μάιος 13, 2009 9:50 pm

17-5-2009
+ Της Σαμαρείτιδος

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Απολυτίκιον Ήχος δ'
Τό φαιδρόν τής Αναστάσεως κήρυγμα, τού Αγγέλου μαθούσαι αι τού Κυρίου Μαθήτριαι, καί τήν προγονικήν απόφασιν απορρίψασαι, τοίς Αποστόλοις καυχώμεναι έλεγον, Εσκύλευται ο θάνατος, ηγέρθη Χριστός ο Θεός, δωρούμενος τώ κόσμω τό μέγα έλεος.
Έτερον τής Εορτής
Ήχος πλ. δ'
Μεσούσης τής Εορτής, διψώσάν μου τήν ψυχήν, ευσεβείας πότισον νάματα, ότι πάσι Σωτήρ εβόησας, ο διψών ερχέσθω πρός με καί πινέτω, Η πηγή τής ζωής, Χριστέ ο Θεός, δόξα σοι.

Καθίσματα τής Οκτωήχου
Ήχος δ'
Αναβλέψασαι τού τάφου τήν είσοδον, καί τήν φλόγα τού Αγγέλου μή φέρουσαι, αι Μυροφόροι σύν τρόμω εξίσταντο λέγουσαι, Άρα εκλάπη, ο τώ Ληστή ανοίξας Παράδεισον, άρα ηγέρθη, ο καί πρό πάθους κηρύξας τήν Έγερσιν, αληθώς ανέστη Χριστός ο Θεός, τοίς εν άδη παρέχων ζωήν καί ανάστασιν.
Δόξα... Ταχύ προκατάλαβε
Ανέστης ως αθάνατος, από τού τάφου Σωτήρ, συνήγειρας τόν κόσμον σου, τή δυναστεία τή σή, Χριστέ ο Θεός ημών, έθραυσας εν ισχύϊ, τού θανάτου τό κράτος, έδειξας ελεήμον, τήν ανάστασιν πάσι, διό σε καί δοξάζομεν, μόνε φιλάνθρωπε.
Καί νύν... Θεοτοκίον
Τό απ' αιώνος απόκρυφον, καί Αγγέλοις ο άγνωστον μυστήριον, διά σού Θεοτόκε, τοίς επί γής πεφανέρωται, Θεός εν ασυγχύτω ενώσει σαρκούμενος, καί Σταυρόν εκουσίως υπέρ ημών καταδεξάμενος, δι' ού αναστήσας τόν Πρωτόπλαστον, έσωσεν εκ θανάτου τάς ψυχάς ημών.

Μετά τήν β' Στιχολογίαν

Καθίσματα Ήχος δ'
Κατεπλάγη Ιωσήφ
Εκ τών άνω κατελθών, τών υψωμάτων Γαβριήλ, καί τή πέτρα προσελθών, ένθα η πέτρα τής ζωής, λευχειμονών ανεκραύγαζε ταίς κλαιούσαις, Παύσασθε υμείς, τής θρηνώδους κραυγής, έχουσαι αεί, τό ευσυμπάθητον, όν γάρ ζητείτε κλαίουσαι, θαρσείτε, ως αληθώς εξεγήγερται, διό βοάτε, τοίς Αποστόλοις, ότι ανέστη ο Κύριος.
Δόξα... Κατεπλάγη Ιωσήφ
Εκουσία σου βουλή, Σταυρόν υπέμεινας Σωτήρ, καί εν μνήματι καινώ, άνθρωποι έθεντο θνητοί, τόν διά λόγου τά πέρατα συστησάμενον, όθεν δεσμευθείς ο αλλότριος, θάνατος δεινώς εσκυλεύετο, καί οι έν άδη άπαντες εκραύγαζον, τή ζωηφόρω Εγέρσει σου, Χριστός ανέστη, ο ζωοδότης, μένων εις τούς αιώνας.
Καί νύν... Θεοτοκίον
Κατεπλάγη Ιωσήφ, τό υπέρ φύσιν θεωρών, καί ελάμβανεν εις νούν, τόν επί πόκον υετόν εν τή ασπόρω συλλήψει σου Θεοτόκε, βάτον εν πυρί ακατάφλεκτον, ράβδον Ααρών τήν βλαστήσασαν, καί μαρτυρών ο Μνήστωρ σου καί φύλαξ, τοίς ιερεύσιν εκραύγαζε, Παρθένος τίκτει, καί μετά τόκον, πάλιν μένει παρθένος.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ήχος πλ. α'

-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς λογισθέντα, τού θανάτου δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου πάντας ελευθερώσαντα.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο Σωτήρ γάρ εξανέστη τού μνήματος.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ' επέστη, πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν δέ, Αποστόλοις είπατε.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Μυροφόροι γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς Θεός γάρ, εξανέστη τού μνήματος.
Δόξα... Τριαδικόν

Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί, Κύριε.
Καί νύν... Θεοτοκίον

Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί άνθρωπος.

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').

Η Υπακοή Ήχος δ'
Τά τής σής παραδόξου Εγέρσεως, προδραμούσαι αι Μυροφόροι, τοίς Αποστόλοις εκήρυττον Χριστέ, ότι ανέστης ως Θεός, παρέχων τώ κόσμω τό μέγα έλεος.
Οι Αναβαθμοί Αντίφωνον Α'
• Εκ νεότητός μου πολλά πολεμεί με πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον Σωτήρ μου.
• Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι πάσα ψυχή ζωούται, καί καθάρσει υψούται λαμπρύνεται, τή τριαδική Μονάδι ιεροκρυφίως.
Αντίφωνον Β'
• Εκέκραξά σοι Κύριε, θερμώς εκ βάθους ψυχής μου, καμοί γενέσθω, πρός υπακοήν τά θείά σου ώτα.
• Επί τόν Κύριον ελπίδα πάς τις κεκτημένος, υψηλότερος εστί, πάντων τών λυπούντων.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, αναβλύζει τά τής χάριτος ρείθρα, αρδεύοντα, άπασαν τήν κτίσιν πρός ζωογονίαν.
Αντίφωνον Γ'
• Η καρδία μου πρός σέ Λόγε υψωθήτω, καί ουδέν θέλξει με, τών τού κόσμου τερπνών πρός χαμαιζηλίαν.
• Επί τήν μητέρα αυτού, ως έχει τις στοργήν, επί τώ Κυρίω θερμότερον φίλτρον χρεωστούμεν.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, θεογνωσίας πλούτος, θεωρίας καί σοφίας, πάντα γάρ εν τούτω τά πατρώα δόγματα, ο Λόγος εκκαλύπτει.
Προκείμενον
Ανάστα Κύριε, βοήθησον ημίν, καί λύτρωσαι ημάς, ένεκεν τής δόξης τού ονόματός σου.
Στίχ. ο Θεός, εν τοίς ωσίν ημών ηκούσαμεν.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Eωθινόν ζ

Ανάστασιν Χριστού θεασάμενοι

Ν' Ψαλμός, ψαλτά

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου
Πεντηκοστάριον. Ήχος ο αυτός.
Αναστάς ο Ιησούς, από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν, καί μέγα έλεος.

Κανών τού Πάσχα Ήχος α'

Ωδή α' Ο Ειρμός
Αναστάσεως ημέρα, λαμπρυνθώμεν λαοί, Πάσχα Κυρίου Πάσχα, εκ γάρ θανάτου πρός ζωήν, καί εκ γής πρός ουρανόν, Χριστός ο Θεός, ημάς διεβίβασεν, επινίκιον άδοντας.

Καθαρθώμεν τάς αισθήσεις, καί οψόμεθα τώ απροσίτω φωτί τής Αναστάσεως, Χριστόν εξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανώς ακουσόμεθα, επινίκιον άδοντες.

Ουρανοί μέν επαξίως ευφραινέσθωσαν, γή δέ αγαλλιάσθω, εορταζέτω δέ κόσμος, ορατός τε άπας καί αόρατος, Χριστός γάρ εγήγερται, ευφροσύνη αιώνιος.

Κανών τής Θεοτόκου

Ήχος α'
Ού η ακροστιχίς εν τοίς πρώτοις Τροπαρίοις. Θεοφάνους.

Ωδή α' Ειρμός ο αυτός
Θανατώσεως τόν όρον ανεμόχλευσας, τήν αιωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τόν έκ τάφου αναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καί τόν κόσμον φωτίσαντα.

Αναστάντα κατιδούσα σόν Υιόν καί Θεόν, χαίροις σύν Αποστόλοις, θεοχαρίτωτε αγνή, καί τό Χαίρε πρωτουργώς, ως πάντων χαράς, αιτία εισδέδεξαι, Θεομήτορ πανάμωμε.

Ωδή γ' Ο Ειρμός
Δεύτε πόμα πίωμεν καινόν, ουκ εκ πέτρας αγόνου τερατουργούμενον, αλλ' αφθαρσίας πηγήν, εκ τάφου ομβρήσαντος Χριστού, εν ώ στερεούμεθα.

Νύν πάντα πεπλήρωται φωτός, ουρανός τε καί γή καί τά καταχθόνια, εορταζέτω γούν πάσα κτίσις τήν Έγερσιν Χριστού, εν ή εστερέωται.

Χθές συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον αναστάντι σοι, συνεσταυρούμην σοι χθές, αυτός με συνδόξασον Σωτήρ, εν τή βασιλεία σου.

Τής Θεοτόκου

Ο αυτός
Επί τήν ακήρατον ζωήν, επανέρχομαι σήμερον αγαθότητι, τού γεννηθέντος εκ σού, καί πάσι τοίς πέρασιν Αγνή, τό φέγγος αστράψαντος.

Θεόν όν εκύησας σαρκί, εκ νεκρών καθώς είπεν εξεγειρόμενον, θεασαμένη Αγνή, χόρευε, καί τούτον, ως Θεόν, άχραντε μεγάλυνε.

Ωδή δ' Ο Ειρμός
Επί τής θείας φυλακής, ο θεηγόρος Αββακούμ, στήτω μεθ' ημών καί δεικνύτω, φαεσφόρον Άγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τώ κόσμω, ότι ανέστη Χριστός ως παντοδύναμος.

Άρσεν μέν ως διανοίξαν, τήν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ως βροτός δέ, αμνός προσηγόρευται, άμωμος δέ, ως άγευστος κηλίδος, τό ημέτερον Πάσχα, καί ως Θεός αληθής, τέλειος λέλεκται.

Ως ενιαύσιος αμνός, ο ευλογούμενος ημίν, στέφανος Χριστός εκουσίως, υπέρ πάντων τέθυται, Πάσχα τό καθαρτήριον, καί αύθις εκ τού τάφου ωραίος, δικαιοσύνης ημίν έλαμψεν ήλιος.

Ο θεοπάτωρ μέν Δαυϊδ, πρό τής σκιώδους κιβωτού, ήλατο σκιρτών, ο λαός δέ τού Θεού ο άγιος, τήν τών συμβόλων έκβασιν, ορώντες, ευφρανθώμεν ενθέως, ότι ανέστη Χριστός ως παντοδύναμος.

Τής Θεοτόκου

Ο αυτός
Ο διαπλάσας τον Αδάμ, τόν σόν προπάτορα Αγνή, πλάττεται εκ σού, καί θανάτω, τώ οικείω έλυσε, τόν δι' εκείνου θάνατον σήμερον, καί κατηύγασε πάντας, ταίς θεϊκαίς αστραπαίς τής Αναστάσεως.

Όν απεκύησας Χριστόν, ωραιοτάτως εκ νεκρών, λάμψαντα Αγνή καθορώσα, η καλή καί άμωμος, εν γυναιξίν ωραία τε, σήμερον εις πάντων σωτηρίαν, σύν Αποστόλοις αυτόν χαίρουσα, δόξαζε.

Κοντάκιον τής Μεσοπεντηκοστής
Ήχος δ' Ο υψωθείς εν τώ Σταυρώ
Τής εορτής τής νομικής μεσαζούσης, ο τών απάντων Ποιητής καί Δεσπότης, πρός τούς παρόντας έλεγες, Χριστέ ο Θεός, Δεύτε καί αρύσασθε, ύδωρ αθανασίας, όθεν σοι προσπίπτομεν, καί πιστώς εκβοώμεν, τούς οικτιρμούς σου δώρησαι ημίν, σύ γάρ υπάρχεις πηγή τής ζωής ημών.
Κάθισμα τής Σαμαρείτιδος Όμοιον
Αγαλλιάσθω ουρανός, χορευέτω τά επί γής, ότι Χριστός εκ Παρθένου, επιφανείς ως άνθρωπος ερρύσατο φθοράς, άπαν τό ανθρώπινον, τώ ιδίω θανάτω, θαύμασιν εκλάμψας δέ, γυναικί Σαμαρείτιδι ύδωρ αιτών παρέχει τήν πηγήν, τών ιαμάτων, ως μόνος αθάνατος.
Δόξα... Καί νύν...
Τής Μεσοπεντηκοστής Όμοιον
Ο τής σοφίας χορηγός καί Δεσπότης, τής εορτής τής νομικής επιστάσης, εν ιερώ καθήμενος εδίδασκες, λέγων ούτως άπασιν, Έρχεσθε οι διψώντες, πίετε τού νάματος, ού εγώ νύν παρέχω, δι' ού ζωής ενθέου καί τρυφής, επαπολαύσετε πάντες οι άνθρωποι.

Ωδή δ' Ο Ειρμός
Επί τής θείας φυλακής, ο θεηγόρος Αββακούμ, στήτω μεθ' ημών καί δεικνύτω, φαεσφόρον Άγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τώ κόσμω, ότι ανέστη Χριστός ως παντοδύναμος.

Άρσεν μέν ως διανοίξαν, τήν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ως βροτός δέ, αμνός προσηγόρευται, άμωμος δέ, ως άγευστος κηλίδος, τό ημέτερον Πάσχα, καί ως Θεός αληθής, τέλειος λέλεκται.

Ως ενιαύσιος αμνός, ο ευλογούμενος ημίν, στέφανος Χριστός εκουσίως, υπέρ πάντων τέθυται, Πάσχα τό καθαρτήριον, καί αύθις εκ τού τάφου ωραίος, δικαιοσύνης ημίν έλαμψεν ήλιος.

Ο θεοπάτωρ μέν Δαυϊδ, πρό τής σκιώδους κιβωτού, ήλατο σκιρτών, ο λαός δέ τού Θεού ο άγιος, τήν τών συμβόλων έκβασιν, ορώντες, ευφρανθώμεν ενθέως, ότι ανέστη Χριστός ως παντοδύναμος.

Τής Θεοτόκου

Ο αυτός
Ο διαπλάσας τον Αδάμ, τόν σόν προπάτορα Αγνή, πλάττεται εκ σού, καί θανάτω, τώ οικείω έλυσε, τόν δι' εκείνου θάνατον σήμερον, καί κατηύγασε πάντας, ταίς θεϊκαίς αστραπαίς τής Αναστάσεως.

Όν απεκύησας Χριστόν, ωραιοτάτως εκ νεκρών, λάμψαντα Αγνή καθορώσα, η καλή καί άμωμος, εν γυναιξίν ωραία τε, σήμερον εις πάντων σωτηρίαν, σύν Αποστόλοις αυτόν χαίρουσα, δόξαζε.
Ωδή ε' Ο Ειρμός
Ορθρίσωμεν όρθρου βαθέος, καί αντί μύρου τόν ύμνον προσοίσομεν τώ Δεσπότη, καί Χριστόν οψόμεθα, δικαιοσύνης ήλιον, πάσι ζωήν ανατέλλοντα.

Τήν άμετρόν σου ευσπλαγχνίαν, οι ταίς τού Αδου σειραίς, συνεχόμενοι, δεδορκότες, πρός τό φώς ηπείγοντο Χριστέ, αγαλλομένω ποδί, Πάσχα κροτούντες αιώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τώ προϊόντι Χριστώ εκ τού μνήματος, ως νυμφίω, καί συνεορτάσωμεν, ταίς φιλεόρτοις τάξεσι, Πάσχα Θεού τό σωτήριον.

Τής Θεοτόκου

Ο αυτός
Φωτίζεται θείαις ακτίσι, καί ζωηφόροις ταίς τής Αναστάσεως τού Υιού σου, Θεομήτορ άχραντε, καί χαρμονής εμπίπλαται, τών ευσεβών η Ομήγυρις.

Ουκ ήνοιξας πύλας Παρθένου, εν τώ σαρκούσθαι μνήματος ουκ έλυσας τάς σφραγίδας, Βασιλεύ τής κτίσεως, όθεν εξαναστάντα σε, θεασαμένη ηγάλλετο.

Ωδή ς' Ο Ειρμός
Κατήλθες εν τοίς κατωτάτοις τής γής, καί συνέτριψας μοχλούς αιωνίους, κατόχους πεπεδημένων Χριστέ, καί τριήμερος, ως εκ κήτους Ιωνάς, εξανέστης τού τάφου.

Φυλάξας τά σήμαντρα σώα Χριστέ, εξηγέρθης τού τάφου, ο τάς κλείς τής Παρθένου μή λυμηνάμενος, εν τώ τόκω σου, καί ανέωξας ημίν, Παραδείσου τάς πύλας.

Σώτέρ μου τό ζών τε καί άθυτον, ιερείον ως Θεός, σεαυτόν εκουσίως, προσαγαγών τώ Πατρί, συνανέστησας, παγγενή τόν Αδάμ, αναστάς εκ τού τάφου.

Τής Θεοτόκου

Ο αυτός
Ανήκται τό πάλαι κρατούμενον, τώ θανάτω καί φθορά, διά τού σαρκωθέντος, εκ σής αχράντου γαστρός πρός τήν άφθαρτον, καί αϊδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατήλθεν εν τοίς κατωτάτοις τής γής ο λαγόσι σου Αγνή, κατελθών καί οικήσας, καί σαρκωθείς υπέρ νούν καί συνήγειρεν, εαυτώ τόν Αδάμ, αναστάς εκ τού τάφου.

Κοντάκιον τής Σαμαρείτιδος
Ήχος πλ. δ'
Πίστει ελθούσα εν τώ φρέατι, η Σαμαρείτις εθεάσατο, τό τής σοφίας ύδωρ σε, ώ ποτισθείσα δαψιλώς βασιλείαν τήν άνωθεν εκληρώσατο, αιωνίως η αοίδιμος.
Ο Οίκος
Τών σεπτών μυστηρίων ακούσωμεν, Ιωάννου ημάς εκδιδάσκοντος, τά εν τή Σαμαρεία γινόμενα, πώς γυναικί ωμίλει ο Κύριος, ύδωρ αιτήσας, ο τά ύδατα εις τάς συναγωγάς αυτών συνάξας, ο Πατρί καί τώ Πνεύματι σύνθρονος, ήλθε γάρ εκζητών τήν εικόνα αυτού, αιωνίως, ως αοίδιμος.

Σ υ ν α ξ ά ρ ι ο ν
Τή ΙΖ' τού αυτού μηνός, Μνήμη τών Αγίων Αποστόλων Ανδρονίκου καί Ιουνίας.
Στίχοι
• Έθνη διδάξας Ανδρόνικος μυρία,
• Πρός Χριστόν ήλθεν, ός καλεί πρός φώς έθνη.
• Ιουνία τέθνηκε μηνί Μαϊω,
• Ός πρώτός εστιν εισιών Ιουνίου,
• Εβδομάτηδεκάτη θάν' Ιουνίη Ανδρόνικός τε.

Τή αυτή ημέρα μνήμη, τού εν Αγίοις Πατρός ημών Αθανασίου τού νέου, Επισκόπου Χριστιανουπόλεως, τού θαυματουργού.
Στίχοι
• Πέφευγεν εχθρού τού βροτοκτόνου βέλη
• Ο ευλογητός καί μέγας Χριστού λάτρις.
Άλτο άημα φαεσφόρον νύν γε Αθανασίοιο.

Τή αυτή ημέρα, Μνήμη τού Αγίου Μάρτυρος Σολόχωνος, καί τών σύν αυτώ, Παμφαμήρ καί Παμφυλών.

Συναξάριον Πεντηκοσταρίου
Τή αυτή ημέρα Κυριακή πέμπτη από τού Πάσχα, τήν τής Σαμαρείτιδος εορτήν εορτάζομεν.
Στίχοι
• Ύδωρ λαβείν ελθούσα τό φθαρτόν, γύναι,
• Τό ζών απαντλείς, ώ ρύπους ψυχής πλύνεις.

Ταίς τής σής Μάρτυρος Φωτεινής πρεσβείαις, Χριστέ ο Θεός, ελέησον ημάς. Αμήν.

Ωδή ζ' Ο Ειρμός
Παίδας εκ καμίνου ρυσάμενος, γενόμενος άνθρωπος, πάσχει ως θνητός, καί διά Πάθους τό θνητόν, αφθαρσίας ενδύει ευπρέπειαν, ο μόνος ευλογητός τών Πατέρων, Θεός καί υπερένδοξος.

Γυναίκες μετά μύρων θεόφρονες, οπίσω σου έδραμον, όν δέ ως θνητόν, μετά δακρύων εζήτουν, προσεκύνησαν, χαίρουσαι ζώντα Θεόν, καί Πάσχα τό μυστικόν, σοίς Χριστέ Μαθηταίς ευηγγελίσαντο.

Θανάτου εορτάζομεν νέκρωσιν, Άδου τήν καθαίρεσιν, άλλης βιοτής, τής αιωνίου απαρχήν, καί σκιρτώντες υμνούμεν τόν αίτιον, τόν μόνον ευλογητόν τών Πατέρων, Θεόν καί υπερένδοξον.

Ως όντως ιερά καί πανέορτος, αύτη η σωτήριος, νύξ καί φωταυγής, τής λαμπροφόρου ημέρας τής εγέρσεως, ούσα προάγγελος, εν ή τό άχρονον φώς, εκ τάφου σωματικώς, πάσιν επέλαμψεν.

Τής Θεοτόκου

Ο αυτός
Νεκρώσας ο Υιός σου τόν θάνατον, Πανάμωμε σήμερον, πάσι τοίς θνητοίς, τήν διαμενουσαν ζωήν, εις αιώνας αιώνων δεδώρηται, ο μόνος ευλογητός τών πατέρων, Θεός καί υπερένδοξος.

Ο πάσης βασιλεύων τής κτίσεως, γενόμενος άνθρωπος, ώκησε τήν σήν, θεοχαρίτωτε νηδύν, καί σταυρόν υπομείνας καί θάνατον, ανέστη θεοπρεπώς, συνεγείρας ημάς, ως παντοδύναμος.

Ωδή η' Ο Ειρμός
Αύτη η κλητή καί αγία ημέρα, η μία τών Σαββάτων, η βασιλίς καί κυρία, εορτών εορτή, καί πανήγυρις εστί πανηγύρεων, εν ή ευλογούμεν, Χριστόν εις τούς αιώνας.

Δεύτε τού καινού τής αμπέλου γεννήματος, τής θείας ευφροσύνης, εν τή ευσήμω ημέρα τής Εγέρσεως, βασιλείας τε Χριστού κοινωνήσωμεν, υμνούντες αυτόν, ως Θεόν εις τούς αιώνας.

Άρον κύκλω τούς οφθαλμούς σου Σιών, καί ίδε, ιδού γάρ ήκασί σοι, θεοφεγγείς ως φωστήρες, εκ δυσμών, βορρα, καί καί θαλάσσης, καί εώας τά τέκνα σου, εν σοί ευλογούντα, Χριστόν εις τούς αιώνας.

Πάτερ παντοκράτορ, καί Λόγε, καί Πνεύμα, τρισίν ενιζομένη, εν υποστάσεσι φύσις, υπερούσιε, καί υπέρθεε εις σέ βεβαπτίσμεθα, καί σε ευλογούμεν εις πάντας τούς αιώνας.

Τής Θεοτόκου

Ο αυτός
Ήλθε διά σού εις τόν κόσμον ο κτίστης, Παρθένε Θεοτόκε, καί τήν γαστέρα τού Άδου διαρρήξας θνητοίς, τήν Ανάστασιν ημίν εδωρήσατο, διό ευλογούμεν αυτόν εις τούς αιώνας.

Όλον καθελών τού θανάτου τό κράτος, ο Υιός σου Παρθένε, εν τή αυτού Αναστάσει, ως Θεός κραταιός, συνανύψωσεν ημάς, καί εθέωσε, διό ανυμνούμεν αυτόν εις τούς αιώνας.

Καταβασίες

Ωδή α' Ήχος α'
Αναστάσεως ημέρα, λαμπρυνθώμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα, εκ γάρ θανάτου πρός ζωήν, καί εκ γής πρός ουρανόν, Χριστός ο Θεός, ημάς διεβίβασεν, επινίκιον άδοντας.
Ωδή γ'
Δεύτε πόμα πίωμεν καινόν, ουκ εκ πέτρας αγόνου τερατουργούμενον, αλλ' αφθαρσίας πηγήν, εκ τάφου ομβρήσαντος Χριστού, εν ώ στερεούμεθα.
Ωδή δ'
Επί τής θείας φυλακής, ο θεηγόρος Αββακούμ, στήτω μεθ' ημών καί δεικνύτω, φαεσφόρον Άγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τώ κόσμω, ότι ανέστη Χριστός ως παντοδύναμος.
Ωδή ε'
Ορθρίσωμεν όρθρου βαθέος, καί αντί μύρου τόν ύμνον προσοίσωμεν τώ Δεσπότη, καί Χριστόν οψόμεθα, δικαιοσύνης ήλιον, πάσι ζωήν ανατέλλοντα.
Ωδή ς'
Κατήλθες εν τοίς κατωτάτοις τής γής, καί συνέτριψας μοχλούς αιωνίους, κατόχους πεπεδημένων Χριστέ, καί τριήμερος, ως εκ κήτους Ιωνάς, εξανέστης τού τάφου.
Ωδήζ'
Ο Παίδας εκ καμίνου ρυσάμενος, γενόμενος άνθρωπος, πάσχει ως θνητός, καί διά πάθους τό θνητόν, αφθαρσίας ενδύει ευπρέπειαν, ο μόνος ευλογητός τών Πατέρων, Θεός καί υπερένδοξος.
Ωδή η'
Αύτη η κλητή καί αγία ημέρα, η μία τών Σαββάτων, η βασιλίς καί κυρία, εορτών εορτή, καί πανήγυρις εστί πανηγύρεων, εν ή ευλογούμεν, Χριστόν εις τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Η Θ΄ωδή τού Πάσχα μετά των δύο θεοτοκίων καί των μεγαλυναρίων

1.Μεγάλυνον, ψυχή μου, τον έθελουσίως παθόντα καί ταφέντα καί εξαναστάντα τριήμερον εκ τάφου.
Φωτίζου, φωτίζου, η νέα Ιερουσαλήμ, η γάρ δόξα Κυρίου, επί σέ ανέτειλε, Χόρευε νύν, καί αγάλλου Σιών, σύ δέ αγνή, τέρπου Θεοτόκε, εν τή εγέρσει τού τόκου σου.
2.Μεγάλυνον, ψυχή μου, τον εξαναστάντα τριήμερον εκ τάφου Χριστόν τον ζωοδότην. «Φωτίζου, φωτίζου...»
3.Χριστός το καινόν Πάσχα, το ζωόθυτον θύμα, αμνός Θεού ο αίρων την άμαρτίαν κόσμου.
Ώ θείας! ώ φίλης! ώ γλυκυτάτης σου φωνής! μεθ' ημών αψευδώς γάρ, επηγγείλω, έσεσθαι, μέχρι τερμάτων αιώνος Χριστέ, ήν οι πιστοί, άγκυραν ελπίδος, κατέχοντες αγαλλόμεθα.
4.Σήμερον πάσα κτίσις αγάλλεται και χαίρει, ότι Χριστός ανέστη καί άδης εσκυλεύθη.
Ώ Πάσχα τό μέγα, καί ιερώτατον Χριστέ, ώ σοφία καί Λόγε, τού Θεού καί δύναμις, δίδου ημίν εκτυπώτερον, σού μετασχείν, εν τή ανεσπέρω, ημέρα τής βασιλείας σου.
5.Δόξα. Μεγάλυνον, ψυχή μου, της τρισυποστατου καί αδιαιρέτου θεότητος το κράτος.
Συμφώνως Παρθένε, σέ μακαρίζομεν πιστοί, Χαίρε πύλη Κυρίου, χαίρε πόλις έμψυχε, χαίρε, δι' ής ημίν έλαμψε, σήμερον φώς τού εκ σού τεχθέντος, τής εκ νεκρών αναστάσεως.
6.Και νυν. Χαίρε, παρθένε, χαίρε, χαίρε, ευλογημένη, χαίρε, δεδοξασμένη, σος γαρ υιός ανέστη τριήμερος εκ τάφου.
Ευφραίνου, αγάλλου, η θεία πύλη τού φωτός, ο γάρ δύνας εν τάφω, Ιησούς ανέτειλε, λάμψας ηλίου φαιδρότερον, καί τούς πιστούς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.
Είτα καταβασία
Ό άγγελος έβόα τη κεχαριτωμένη, αγνή παρθένε, χαίρε καί πάλιν ερώ, χαίρε, ο σος υιός ανέστη τριήμερος εκ τάφου.
« Φωτίζου, φωτίζου».

  Άγιος Κύριος ο Θεός ημών, γ’

Εξαποστειλάριον τού Πάσχα
Ήχος β'
Σαρκί υπνώσας ως θνητός, ο Βασιλεύς καί Κύριος, τρι ήμερος εξανέστης, Αδάμ εγείρας εκ φθοράς καί καταργήσας θάνατον, Πάσχα τής αφθαρσίας, τού κόσμου σωτήριον.
Έτερον τής Σαμαρείτιδος
Γυναίκες ακουτίσθητε
Σαμάρειαν κατέλαβες, Σωτήρ μου παντοδύναμε, καί γυναικί ομιλήσας, εζήτεις ύδωρ τού πιείν, ο εκ πέτρας ακροτόμου πηγάσας ύδωρ, Εβραίοις, ήν πρός πίστιν σήν έλαβες, καί νύν ζωής απολαύει, εν ουρανοίς αιωνίως.
Τής Μεσοπεντηκοστής Όμοιον
Μεσούσης παραγέγονας, τής εορτής φιλάνθρωπε, εν ιερώ καί ελάλεις, Οι δίψης έμπλεοι πρός με, έλθετε καί αρύσασθε, ύδωρ ζών καί αλλόμενον, δι' ού τρυφής καί χάριτος, ζωής τε τής αθανάτου, επαπολαύσετε πάντες.

Αίνοι Ήχος δ΄
1. Τού ποιήσαι εν αυτοίς κρίμα έγγραπτον. Δόξα αύτη έσται πάσι τοίς οσίοις αυτού.

Ο σταυρόν υπομείνας καί θάνατον, καί αναστάς εκ τών νεκρών, παντοδύναμε Κύριε, δοξάζομέν σου τήν Ανάστασιν.

2. Αινείτε τόν Θεόν εν τοίς Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι τής δυνάμεως αυτού.

Εν τώ σταυρώ σου Χριστέ, τής αρχαίας κατάρας ηλευθέρωσας ημάς, καί εν τώ θανάτω σου, τόν τήν φύσιν ημών τυραννήσαντα, διάβολον κατήργησας, εν δέ τή Εγέρσει σου, χαράς τα πάντα επλήρωσας, διό βοώμέν σοι, ο αναστάς εκ τών νεκρών, Κύριε δόξα σοι.

3. Αινείτε αυτόν επί ταίς δυναστείαις αυτού, αινείτε αυτόν κατά τό πλήθος τής μεγαλωσύνης αυτού.

Τώ σώ Σταυρώ Χριστέ Σωτήρ, Οδήγησον ημάς επι τήν αλήθειάν σου, καί ρύσαι ημάς, τών παγίδων τού εχθρού, ο αναστάς εκ τών νεκρών, ανάστησον ημάς πεσόντας τή αμαρτία, εκτείνας τήν χείρά σου, φιλάνθρωπε Κύριε, τή πρεσβεία τών Αγίων σου.

4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.

Τών Πατρικών σου κόλπων, μή χωρισθείς μονογενές Λόγε τού Θεού, ήλθες επί γής διά φιλανθρωπίαν, άνθρωπος γενόμενος ατρέπτως, καί Σταυρόν καί θάνατον υπέμεινας σαρκί, ο απαθής τή θεότητι, αναστάς δέ εκ νεκρών αθανασίαν παρέσχες τώ γένει τών ανθρώπων, ως μόνος παντοδύναμος.

Είτα τά Στιχηρά τού Πάσχα μετά τών Στίχων αυτών.

Ήχος πλ. α'
Στίχ. Αναστήτω ο Θεός, καί διασκορπισθήτωσαν οι εχθροί αυτού, καί φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.

Πάσχα ιερόν ημίν σήμερον αναδέδεικται, Πάσχα καινόν, Άγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστός ο λυτρωτής, Πάσχα άμωμον, Πάσχα μέγα, Πάσχα τών πιστών, Πάσχα, τό πύλας ημίν τού Παραδείσου ανοίξαν, Πάσχα, πάντας αγιάζον πιστούς.

Στίχ. Ως εκλείπει καπνός, εκλιπέτωσαν, ω τήκεται κηρός από προσώπου πυρός.

Δεύτε από θέας Γυναίκες ευαγγελίστριαι, καί τή Σιών είπατε, Δέχου παρ ημών χαράς ευαγγέλια, τής Αναστάσεως Χριστού, τέρπου, χόρευε, καί αγάλλου Ιερουσαλήμ, τόν Βασιλέα Χριστόν, θεασαμένη εκ τού μνήματος, ως νυμφίον προερχόμενον.

Στίχ. Ούτως απολούνται οι αμαρτωλοί από προσώπου τού Θεού. καί οι δίκαιοι ευφρανθήτωσαν.

Αι Μυροφόροι γυναίκες, όρθρου βαθέος, επιστάσαι πρός τό μνήμα τού Ζωοδότου, εύρον Άγγελον, επί τόν λίθον καθήμενον, καί αυτός προσφθεγξάμενος, αυταίς ούτως έλεγε. Τί ζητείτε τόν ζώντα μετά τών νεκρών; τί θρηνείτε τόν άφθαρτον ως εν φθορά; απελθούσαι κηρύξατε, τοίς αυτού Μαθηταίς.

Στίχ. Αύτη η ημέρα, ήν εποίησεν ο Κύριος, αγαλλιασώμεθα, καί ευφρανθώμεν εν αυτή.

Πάσχα τό τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ημίν ανέτειλε, Πάσχα, εν χαρά αλλήλους περιπτυξώμεθα, ώ Πάσχα λύτρον λύπης, καί γάρ εκ τάφου σήμερον ώσπερ εκ παστού, εκλάμψας Χριστός, τά Γύναια χαράς έπλησε λέγων, Κηρύξατε Αποστόλοις.
Δόξα... Ήχος πλ. β’
Η πηγή τής ζωαρχίας, Ιησούς ο Σωτήρ ημών, επί τήν πηγήν επιστάς τού Πατριάρχου Ιακώβ, πιείν εζήτει ύδωρ παρά γυναικός Σαμαρείτιδος. Τής δέ τό ακοινώνητον τών Ιουδαίων προσειπούσης, ο σοφός δημιουργός μετοχετεύει αυτήν, ταίς γλυκείαις προσρήσεσι, μάλλον πρός αίτησιν τού αϊδίου ύδατος, ό καί λαβούσα, τοίς πάσιν εκήρυξεν ειπούσα, Δεύτε, ίδετε τών κρυπτών γνώστην καί Θεόν, παραγενόμενον σαρκί, διά τό σώσαι τόν άνθρωπον.

... Καί νύν...

Αναστάσεως ημέρα, καί λαμπρυνθώμεν τή πανηγύρει, καί αλλήλους περιπτυξώμεθα, Είπωμεν αδελφοί, καί τοίς μισούσιν ημάς, Συγχωρήσωμεν πάντα τή Αναστάσει, καί ούτω βοήσωμεν, Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί τοίς εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Αντίφωνα και Είσοδικόν τού Πάσχα
Αντίφωνον α'
Ήχος β'.
Στίχ. Αλαλάξατε τώ Κυρίω πάσα η γή.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Ψάλατε δή τώ ονόματι αυτού, δότε δόξαν εν αινέσει αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Είπατε τώ Θεώ, Ως φοβερά τά έργα σου. Εν τώ πλήθει τής δυνάμεώς σου ψεύσονταί σε οι εχθροί σου.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Πάσα η γή προσκυνησάτωσάν σοι καί ψαλάτωσάν σοι, ψαλάτωσαν δή τώ ονόματι σου Ύψιστε.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Και νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Αντίφωνον β'
Ήχος ο αυτός
Στίχ. Ο Θεός οικτειρήσαι ημάς καί ευλογήσαι ημάς, επιφάναι τό πρόσωπον αυτού εφ' ημάς, καί ελεήσαι ημάς.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούϊα.

Στίχ. Τού γνώναι εν τή γή τήν οδόν σου, εν πάσιν έθνεσι τό σωτήριόν σου.
Σώσον ημάς, Υιέ Θεού...

Στίχ. Εξομολογησάσθωσάν σοι λαοί, ο Θεός, εξομολογησάσθωσάν σοι λαοί πάντες.
Σώσον ημάς, Υιέ Θεού...

Στίχ. Ευλογήσαι ημάς ο Θεός, καί φοβηθήτωσαν αυτόν πάντα τά πέρατα τής γής.
Σώσον ημάς, Υιέ Θεού...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Αντίφωνον γ'
Ήχος α'
Στίχ. Αναστήτω ο Θεός, καί διασκορπισθήτωσαν οι εχθροί αυτού, καί φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.
Απολυτίκιον Ήχος πλ. α'
Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

Στίχ. Ως εκλείπει καπνός, εκλιπέτωσαν, ως τήκεται κηρός από προσώτου πυρός.
Χριστός ανέστη...

Στίχ. Ούτως απολούνται οι αμαρτωλοί από προσώπου τού Θεού, καί οι δίκαιοι ευφρανθήτωσαν.
Χριστός ανέστη...

Στίχ. Αυτή η ημέρα, ήν εποίησεν ο Κύριος, αγαλλιασώμεθα καί ευφρανθώμεν εν αυτή.
Χριστός ανέστη...

Εισοδικόν
Εν Εκκλησίαις ευλογείτε τόν Θεόν, Κύριον εκ πηγών Ισραήλ...

Απολυτίκιον Ήχος δ'

Τό φαιδρόν τής Αναστάσεως κήρυγμα, τού Αγγέλου μαθούσαι αι τού Κυρίου Μαθήτριαι, καί τήν προγονικήν απόφασιν απορρίψασαι, τοίς Αποστόλοις καυχώμεναι έλεγον, Εσκύλευται ο θάνατος, ηγέρθη Χριστός ο Θεός, δωρούμενος τώ κόσμω τό μέγα έλεος.
πλ. δ'
Μεσούσης τής Εορτής, διψώσάν μου τήν ψυχήν, ευσεβείας πότισον νάματα, ότι πάσι Σωτήρ εβόησας, ο διψών ερχέσθω πρός με καί πινέτω, Η πηγή τής ζωής, Χριστέ ο Θεός, δόξα σοι.

Είτα απολυτίκιον τού ναού

Κοντάκιον Ήχος πλ. δ'
Ει καί εν τάφω κατήλθες αθάνατε, αλλά τού Άδου καθείλες τήν δύναμιν, καί ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε, καί τοίς σοίς Αποστόλοις ειρήνην δωρούμενος ο τοίς πεσούσι παρέχων ανάστασιν.

Ο Απόστολος

Ως εμεγαλύνθη τα έργα σου Κύριε. Πάντα εν σοφία εποίησας.

Στίχ. Ευλόγει η ψυχή μου τον Κύριον.

Πράξεων των Αποστόλων το Ανάγνωσμα.
Κυριακή της Σαμαρείτιδος (Πράξ. 11,19-30)
Ἐν ταῖς ἡμέραις ἐκείναις, 19. διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. 21. καὶ ἦν χεὶρ Κυρίου μετ' αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22. Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας• 23. ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, 24. ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως• καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. 25. ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, 26. καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. 27. Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν• 28. ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ' ὅλην τὴν οἰκουμένην• ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. 29. τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς• 30. ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

Ευαγγέλιον

Κυριακή της Σαμαρείτιδος (Ιωάν. 4,5-42)
Τῷ καιρῷ ἐκείνω ἔρχεται Ἰησοῦς 5. εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ• 6. ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ• ὥρα ἦν ὡσεὶ ἕκτη. 7. ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς• δός μοι πιεῖν. 8. οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. 9. λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις• πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ• εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11. λέγει αὐτῷ ἡ γυνή• Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ• πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12. μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; 13. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ• πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν• 14. ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. 15. λέγει πρὸς αὐτὸν ἡ γυνή• Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. 16. λέγει αὐτῇ ὁ Ἰησοῦς• ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. 17. ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν• οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς• καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω• 18. πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ• τοῦτο ἀληθὲς εἴρηκας. 19. λέγει αὐτῷ ἡ γυνή• Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20. οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν• καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν. 21. λέγει αὐτῇ ὁ Ἰησοῦς• γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. 22. ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν• ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23. ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ• καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. 24. πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. 25. λέγει αὐτῷ ἡ γυνή• οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός• ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. 26. λέγει αὐτῇ ὁ Ἰησοῦς• ἐγώ εἰμι ὁ λαλῶν σοι. 27. καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει• οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ' αὐτῆς; 28. Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις• 29. δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα• μήτι οὗτός ἐστιν ὁ Χριστός; 30. ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. 31. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες• ῥαββί, φάγε. 32. ὁ δὲ εἶπεν αὐτοῖς• ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. 33. ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους• μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; 34. λέγει αὐτοῖς ὁ Ἰησοῦς• ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35. οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. 36. καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. 37. ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. 38. ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε• ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. 39. Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. 40. ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς• καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. 41. καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, 42. τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν• αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.

Καί καθεξής η θεία Λειτουργία τού Χρυσοστόμου.

Είς το Εξαιρέτως: « Ο άγγελος εβόα...Ευφραίνου, αγάλλου…»

Κοινωνικόν
Σώμα Χριστού

Αντί του <<Είδομεν το φώς>>, Χριστός ανέστη

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Άβαταρ μέλους
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 556
Εγγραφή: Δευτ Μαρ 05, 2007 9:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευσηαπό PRETORIAN » Παρ Μάιος 22, 2009 2:57 pm

24-5-2009
+ Του τυφλού
(Πάντων των εν Αιτωλία καί Ακαρνανία διαλαμψάντων αγίων)
ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Τόν συνάναρχον Λόγον Πατρί καί Πνεύματι, τόν εκ Παρθένου τεχθέντα εις σωτηρίαν ημών, ανυμνήσωμεν πιστοί καί προσκυνήσωμεν, ότι ηυδόκησε σαρκί, ανελθείν εν τώ σταυρώ, καί θάνατον υπομείναι, καί εγείραι τούς τεθνεώτας, εν τή ενδόξω Αναστάσει αυτού.
Δόξα... Tό αυτό
Καί νύν... Θεοτοκίον
Χαίρε πύλη Κυρίου η αδιόδευτος, χαίρε τείχος καί σκέπη τών προστρεχόντων εις σέ, χαίρε αχείμαστε λιμήν καί Απειρόγαμε, η τεκούσα εν σαρκί τόν Ποιητήν σου καί Θεόν, πρεσβεύουσα μή ελλείπης, υπέρ τών ανυμνούντων, καί προσκυνούντων τόν Τόκον σου.

ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετά τήν α' Στιχολογίαν

Καθίσματα Ήχος πλ. α'
Τόν συνάναρχον Λόγον
Τόν Σταυρόν τού Κυρίου εγκωμιάσωμεν, τήν ταφήν τήν αγίαν ύμνοις τιμήσωμεν, καί τήν Ανάστασιν αυτού υπερδοξάσωμεν, ότι συνήγειρε νεκρούς, εκ τών μνημάτων ως Θεός, σκυλεύσας κράτος θανάτου, καί ισχύν διαβόλου, καί τοίς εν άδη φώς ανέτειλε.
Δόξα...
Κύριε, νεκρός προσηγορεύθης, ο νεκρώσας τόν θάνατον, εν μνήματι ετέθης, ο κενώσας τά μνήματα, άνω στρατιώται τόν τάφον εφύλαττον, κάτω τούς απ' αιώνος νεκρούς εξανέστησας, Παντοδύναμε καί ακατάληπτε, Κύριε δόξα σοι.
Καί νύν... Θεοτοκίον
Χαίρε άγιον όρος καί θεοβάδιστον, χαίρε έμψυχε βάτε καί ακατάφλεκτε, χαίρε η μόνη πρός Θεόν κόσμου γέφυρα, η μετάγουσα θνητούς, πρός τήν αιώνιον ζωήν, χαίρε ακήρατε Κόρη, η απειράνδρως τεκούσα, τήν σωτηρίαν τών ψυχών ημών.

Μετά τήν β' Στιχολογίαν

Καθίσματα
Ήχος πλ. α'
Κύριε, εν μέσω σε προσήλωσαν, οι παράνομοι τών καταδίκων, καί λόγχη τήν πλευράν σου εξεκέντησαν, ώ Ελεήμον, ταφήν δέ κατεδέξω, ο λύσας άδου τάς πύλας, καί ανέστης τριήμερος, έδραμον Γυναύκες ιδείν σε, καί απήγγειλαν Αποστόλοις τήν Έγερσιν. Υπερυψούμενε Σωτήρ, όν υμνούσιν Άγγελοι, ευλογημένε Κύριε δόξα σοι.
Δόξα...
Τό ξένον σου Σωτήρ μου μυστήριον, τώ κόσμω σωτηρία γεγένηται, αναστάς γάρ εκ τάφου θεοπρεπώς, τούς φθαρέντας συνήγειρας ως Θεός, η πάντων ζωή, Κύριε δόξα σοι.
Καί νύν... Θεοτοκίον
Απειρόγαμε Νύμφη θεογεννήτρια, η τής Εύας τήν λύπην χαραποιήσασα, ανυμνούμεν οι πιστοί καί προσκυνούμέν σε, ότι ανήγαγες ημάς εκ τής αρχαίας αράς, καί νύν δυσώπει απαύστως, πανύμνητε Παναγία, εις τό σωθήναι ημας.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ήχος πλ. α'

-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς λογισθέντα, τού θανάτου δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου πάντας ελευθερώσαντα.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο Σωτήρ γάρ εξανέστη τού μνήματος.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ' επέστη, πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν δέ, Αποστόλοις είπατε.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Μυροφόροι γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς Θεός γάρ, εξανέστη τού μνήματος.
Δόξα... Τριαδικόν

Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί, Κύριε.
Καί νύν... Θεοτοκίον

Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί άνθρωπος.

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').

Η Υπακοή Ήχος πλ. α'
Αγγελική οράσει τόν νούν εκθαμβούμεναι, καί θεϊκή Εγέρσει τήν ψυχήν φωτιζόμεναι, αι Μυροφόροι τοίς Αποστόλοις ευηγγελίζοντο. Αναγγείλατε εν τοίς έθνεσι, τήν Ανάστασιν τού Κυρίου, συνεργούντος τοίς θαύμασι, καί παρέχοντος ημίν μέγα έλεος.
Οι Αναβαθμοί Αντίφωνον Α'
• Εν τώ θλίβεσθαί με Δαυϊτικώς, άδω σοι Σωτήρ μου. Ρύσαί μου τήν ψυχήν εκ γλώσσης δολίας.
• Τοίς ερημικοίς ζωή μακαρία εστί, θεϊκώ έρωτι πτερουμένοις.
Δόξα... καί νύν...
Αγίω Πνεύματι, περικρατείται πάντα τά ορατά τε σύν τοίς αοράτοις, αυτοκρατές γάρ όν, τής Τριάδος έν εστιν αψεύστως.
Αντίφωνον Β'
• Εις τά όρη ψυχή αρθώμεν, δεύρο εκείσε, όθεν βοήθεια ήκει.
• Δεξιά σου χείρ καμέ, Χριστέ ιπταμένη, σκαιωρίας πάσης περιφυλαξάτω.
Δόξα... καί νύν...
Αγίω Πνεύματι, θεολογούντες φώμεν, Συ εί Θεός, ζωή, έρως, φώς, νούς, σύ χρηστότης, σύ βασιλεύεις εις τούς αιώνας.
Αντίφωνον Γ'
• Επί τοίς ειρηκόσι μοι. Εις τάς αυλάς προσβώμεν Κυρίου, χαράς πολλής πλησθείς ευχάς αναπέμπω.
• Επί οίκον Δαυϊδ, τά φοβερά τελεσιουργείται, πύρ γάρ εκεί φλέγον, άπαντα αισχρόν νούν.
Δόξα... καί νύν...
Αγίω Πνεύματι, ζωαρχική αξία, εξ ού πάν ζώον εμψυχούται, ως εν Πατρί, άμα τε καί Λόγω.
Προκείμενον
Ανάστηθι Κύριε ο Θεός μου, ότι σύ βασιλεύεις εις τούς αιώνας.
Στίχ. Εξομολογήσομαί σοι, Κύριε, εν όλη καρδία μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Eωθινόν η’

Ανάστασιν Χριστού θεασάμενοι

Ν' Ψαλμός, ψαλτά

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου
Πεντηκοστάριον. Ήχος ο αυτός.
Αναστάς ο Ιησούς, από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν, καί μέγα έλεος.

Κανών τού Πάσχα Ήχος α'

Ωδή α' Ο Ειρμός
Αναστάσεως ημέρα, λαμπρυνθώμεν λαοί, Πάσχα Κυρίου Πάσχα, εκ γάρ θανάτου πρός ζωήν, καί εκ γής πρός ουρανόν, Χριστός ο Θεός, ημάς διεβίβασεν, επινίκιον άδοντας.

Καθαρθώμεν τάς αισθήσεις, καί οψόμεθα τώ απροσίτω φωτί τής Αναστάσεως, Χριστόν εξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανώς ακουσόμεθα, επινίκιον άδοντες.

Ουρανοί μέν επαξίως ευφραινέσθωσαν, γή δέ αγαλλιάσθω, εορταζέτω δέ κόσμος, ορατός τε άπας καί αόρατος, Χριστός γάρ εγήγερται, ευφροσύνη αιώνιος.

Κανών τής Θεοτόκου

Ήχος α'
Ού η ακροστιχίς εν τοίς πρώτοις Τροπαρίοις. Θεοφάνους.

Ωδή α' Ειρμός ο αυτός
Θανατώσεως τόν όρον ανεμόχλευσας, τήν αιωνίαν ζωήν, κυοφορήσασα Χριστόν, τόν έκ τάφου αναλάμψαντα σήμερον, Παρθένε πανάμωμε, καί τόν κόσμον φωτίσαντα.

Αναστάντα κατιδούσα σόν Υιόν καί Θεόν, χαίροις σύν Αποστόλοις, θεοχαρίτωτε αγνή, καί τό Χαίρε πρωτουργώς, ως πάντων χαράς, αιτία εισδέδεξαι, Θεομήτορ πανάμωμε.

Ωδή γ' Ο Ειρμός
Δεύτε πόμα πίωμεν καινόν, ουκ εκ πέτρας αγόνου τερατουργούμενον, αλλ' αφθαρσίας πηγήν, εκ τάφου ομβρήσαντος Χριστού, εν ώ στερεούμεθα.

Νύν πάντα πεπλήρωται φωτός, ουρανός τε καί γή καί τά καταχθόνια, εορταζέτω γούν πάσα κτίσις τήν Έγερσιν Χριστού, εν ή εστερέωται.

Χθές συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον αναστάντι σοι, συνεσταυρούμην σοι χθές, αυτός με συνδόξασον Σωτήρ, εν τή βασιλεία σου.

Τής Θεοτόκου

Ο αυτός
Επί τήν ακήρατον ζωήν, επανέρχομαι σήμερον αγαθότητι, τού γεννηθέντος εκ σού, καί πάσι τοίς πέρασιν Αγνή, τό φέγγος αστράψαντος.

Θεόν όν εκύησας σαρκί, εκ νεκρών καθώς είπεν εξεγειρόμενον, θεασαμένη Αγνή, χόρευε, καί τούτον, ως Θεόν, άχραντε μεγάλυνε.

Κάθισμα Ήχος πλ. δ'
Τήν Σοφίαν καί Λόγον
Ο τών όλων Δεσπότης καί ποιητής, παρερχόμενος εύρεν εν τή οδώ, Τυφλόν καθεζόμενον, θρηνωδούντα καί λέγοντα, ου κατείδον εν βίω, τόν ήλιον λάμποντα, ουδέ τήν σελήνην, τό φέγγος αυγάζουσαν, όθεν εκβοώ σοι, ο τεχθείς εκ Παρθένου, φωτίσαι τά σύμπαντα, φώτισόν με ως εύσπλαγχνος, ίνα κράζω προσπίπτων σοι, Δέσποτα Χριστέ ο Θεός, τών πταισμάτων άφεσίν μοι δώρησαι, διά πλήθος ελέους, μόνε φιλάνθρωπε. (Δίς)

Ωδή δ' Ο Ειρμός
Επί τής θείας φυλακής, ο θεηγόρος Αββακούμ, στήτω μεθ' ημών καί δεικνύτω, φαεσφόρον Άγγελον, διαπρυσίως λέγοντα, Σήμερον σωτηρία τώ κόσμω, ότι ανέστη Χριστός ως παντοδύναμος.

Άρσεν μέν ως διανοίξαν, τήν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός, ως βροτός δέ, αμνός προσηγόρευται, άμωμος δέ, ως άγευστος κηλίδος, τό ημέτερον Πάσχα, καί ως Θεός αληθής, τέλειος λέλεκται.

Ως ενιαύσιος αμνός, ο ευλογούμενος ημίν, στέφανος Χριστός εκουσίως, υπέρ πάντων τέθυται, Πάσχα τό καθαρτήριον, καί αύθις εκ τού τάφου ωραίος, δικαιοσύνης ημίν έλαμψεν ήλιος.

Ο θεοπάτωρ μέν Δαυϊδ, πρό τής σκιώδους κιβωτού, ήλατο σκιρτών, ο λαός δέ τού Θεού ο άγιος, τήν τών συμβόλων έκβασιν, ορώντες, ευφρανθώμεν ενθέως, ότι ανέστη Χριστός ως παντοδύναμος.

Τής Θεοτόκου

Ο αυτός
Ο διαπλάσας τον Αδάμ, τόν σόν προπάτορα Αγνή, πλάττεται εκ σού, καί θανάτω, τώ οικείω έλυσε, τόν δι' εκείνου θάνατον σήμερον, καί κατηύγασε πάντας, ταίς θεϊκαίς αστραπαίς τής Αναστάσεως.

Όν απεκύησας Χριστόν, ωραιοτάτως εκ νεκρών, λάμψαντα Αγνή καθορώσα, η καλή καί άμωμος, εν γυναιξίν ωραία τε, σήμερον εις πάντων σωτηρίαν, σύν Αποστόλοις αυτόν χαίρουσα, δόξαζε.

Ωδή ε' Ο Ειρμός
Ορθρίσωμεν όρθρου βαθέος, καί αντί μύρου τόν ύμνον προσοίσομεν τώ Δεσπότη, καί Χριστόν οψόμεθα, δικαιοσύνης ήλιον, πάσι ζωήν ανατέλλοντα.

Τήν άμετρόν σου ευσπλαγχνίαν, οι ταίς τού Αδου σειραίς, συνεχόμενοι, δεδορκότες, πρός τό φώς ηπείγοντο Χριστέ, αγαλλομένω ποδί, Πάσχα κροτούντες αιώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τώ προϊόντι Χριστώ εκ τού μνήματος, ως νυμφίω, καί συνεορτάσωμεν, ταίς φιλεόρτοις τάξεσι, Πάσχα Θεού τό σωτήριον.

Τής Θεοτόκου

Ο αυτός
Φωτίζεται θείαις ακτίσι, καί ζωηφόροις ταίς τής Αναστάσεως τού Υιού σου, Θεομήτορ άχραντε, καί χαρμονής εμπίπλαται, τών ευσεβών η Ομήγυρις.

Ουκ ήνοιξας πύλας Παρθένου, εν τώ σαρκούσθαι μνήματος ουκ έλυσας τάς σφραγίδας, Βασιλεύ τής κτίσεως, όθεν εξαναστάντα σε, θεασαμένη ηγάλλετο.

Ωδή ς' Ο Ειρμός
Κατήλθες εν τοίς κατωτάτοις τής γής, καί συνέτριψας μοχλούς αιωνίους, κατόχους πεπεδημένων Χριστέ, καί τριήμερος, ως εκ κήτους Ιωνάς, εξανέστης τού τάφου.

Φυλάξας τά σήμαντρα σώα Χριστέ, εξηγέρθης τού τάφου, ο τάς κλείς τής Παρθένου μή λυμηνάμενος, εν τώ τόκω σου, καί ανέωξας ημίν, Παραδείσου τάς πύλας.

Σώτέρ μου τό ζών τε καί άθυτον, ιερείον ως Θεός, σεαυτόν εκουσίως, προσαγαγών τώ Πατρί, συνανέστησας, παγγενή τόν Αδάμ, αναστάς εκ τού τάφου.

Τής Θεοτόκου

Ο αυτός
Ανήκται τό πάλαι κρατούμενον, τώ θανάτω καί φθορά, διά τού σαρκωθέντος, εκ σής αχράντου γαστρός πρός τήν άφθαρτον, καί αϊδιον ζωήν, Θεοτόκε Παρθένε.

Κατήλθεν εν τοίς κατωτάτοις τής γής ο λαγόσι σου Αγνή, κατελθών καί οικήσας, καί σαρκωθείς υπέρ νούν καί συνήγειρεν, εαυτώ τόν Αδάμ, αναστάς εκ τού τάφου.

Κοντάκιον Ήχος δ'
Επεφάνης σήμερον
Τής ψυχής τά όμματα πεπηρωμένος, σοί Χριστέ προσέρχομαι, ως ο Τυφλός εκ γενετής, εν μετανοία κραυγάζων σοι, Σύ τών εν σκότει, τό φώς τό υπέρλαμπρον.
Ο Οίκος
Ρείθρόν μοι δώρησαι Χριστέ, σοφίας τής αρρήτου, καί γνώσεως τής άνω, τό φώς τών εν τώ σκότει, καί πλανωμένων Οδηγέ, ίνα διηγήσωμαι, άπερ η θεία βίβλος εδίδαξε τού Ευαγγελίου τής ειρήνης, δηλονότι, τήν τού Τυφλού θαυματοποιϊαν, ότι εκ γενετής τυφλός υπάρχων, οφθαλμούς τούς αισθητούς απολαμβάνει, καί τούς τής ψυχής, εν πίστει ανακραυγάζων, Σύ τών εν σκότει, τό φώς τό υπέρλαμπρον.
Σ υ ν α ξ ά ρ ι ο ν
Τή ΚΔ' τού αυτού μηνός, Μνήμη τού Οσίου Πατρός ημών Συμεών τού εν τώ θαυμαστώ όρει.
Στίχοι
• Θαυμαστόν άκει πρίν Συμεών γής όρος,
• Πόλου δέ πανθαύμαστον οικεί νύν όρος.
• Εικάδι ένθα νόες Συμεών μόλεν αμφί τετάρτη.

Τή αυτή ημέρα, Μνήμη τών αγίων μαρτύρων Μελετίου τού στρατηλάτου καί τών σύν αυτώ, Ιωάννου, Στεφάνου, Σεραπίωνος τού Αιγυπτίου, Καλλινίκου τού μάγου, κομήτων καί Τριβούνων δώδεκα, γυναικών τριών, Μαρκιανής, Παλλαδίας καί Σωσάννης, νηπίων δύο, Κυριακού καί Xριστιανού, καί τών σύν αυτοίς μαρτυρησάντων χιλιάδων ένδεκα καί διακοσίων οκτώ.

Τελείται δέ η σύναξις πάντων τούτων, εις τόν ναόν τού αγίου μάρτυρος Πλάτωνος τόν ευρισκόμενον εις τά προαύλια τά ονομαζόμενα τού Δομνίου.

Συναξάριον τού Πεντηκοσταρίου
Τή αυτή ημέρα, Κυριακή έκτη από τού Πάσχα, τό εις τόν εκ γενετής Τυφλόν εορτάζομεν, τού Κυρίου καί Θεού και Σωτήρος ημών, Ιησού Χριστού, θαύμα.
Στίχοι
• Φωτός χορηγός, εκ φάους πλέον φάος,
• Τόν εκ γενετής ομματοίς Τυφλόν, Λόγε.

Τώ απείρω ελέει σου, φωτοδότα Χριστέ ο Θεός ημών ελέησον καί σώσον ημάς. Αμήν.

Ωδή ζ' Ο Ειρμός
Ο παίδας εκ καμίνου ρυσάμενος, γενόμενος άνθρωπος, πάσχει ως θνητός, καί διά Πάθους τό θνητόν, αφθαρσίας ενδύει ευπρέπειαν, ο μόνος ευλογητός τών Πατέρων, Θεός καί υπερένδοξος.

Γυναίκες μετά μύρων θεόφρονες, οπίσω σου έδραμον, όν δέ ως θνητόν, μετά δακρύων εζήτουν, προσεκύνησαν, χαίρουσαι ζώντα Θεόν, καί Πάσχα τό μυστικόν, σοίς Χριστέ Μαθηταίς ευηγγελίσαντο.

Θανάτου εορτάζομεν νέκρωσιν, Άδου τήν καθαίρεσιν, άλλης βιοτής, τής αιωνίου απαρχήν, καί σκιρτώντες υμνούμεν τόν αίτιον, τόν μόνον ευλογητόν τών Πατέρων, Θεόν καί υπερένδοξον.

Ως όντως ιερά καί πανέορτος, αύτη η σωτήριος, νύξ καί φωταυγής, τής λαμπροφόρου ημέρας τής εγέρσεως, ούσα προάγγελος, εν ή τό άχρονον φώς, εκ τάφου σωματικώς, πάσιν επέλαμψεν.

Τής Θεοτόκου

Ο αυτός
Νεκρώσας ο Υιός σου τόν θάνατον, Πανάμωμε σήμερον, πάσι τοίς θνητοίς, τήν διαμενουσαν ζωήν, εις αιώνας αιώνων δεδώρηται, ο μόνος ευλογητός τών πατέρων, Θεός καί υπερένδοξος.

Ο πάσης βασιλεύων τής κτίσεως, γενόμενος άνθρωπος, ώκησε τήν σήν, θεοχαρίτωτε νηδύν, καί σταυρόν υπομείνας καί θάνατον, ανέστη θεοπρεπώς, συνεγείρας ημάς, ως παντοδύναμος.

Ωδή η' Ο Ειρμός
Αύτη η κλητή καί αγία ημέρα, η μία τών Σαββάτων, η βασιλίς καί κυρία, εορτών εορτή, καί πανήγυρις εστί πανηγύρεων, εν ή ευλογούμεν, Χριστόν εις τούς αιώνας.

Δεύτε τού καινού τής αμπέλου γεννήματος, τής θείας ευφροσύνης, εν τή ευσήμω ημέρα τής Εγέρσεως, βασιλείας τε Χριστού κοινωνήσωμεν, υμνούντες αυτόν, ως Θεόν εις τούς αιώνας.

Άρον κύκλω τούς οφθαλμούς σου Σιών, καί ίδε, ιδού γάρ ήκασί σοι, θεοφεγγείς ως φωστήρες, εκ δυσμών, βορρα, καί καί θαλάσσης, καί εώας τά τέκνα σου, εν σοί ευλογούντα, Χριστόν εις τούς αιώνας.

Πάτερ παντοκράτορ, καί Λόγε, καί Πνεύμα, τρισίν ενιζομένη, εν υποστάσεσι φύσις, υπερούσιε, καί υπέρθεε εις σέ βεβαπτίσμεθα, καί σε ευλογούμεν εις πάντας τούς αιώνας.

Τής Θεοτόκου

Ο αυτός
Ήλθε διά σού εις τόν κόσμον ο κτίστης, Παρθένε Θεοτόκε, καί τήν γαστέρα τού Άδου διαρρήξας θνητοίς, τήν Ανάστασιν ημίν εδωρήσατο, διό ευλογούμεν αυτόν εις τούς αιώνας.

Όλον καθελών τού θανάτου τό κράτος, ο Υιός σου Παρθένε, εν τή αυτού Αναστάσει, ως Θεός κραταιός, συνανύψωσεν ημάς, καί εθέωσε, διό ανυμνούμεν αυτόν εις τούς αιώνας.

Καταβασίες

Ωδή α' Ήχος πλ. α'
Τώ Σωτήρι Θεώ, τώ εν θαλάσση λαόν, ποσίν αβρόχοις οδηγήσαντι, καί Φαραώ πανστρατιά καταποντίσαντι, αυτώ μόνω άσωμεν, ότι δε δόξασται.
Ωδή γ'
Δυνάμει τού Σταυρού σου Χριστέ, στερέωσόν μου τήν διάνοιαν, εις τό υμνείν, καί δοξάζειν σου τήν σωτήριον Ανάληψιν.
Ωδή δ'
Εισακήκοα τήν ακοήν, τής δυναστείας τού Σταυρού σου, ως Παράδεισος ηνοίγη δι' αυτού, καί εβόησα, Δόξα τή δυνάμει σου Κύριε.
Ωδή ε'
Ορθρίζοντες βοώμέν σοι Κύριε, Σώσον ημάς, σύ γάρ εί Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν.
Ωδή ς'
Εκύκλωσέ με άβυσσος, ταφή μοι τό κήτος εγένετο, εγώ δέ εβόησα, πρός σέ τόν φιλάνθρωπον, καί έσωσέ με η δεξιά σου Κύριε.
Ωδήζ'
Ο εν καμίνω πυρός, τούς υμνολόγους σώσας Παίδας, ευλογητός ο Θεός, ο τών πατέρων ημών.
Ωδή η'
Τόν εκ Πατρός πρό αιώνων, γεννηθέντα Υιόν καί Θεόν, καί επ' εσχάτων τών χρόνων, σαρκωθέντα, εκ Παρθένου Μητρός, ιερείς υμνείτε, λαός υπερυψούτε, εις πάντας τούς αιώνας.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Η Θ΄ωδή τού Πάσχα μετά των δύο θεοτοκίων καί των μεγαλυναρίων

1.Μεγάλυνον, ψυχή μου, τον έθελουσίως παθόντα καί ταφέντα καί εξαναστάντα τριήμερον εκ τάφου.
Φωτίζου, φωτίζου, η νέα Ιερουσαλήμ, η γάρ δόξα Κυρίου, επί σέ ανέτειλε, Χόρευε νύν, καί αγάλλου Σιών, σύ δέ αγνή, τέρπου Θεοτόκε, εν τή εγέρσει τού τόκου σου.
2.Μεγάλυνον, ψυχή μου, τον εξαναστάντα τριήμερον εκ τάφου Χριστόν τον ζωοδότην. «Φωτίζου, φωτίζου...»
3.Χριστός το καινόν Πάσχα, το ζωόθυτον θύμα, αμνός Θεού ο αίρων την άμαρτίαν κόσμου.
Ώ θείας! ώ φίλης! ώ γλυκυτάτης σου φωνής! μεθ' ημών αψευδώς γάρ, επηγγείλω, έσεσθαι, μέχρι τερμάτων αιώνος Χριστέ, ήν οι πιστοί, άγκυραν ελπίδος, κατέχοντες αγαλλόμεθα.
4.Σήμερον πάσα κτίσις αγάλλεται και χαίρει, ότι Χριστός ανέστη καί άδης εσκυλεύθη.
Ώ Πάσχα τό μέγα, καί ιερώτατον Χριστέ, ώ σοφία καί Λόγε, τού Θεού καί δύναμις, δίδου ημίν εκτυπώτερον, σού μετασχείν, εν τή ανεσπέρω, ημέρα τής βασιλείας σου.
5.Δόξα. Μεγάλυνον, ψυχή μου, της τρισυποστατου καί αδιαιρέτου θεότητος το κράτος.
Συμφώνως Παρθένε, σέ μακαρίζομεν πιστοί, Χαίρε πύλη Κυρίου, χαίρε πόλις έμψυχε, χαίρε, δι' ής ημίν έλαμψε, σήμερον φώς τού εκ σού τεχθέντος, τής εκ νεκρών αναστάσεως.
6.Και νυν. Χαίρε, παρθένε, χαίρε, χαίρε, ευλογημένη, χαίρε, δεδοξασμένη, σος γαρ υιός ανέστη τριήμερος εκ τάφου.
Ευφραίνου, αγάλλου, η θεία πύλη τού φωτός, ο γάρ δύνας εν τάφω, Ιησούς ανέτειλε, λάμψας ηλίου φαιδρότερον, καί τούς πιστούς πάντας καταυγάσας, θεοχαρίτωτε Δέσποινα.
Είτα καταβασία
Σέ τήν υπέρ νούν, καί λόγον Μητέρα Θεού, τήν εν χρόνω τόν άχρονον αφράστως κυήσασαν, οι πιστοί ομοφρόνως μεγαλύνομεν.

  Άγιος Κύριος ο Θεός ημών, γ’

Εξαποστειλάριον τού Πάσχα
Ήχος β'
Σαρκί υπνώσας ως θνητός, ο Βασιλεύς καί Κύριος, τρι ήμερος εξανέστης, Αδάμ εγείρας εκ φθοράς καί καταργήσας θάνατον, Πάσχα τής αφθαρσίας, τού κόσμου σωτήριον.
Τού Τυφλού Όμοιον
Τούς νοερούς μου οφθαλμούς, πεπηρωμένους Κύριε, εκ ζοφεράς αμαρτίας, σύ φωταγώγησον ενθείς, οικτίρμον τήν ταπείνωσιν, καί τοίς τής μετανοίας καθάρας με δάκρυσιν.
Έτερον Γυναίκες ακουτίσθητε
Παράγων ο Σωτήρ ημών, εύρε Τυφλόν αόμματον, πτύσας χαμαί καί ποιήσας, πηλόν επέχρισε τούτον, πρός Σιλωάμ απέστειλε, τού απελθείν καί νίψασθαι, ο δέ νιψάμενος ήλθε, βλέπων τό φώς σου Χριστέ μου.

Αίνοι Ήχος πλ.α΄
1. Τού ποιήσαι εν αυτοίς κρίμα έγγραπτον. Δόξα αύτη έσται πάσι τοίς οσίοις αυτού.

Κύριε, εσφραγισμένου τού τάφου υπό τών παρανόμων, προήλθες εκ τού μνήματος, καθώς ετέχθης εκ τής Θεοτόκου, ουκ έγνωσαν πώς εσαρκώθης, οι ασώματοί σου Άγγελοι, ουκ ήσθοντο πότε ανέστης, οι φυλάσσοντές σε στρατιώται, αμφότερα γάρ εσφράγισται τοίς ερευνώσι, πεφανέρωται δέ τά θαύματα, τοίς προσκυνούσιν, εν πίστει τό μυστήριον, ο ανυμνούσιν, απόδος ημίν αγαλλίασιν, καί τό μέγα έλεος.

2. Αινείτε τόν Θεόν εν τοίς Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι τής δυνάμεως αυτού.
Κύριε, τούς μοχλούς τούς αιωνίους συντρίψας, καί δεσμά διαρρήξας, τού μνήματος ανέστης, καταλιπών σου τά εντάφια, εις μαρτύριον τής αληθούς τριημέρου ταφής σου, καί προήγες εν τή Γαλιλαία, ο εν σπηλαίω τηρούμενος. Μέγα σου τό έλεος, ακατάληπτε Σωτήρ, ελέησον ημάς.

3. Αινείτε αυτόν επί ταίς δυναστείαις αυτού, αινείτε αυτόν κατά τό πλήθος τής μεγαλωσύνης αυτού.

Κύριε, αι Γυναίκες έδραμον επί τώ μνήμα, τού ιδείν σε τόν Χριστόν, τόν δι' ημας παθόντα, καί προσελθούσαι, εύρον Άγγελον επί τόν λίθον καθήμενον, τώ φόβω κυλισθέντα, καί πρός αυτάς εβόησε λέγων, Ανέστη ο Κύριος, είπατε τοίς μαθηταίς, ότι ανέστη εκ νεκρών, ο σώζων τάς ψυχάς ημών.

4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.

Κύριε, αι Γυναίκες έδραμον επί τώ μνήμα, τού ιδείν σε τόν Χριστόν, τόν δι' ημας παθόντα, καί προσελθούσαι, εύρον Άγγελον επί τόν λίθον καθήμενον, τώ φόβω κυλισθέντα, καί πρός αυτάς εβόησε λέγων, Ανέστη ο Κύριος, είπατε τοίς μαθηταίς, ότι ανέστη εκ νεκρών, ο σώζων τάς ψυχάς ημών.

Είτα τά Στιχηρά τού Πάσχα μετά τών Στίχων αυτών.

Ήχος πλ. α'
Στίχ. Αναστήτω ο Θεός, καί διασκορπισθήτωσαν οι εχθροί αυτού, καί φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.

Πάσχα ιερόν ημίν σήμερον αναδέδεικται, Πάσχα καινόν, Άγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστός ο λυτρωτής, Πάσχα άμωμον, Πάσχα μέγα, Πάσχα τών πιστών, Πάσχα, τό πύλας ημίν τού Παραδείσου ανοίξαν, Πάσχα, πάντας αγιάζον πιστούς.

Στίχ. Ως εκλείπει καπνός, εκλιπέτωσαν, ω τήκεται κηρός από προσώπου πυρός.

Δεύτε από θέας Γυναίκες ευαγγελίστριαι, καί τή Σιών είπατε, Δέχου παρ ημών χαράς ευαγγέλια, τής Αναστάσεως Χριστού, τέρπου, χόρευε, καί αγάλλου Ιερουσαλήμ, τόν Βασιλέα Χριστόν, θεασαμένη εκ τού μνήματος, ως νυμφίον προερχόμενον.

Στίχ. Ούτως απολούνται οι αμαρτωλοί από προσώπου τού Θεού. καί οι δίκαιοι ευφρανθήτωσαν.

Αι Μυροφόροι γυναίκες, όρθρου βαθέος, επιστάσαι πρός τό μνήμα τού Ζωοδότου, εύρον Άγγελον, επί τόν λίθον καθήμενον, καί αυτός προσφθεγξάμενος, αυταίς ούτως έλεγε. Τί ζητείτε τόν ζώντα μετά τών νεκρών; τί θρηνείτε τόν άφθαρτον ως εν φθορά; απελθούσαι κηρύξατε, τοίς αυτού Μαθηταίς.

Στίχ. Αύτη η ημέρα, ήν εποίησεν ο Κύριος, αγαλλιασώμεθα, καί ευφρανθώμεν εν αυτή.

Πάσχα τό τερπνόν, Πάσχα Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ημίν ανέτειλε, Πάσχα, εν χαρά αλλήλους περιπτυξώμεθα, ώ Πάσχα λύτρον λύπης, καί γάρ εκ τάφου σήμερον ώσπερ εκ παστού, εκλάμψας Χριστός, τά Γύναια χαράς έπλησε λέγων, Κηρύξατε Αποστόλοις.

Δόξα... πλ.δ’
Τίς λαλήσει τάς δυναστείας σου Χριστέ; ή τίς εξαριθμήσει τών θαυμάτων σου τά πλήθη; διπλούς γάρ ως ωράθης επί γής δι' αγαθότητα, διπλάς καί τάς ιάσεις τοίς νοσούσιν εχορήγεις, ου μόνον γάρ τού σώματος οφθαλμούς διήνοιξας, τού από μήτρας πηρωθέντος, αλλά καί τούς τής ψυχής, όθεν Θεόν σε ωμολόγει τόν κρυπτόμενον, καί πάσι παρέχοντα τό μέγα έλεος.

... Καί νύν...

Αναστάσεως ημέρα, καί λαμπρυνθώμεν τή πανηγύρει, καί αλλήλους περιπτυξώμεθα, Είπωμεν αδελφοί, καί τοίς μισούσιν ημάς, Συγχωρήσωμεν πάντα τή Αναστάσει, καί ούτω βοήσωμεν, Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί τοίς εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Αντίφωνα και Είσοδικόν τού Πάσχα
Αντίφωνον α'
Ήχος β'.
Στίχ. Αλαλάξατε τώ Κυρίω πάσα η γή.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Ψάλατε δή τώ ονόματι αυτού, δότε δόξαν εν αινέσει αυτού.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Είπατε τώ Θεώ, Ως φοβερά τά έργα σου. Εν τώ πλήθει τής δυνάμεώς σου ψεύσονταί σε οι εχθροί σου.
Ταίς πρεσβείαις τής Θεοτόκου...

Στίχ. Πάσα η γή προσκυνησάτωσάν σοι καί ψαλάτωσάν σοι, ψαλάτωσαν δή τώ ονόματι σου Ύψιστε.
Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Και νύν...
Ταίς πρεσβείαις τής Θεοτόκου...
Αντίφωνον β'
Ήχος ο αυτός
Στίχ. Ο Θεός οικτειρήσαι ημάς καί ευλογήσαι ημάς, επιφάναι τό πρόσωπον αυτού εφ' ημάς, καί ελεήσαι ημάς.
Σώσον ημάς, Υιέ Θεού, ο αναστάς εκ νεκρών, ψάλλοντάς σοι. Αλληλούϊα.

Στίχ. Τού γνώναι εν τή γή τήν οδόν σου, εν πάσιν έθνεσι τό σωτήριόν σου.
Σώσον ημάς, Υιέ Θεού...

Στίχ. Εξομολογησάσθωσάν σοι λαοί, ο Θεός, εξομολογησάσθωσάν σοι λαοί πάντες.
Σώσον ημάς, Υιέ Θεού...

Στίχ. Ευλογήσαι ημάς ο Θεός, καί φοβηθήτωσαν αυτόν πάντα τά πέρατα τής γής.
Σώσον ημάς, Υιέ Θεού...

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.
Αντίφωνον γ'
Ήχος α'
Στίχ. Αναστήτω ο Θεός, καί διασκορπισθήτωσαν οι εχθροί αυτού, καί φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.
Απολυτίκιον Ήχος πλ. α'
Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, καί εν τοίς μνήμασι, ζωήν χαρισάμενος.

Στίχ. Ως εκλείπει καπνός, εκλιπέτωσαν, ως τήκεται κηρός από προσώτου πυρός.
Χριστός ανέστη...

Στίχ. Ούτως απολούνται οι αμαρτωλοί από προσώπου τού Θεού, καί οι δίκαιοι ευφρανθήτωσαν.
Χριστός ανέστη...

Στίχ. Αυτή η ημέρα, ήν εποίησεν ο Κύριος, αγαλλιασώμεθα καί ευφρανθώμεν εν αυτή.
Χριστός ανέστη...

Εισοδικόν
Εν Εκκλησίαις ευλογείτε τόν Θεόν, Κύριον εκ πηγών Ισραήλ...

Απολυτίκιον Ήχος πλ. α'
Τόν συνάναρχον Λόγον Πατρί καί Πνεύματι, τόν εκ Παρθένου τεχθέντα εις σωτηρίαν ημών, ανυμνήσωμεν πιστοί καί προσκυνήσωμεν, ότι ηυδόκησε σαρκί, ανελθείν εν τώ σταυρώ, καί θάνατον υπομείναι, καί εγείραι τούς τεθνεώτας, εν τή ενδόξω Αναστάσει αυτού.

Είτα απολυτίκιον τού ναού

Κοντάκιον Ήχος πλ. δ'
Ει καί εν τάφω κατήλθες αθάνατε, αλλά τού Άδου καθείλες τήν δύναμιν, καί ανέστης ως νικητής, Χριστέ ο Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε, καί τοίς σοίς Αποστόλοις ειρήνην δωρούμενος ο τοίς πεσούσι παρέχων ανάστασιν.

Ο Απόστολος

Σύ Κύριε, φυλάξαις ημάς και διατηρήσαις ημάς.

Στίχ. Σώσον με, Κύριε, ότι εκλέλοιπεν όσιος.

Πράξεων των Αποστόλων το Ανάγνωσμα.

Κυριακή του Τυφλού (Πράξ. 16,16-34)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο πορευομένων ἡμῶν τῶν ἀποστόλων 16. εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. 17. αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα• οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας. 18. τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε• παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ' αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. 19. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, 20. καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον• οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, 21. καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι. 22. καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, 23. πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς• 24. ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. 25. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν• ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. 26. ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. 27. ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. 28. ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων• μηδὲν πράξῃς σεαυτῷ κακόν• ἅπαντες γάρ ἐσμεν ἐνθάδε. 29. αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, 30. καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη• κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; 31. οἱ δὲ εἶπον• πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. 32. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ σὺν πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. 33. καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, 34. ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

Ευαγγέλιον

Κυριακή του Τυφλού (Ιωάν. 9,1-38)
Τῷ καιρῷ ἐκείνω, παράγων ὁ Ἰησοῦς 1. εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες• ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3. ἀπεκρίθη Ἰησοῦς• οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. 4. ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν• ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5. ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ 7. καὶ εἶπεν αὐτῷ• ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. 8. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον• οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; 9. ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν• ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. 10. ἔλεγον οὖν αὐτῷ• πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; 11. ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν• ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι• ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι• ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. 12. εἶπον οὖν αὐτῷ• ποῦ ἐστιν ἐκεῖνος; λέγει• οὐκ οἶδα. 13. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. 14. ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 15. πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς• πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. 16. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές• οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον• πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 17. λέγουσι τῷ τυφλῷ πάλιν• σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. 18. οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος 19. καὶ ἠρώτησαν αὐτοὺς λέγοντες• οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; 20. ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον• οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη• 21. πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν• αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 22. ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους• ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. 23. διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. 24. ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ• δὸς δόξαν τῷ Θεῷ• ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. 25. ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν• εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα• ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26. εἶπον δὲ αὐτῷ πάλιν• τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; 27. ἀπεκρίθη αὐτοῖς• εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε• τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28. ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον• σὺ εἶ μαθητὴς ἐκείνου• ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. 29. ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός• τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30. ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς• ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. 31. οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ' ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. 32. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. 33. εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34. ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ• ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. 35. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ• σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; 36. ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε• καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37. εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς• καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38. ὁ δὲ ἔφη• πιστεύω, Κύριε• καὶ προσεκύνησεν αὐτῷ.

Καί καθεξής η θεία Λειτουργία τού Χρυσοστόμου.

Είς το Εξαιρέτως: « Ο άγγελος εβόα...Φωτίζου…»

Κοινωνικόν
Σώμα Χριστού

Αντί του <<Είδομεν το φώς>>, Χριστός ανέστη

Είη το όνομα Κυρίου

[*]Απολυτίκιον πάντων των εν Αιτωλία καί Ακαρνανία αγίων

Ήχος α'. Της ερήμου πολίτης.

Τόν θεόληπτον δήμον, Αιτωλών τα κλεΐσματα, συν τη θεοφόρω συστάδι Άκαρνάνων τιμήσωμεν, μαρτύρων και οσίων τον χορόν
εκλάμψαντα χαρίτων ταίς βολαίς
και Χριστού την Έκκλησίαν
πολυειδώς δοξάσαντα κραυγάζοντες•
Δόξα τω ενισχύσαντι υμάς,
δόξα τω στεφανώσαντι,
δόξα τω δωρουμένω δι’ υμών
ημίν τα κρείττονα.
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Άβαταρ μέλους
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 556
Εγγραφή: Δευτ Μαρ 05, 2007 9:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευσηαπό agiooros » Σάβ Μάιος 23, 2009 6:36 pm

Κώδικας: Επιλογή όλων
4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.

Κύριε, αι Γυναίκες έδραμον επί τώ μνήμα, τού ιδείν σε τόν Χριστόν, τόν δι' ημας παθόντα, καί προσελθούσαι, εύρον Άγγελον επί τόν λίθον καθήμενον, τώ φόβω κυλισθέντα, καί πρός αυτάς εβόησε λέγων, Ανέστη ο Κύριος, είπατε τοίς μαθηταίς, ότι ανέστη εκ νεκρών, ο σώζων τάς ψυχάς ημών.

xaralampe nomizo exei tetarto to: Κυριε ωσπερ εξηλθες
Εικόνα
Άβαταρ μέλους
agiooros
Διαχειριστής
Διαχειριστής
 
Δημοσιεύσεις: 2487
Εγγραφή: Τρί Φεβ 08, 2005 9:00 am
Τοποθεσία: Νίκος@Εύβοια

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευσηαπό PRETORIAN » Σάβ Μάιος 23, 2009 9:19 pm

agiooros έγραψε:
Κώδικας: Επιλογή όλων
4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.

Κύριε, αι Γυναίκες έδραμον επί τώ μνήμα, τού ιδείν σε τόν Χριστόν, τόν δι' ημας παθόντα, καί προσελθούσαι, εύρον Άγγελον επί τόν λίθον καθήμενον, τώ φόβω κυλισθέντα, καί πρός αυτάς εβόησε λέγων, Ανέστη ο Κύριος, είπατε τοίς μαθηταίς, ότι ανέστη εκ νεκρών, ο σώζων τάς ψυχάς ημών.

xaralampe nomizo exei tetarto to: Κυριε ωσπερ εξηλθες

ΠΟΛΥ ΣΩΣΤΑ ΝΙΚΟΛΑ. ΣΕ ΕΥΧΑΡΙΣΤΩ
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Άβαταρ μέλους
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 556
Εγγραφή: Δευτ Μαρ 05, 2007 9:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευσηαπό PRETORIAN » Τετ Μάιος 27, 2009 10:33 pm

31-5-2009

+ ΚΥΡΙΑΚΗ Ζ’ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. << Των αγίων 318 θεοφόρων πατέρων της Α’ Οικουμενικής συνόδου (325 μ.Χ.) >>. Ερμείου μάρτυρος ( β’ αι.). ‘Ηχος πλ.β’, εωθινόν ι’.

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Απολυτίκια
Απολυτίκιον Ήχος πλ. β’
Αγγελικαί Δυνάμεις επί τό μνήμά σου, καί οι φυλάσσοντες απενεκρώθησαν, καλί ίστατο οι Μαρία εν τώ τάφω, ζητούσα τό άχραντόν σου σώμα. Εσκύλευσας τόν Άδην, μή πειρασθείς υπ' αυτού, υπήντησας τη Παρθένω, δωρούμενος τήν ζωήν, ο αναστάς εκ των νεκρών, Κύριε δόξα σοι.
Δόξα...
Τών Πατέρων Ήχος πλ. δ'
Υπερδεδοξασμένος εί, Χριστέ ο Θεός ημών, ο φωστήρας επί γής τούς Πατέρας ημών θεμελιώσας, καί δι' αυτών πρός τήν αληθινήν πίστιν, πάντας ημάς οδηγήσας, πολυεύσπλαγχνε, δόξα σοι.
Καί νύν...
Τής Εορτής Ήχος δ'
Ανελήφθης εν δόξη, Χριστέ ο Θεός ημών, χαροποιήσας τούς Μαθητάς, τή επαγγελία τού αγίου Πνεύματος, βεβαιωθέντων αυτών διά τής ευλογίας, ότι σύ εί ο Υίός τού Θεού, ο λυτρωτής τού κόσμου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετά τήν α Στιχολογίαν.

Καθίσματα Ήχος πλ. β'
Τού τάφου ανεωγμένου, τού Άδου οδυρομένου, η Μαρία εβόα πρός τούς κεκρυμμένους Αποστόλους. Εξέλθετε οι τού αμπελώνος εργάται, κηρύξατε τόν τής Αναστάσεως λόγον. Ανέστη ο Κύριος, παρέχων τώ κόσμω τό μέγα έλεος.
Δόξα...
Κύριε, παρίστατο τώ τάφω σου Μαρία η Μαγδαληνή, καί έκλαιε βοώσα, καί κηπουρόν σε νομίζουσα έλεγε. Πού έκρυψας τήν αιώνιον Ζωήν; πού έθηκας τόν επί θρόνου Χερουβίμ; οι γάρ τούτον φυλάσσοντες, από τού φόβου απενεκρώθησαν, ή τόν Κύριόν μου δότε μοι, ή σύν εμοί κραυγάσατε, ο εν νεκροίς καί τούς νεκρούς αναστήσας δόξα σοι.
Καί νύν... Θεοτοκίον
Ο τήν ευλογημένην καλέσας σου Μητέρα ήλθες επί τό πάθος εκουσία βουλή, λάμψας εν τώ Σταυρώ, αναζητήσαι θέλων τόν Αδάμ, λέγων τοίς Αγγέλοις. Συγχάρητέ μοι, ότι ευρέθη η απολομένη δραχμή, ο πάντα σοφώς οικονομήσας, δόξα σοι.

Μετά τήν β' Στιχολογίαν.

Καθίσματα
Η Ζωή, εν τώ τάφω ανέκειτο, καί σφραγίς εν τώ λίθω επέκειτο, ως Βασιλέα υπνούντα, στρατιώται εφύλαττον Χριστόν, καί τούς εχθρούς αυτού αορασία πατάξας, ανέστη ο Κύριος.
Δόξα...
Τώ εκουσίω θανάτω σου, ζωήν αθάνατον εύρομεν, παντοδύναμε καί μόνε τών όλων Σωτήρ, σύ γάρ εν τή σεπτή σου Εγέρσει, πάντας ανεκαλέσω, ο λύσας Άδου τό νίκος, καί θανάτου τό κέντρον.
Καί νύν... Θεοτοκίον
Θεοτόκε Παρθένε, ικέτευε τόν Υιόν σου, τόν εκουσίως προσπαγέντα εν σταυρώ, καί αναστάντα εκ νεκρών, Χριστόν τόν Θεόν ημών, σωθήναι τάς ψυχάς ημών.

ΕΥΛΟΓΗΤΑΡΙΑ
Ήχος πλ. α'

-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τών Αγγέλων ο δήμος, κατεπλάγη ορών σε, εν νεκροίς λογισθέντα, τού θανάτου δέ Σωτήρ, τήν ισχύν καθελόντα, καί σύν εαυτώ τόν Αδάμ εγείραντα, καί εξ Άδου πάντας ελευθερώσαντα.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου.
Τί τά μύρα, συμπαθώς τοίς δάκρυσιν, ώ Μαθήτριαι κιρνάτε; ο αστράπτων εν τώ τάφω Άγγελος, προσεφθέγγετο ταίς Μυροφόροις, Ίδετε υμείς τόν τάφον καί ήσθητε, ο Σωτήρ γάρ εξανέστη τού μνήματος.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Λίαν πρωί, Μυροφόροι έδραμον, πρός τό μνήμά σου θρηνολογούσαι, αλλ' επέστη, πρός αυτάς ο Άγγελος, καί είπε, θρήνου ο καιρός πέπαυται, μή κλαίετε, τήν Ανάστασιν δέ, Αποστόλοις είπατε.
-Ευλογητός εί, Κύριε, δίδαξόν με τά δικαιώματά σου,
Μυροφόροι γυναίκες, μετά μύρων ελθούσαι, πρός τό μνήμά σου, Σώτερ ενηχούντο. Αγγέλου τρανώς, πρός αυτάς φθεγγομένου. Τί μετά νεκρών, τόν ζώντα λογίζεσθε; ώς Θεός γάρ, εξανέστη τού μνήματος.
Δόξα... Τριαδικόν

Προσκυνούμεν Πατέρα, καί τόν τούτου Υιόν τε, καί τό Άγιον Πνεύμα, τήν Αγίαν Τριάδα, εν μιά τή ουσία, σύν τοίς Σεραφείμ, κράζοντες τό, Άγιος, Άγιος, Άγιος εί, Κύριε.
Καί νύν... Θεοτοκίον

Ζωοδότην τεκούσα, ελυτρώσω Παρθένε, τόν Αδάμ αμαρτίας, χαρμονήν δέ τή Εύα, αντί λύπης παρέσχες, ρεύσαντα ζωής, ίθυνε πρός ταύτην δέ, ο εκ σού σαρκωθείς Θεός καί άνθρωπος.

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα. Δόξα σοι ο Θεός (εκ γ').

Η Υπακοή Ήχος πλ. β'
Τώ εκουσίω καί ζωοποιώ σου θανάτω Χριστέ, πύλας τού Άδου συντρίψας ως Θεός, ήνοιξας ημίν τόν πάλαι Παράδεισον, καί αναστάς εκ τών νεκρών, ερρύσω εκ φθοράς τήν ζωήν ημών.
Οι Αναβαθμοί, Αντίφωνον Α'
• Εν τώ ουρανώ τούς οφθαλμούς μου αίρω, πρός σέ Λόγε, οικτιρόν με, ίνα ζώ σοι.
• Ελέησον ημάς τούς εξουθενουμένους, καταρτίζων εύχρηστα, σκεύη σου Λόγε.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, πανσωστική αιτία, εί τινι τούτων κατ' αξίαν πνεύσει, τάχει εξαίρει τών τής γής, πτεροί, αύξει, τάττει άνω.
Αντίφωνον Β'
• Ει μή ότι Κύριος ήν εν ημίν, ουδείς ημών αντισχείν ηδύνατο, εχθρού πάλαισμα, οι νικώντες γάρ ένθεν υψούνται.
• Τοίς οδούσιν αυτών, μή μου ληφθήτω η ψυχή, ως στρουθίον Λόγε, οίμοι! πώς μέλλω τών εχθρών ρυσθήναι, φιλαμαρτήμων υπάρχων.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, ενθέωσις τοίς πάσιν, ευδοκία, σύνεσις, ειρήνη καί η ευλογία, ισουργόν γάρ τώ Πατρί εστι καί Λόγω.
Αντίφωνον Γ'
• Οι πεποιθότες επί Κύριον εχθροίς φοβεροί, καί πάσι θαυμαστικοί, άνω γάρ ορώσιν.
• Εν ανομίαις χείρας αυτών, ο τών δικαίων κλήρος, επίκουρόν σε έχων, Σώτερ ουκ εκτείνει.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι, τό κράτος επί πάντων όπερ αι άνω Στρατηγίαι προσκυνούσι, σύν πάση πνοή τών κάτω.
Προκείμενον
Κύριε, εξέγειρον τήν δυναστείαν σου, καί ελθέ εις τό σώσαι ημάς.
Στίχ. Ο ποιμαίνων τόν Ισραήλ πρόσχες.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Eωθινόν ι’

Ανάστασιν Χριστού θεασάμενοι

Ν' Ψαλμός, ψαλτά

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου
Πεντηκοστάριον. Ήχος ο αυτός.
Αναστάς ο Ιησούς, από τού τάφου, καθώς προείπεν, έδωκεν ημίν, τήν αιώνιον ζωήν, καί μέγα έλεος.

Κανών Αναστάσιμος Ήχος πλ. β'
Ωδή α' Ο Ειρμός
Ως εν ηπείρω πεζεύσας ο Ισραήλ, εν αβύσσω ίχνεσι, τόν διώκτην Φαραώ, καθορών, ποντούμενον Θεώ επινίκιον ωδήν εβόα άσωμεν.

Εκτεταμέναις παλάμαις επί Σταυρού, Πατρικής επλήρωσας, ευδοκίας αγαθέ, Ιησού τά σύμπαντα, διό, επινίκιον ωδήν σοι πάντες άσωμεν.

Φόβω σοι ως θεραπαινίς η τελευτή, προσταχθείσα πρόσεισι, τώ Δεσπότη τής ζωής, δι' αυτής βραβεύοντι ημίν, ατελεύτητον ζωήν καί, τήν Ανάστασιν.
Θεοτοκίον
Τόν εαυτής δεξαμένη Δημιουργόν, ως αυτός ηθέλησεν, εξ ασπόρου σου γαστρός, υπέρ νούν σαρκούμενον Αγνή, τών κτισμάτων αληθώς εδείχθης Δέσποινα.

Κανών τής Αναλήψεως
Ωδή α' Ήχος πλ. α' Τώ Σωτήρι Θεώ
Άσωμεν πάντες λαοί, τώ επί ώμων Χερουβίμ αναλ ηφθέντι, μετά δόξης Χριστώ, καί συγκαθίσαντι ημάς εν δεξιά τού Πατρός, Ωδήν επινίκιον, ότι δεδόξασται.

Τώ οφθέντι Θεώ, επί τού όρους Σινά, καί νόμον δόντι τώ θεόπτη Μωσή, τών Ελαιών εκ τού όρους αναληφθέντι σαρκί, αυτώ πάντες άσωμεν, ότι δεδόξασται.

Τόν μεσίτην Θεού καί ανθρώπων Χριστόν, χοροί Αγγέλων θεασάμενοι, μετά σαρκός εν υψίστοις εξεπλήττοντο, συμφώνως δέ ανέμελπον, ύμνον επινίκιον.
Θεοτοκίον
Άχραντε Μήτηρ Θεού, τον σαρκωθέντα εκ σού, καί εκ τών κόλπων τού γεννήτορος, μή εκφοιτήσαντα Θεόν, απαύστως πρέσβευε, εκ πάσης περιστάσεως, σώσαι ούς έπλασεν.

Κανών τών Αγίων Πατέρων Ήχος πλ. β' Ού η Ακροστιχίς.
Τόν πρώτον υμνώ, σύλλογον τών Ποιμένων.
Ωδή α' Ως εν ηπείρω πεζεύσας
Τήν τών αγίων Πατέρων ανευφημών, παναγίαν Σύνοδον, τό πανάγιον αυτής, εν εμοί χρησμώδημα βοών, ικετεύω σε Χριστέ διαφυλάττεσθαι.

Οι θεοφόροι Πατέρες ως αστραπαί, συνελθόντες σήμερον, σέ Χριστέ μονογενή, τώ Πατρί συνάναρχον Υιόν, ωμολόγησαν τρανώς καί ομοούσιον.

Νύμφης σου τής Εκκλησίας οι ευκλεείς, νυμφοστόλοι Δέσποτα, τόν τής πίστεως σαφώς, ορισμόν εκθέμενοι, χρυσούν, ώσπερ κόσμον ευπρεπή, ταύτην εκόσμησαν.
Θεοτοκίον
Πεποικιλμένη τή δόξη τή θεϊκή, η σεπτή Βασίλισσα, τώ Υιώ τώ εαυτής, καί Θεώ παρίσταται ημίν, σωτηρίαν ψυχικήν καθικετεύουσα.

Ωδή γ' Ο Ειρμός
Ούκ έστιν άγιος ως σύ, Κύριε ο Θεός μου, ο υψώσας τό κέρας, τών πιστών σου Αγαθέ, καί στερεώσας ημάς, εν τή πέτρα τής ομολογίας σου.

Θεόν σταυρούμενον σαρκί, καθορώσα η κτίσις, διελύετο φόβω, αλλά τή συνεκτική, παλάμη τού δι' ημάς σταυρωθέντος, κραταιώς συνείχετο.
Δόξα...
Θανάτω θάνατος λυθείς, κείται δείλαιος άπνους, της ζωής γάρ μή φέρων, τήν ένθεον προσβολήν, νεκρούται ο ισχυρός, καί δωρείται πάσιν η Ανάστασις.
Καί νύν ... Θεοτοκίον
Τού θείου τόκου σου Αγνή, πάσαν φύσεως τάξιν, υπερβαίνει τό θαύμα, Θεόν γάρ υπερφυώς, συνέλαβες εν γαστρί, καί τεκούσα μένεις αειπάρθενος.

Τής Αναλήψεως
Δυνάμει τού Σταυρού σου
Ανέπτης ζωοδότα Χριστέ, πρός τόν Πατέρα καί ανυψώσας, ημών τό γένος φιλάνθρωπε, τή αφάτω ευσπλαγχνία σου.

Αι τάξεις τών Αγγέλων Σωτήρ, βροτείαν φύσιν θεασάμεναι, συνανιούσάν σοι, απαύστως, εκπληττόμεναι ανύμνουν σε.

Εξίσταντο Αγγέλων χοροί, Χριστέ ορώντες μετά σώματος, αναληφθέντα, καί ανύμνουν,τήν αγίαν σου Ανάληψιν.
Θεοτοκίον
Ικέτευε, απαύστως Αγνή, τόν προελθόντα εκ λαγόνων σου, ρυσθήναι πλάνης Διαβόλου, τούς υμνούντάς σε Μητέρα Θεού.

Τών Πατέρων
Ουκ έστιν άγιος
Ροήν καί πάθος καί τομήν, Άρειος ο παράφρων, τή γεννήσει τή θεία, δυσσεβώς ο ασεβής, προσάπτων τώ τμητικώ, τών Πατέρων ξίφει αποτέμνεται.

Ως πάλαι θείος Αβραάμ, στρατευόμενοι πάντες, οι σεπτοί θεηγόροι, τούς εχθρούς σου αγαθέ, τούς μανιώδεις τή σή, δυναστεία κραταιώς απώλεσαν.

Τό πρώτον άθροισμα τών σών, κροτηθέν Ιερέων, ομοούσιον Σώτερ, σε τώ ανάρχω Πατρί, καί ποιητή τού παντός, γεννηθέντα ευσεβώς εκήρυξαν.
Θεοτοκίον
Ου σθένει λόγος σε βροτών, ουδέ γλώσσα Παρθένε, ευφημείν σε αξίως, εκ σού γάρ άνευ σποράς, ο ζωοδότης Χριστός, σαρκωθήναι Πάναγνε ηυδόκησεν.
Κοντάκιον τής Αναλήψεως
Ήχος πλ. δ'
Τήν υπέρ ημών πληρώσας οικονομίαν, καί τά επί γής ενώσας τοίς ουρανίοις, ανελήφθης εν δόξη, Χριστέ ο Θεός ημών, ουδαμόθεν χωριζόμενος, αλλά μένων αδιάστατος, καί βοών τοίς αγαπώσί σε, Εγώ ειμι μεθ' υμών, καί ουδείς καθ' υμών.

Καθίσματα τών Πατέρων
Ήχος δ' Ταχύ προκατάλαβε
Φωστήρες υπέρλαμπροι, τής αληθείας Χριστού, τώ κόσμω εδείχθητε, επί τής γής αληθώς, Πατέρες μακάριοι, τήξαντες τάς αιρέσεις, τών δυσφήμων γλωσσάλγων, σβέσαντες τάς φλογώδεις, τών βλασφήμων συγχύσεις, διό ως Ιεράρχαι Χριστού, πρεσβεύσατε σωθήναι ημάς.
Δόξα... Τών αυτών
Ήχος ο αυτός Ο υψωθείς εν τώ Σταυρώ
Τών Νικαέων η λαμπρά πόλις σήμερον, εκ πάσης γής πρός εαυτήν συνεκάλεσε, τριακοσίους δέκα καί οκτώ Αρχιερείς, κατά τού λαλήσαντος, βλασφημίαν Αρείου, καί κατασμικρύναντος τής Τριάδος τόν ένα, Υιόν καί Λόγον όντα τού Θεού, όν καθελόντες τήν Πίστιν εκράτυναν.
Καί νύν... Τής Αναλήψεως Όμοιον
Ο ανελθών εις ουρανούς μετά δόξης, καί συγκαθίσας τώ Πατρί δεξιόθεν, ού ουδαμώς κεχώρισαι, φιλάνθρωπε Χριστέ Πνεύμα δέ τό άγιον, τοίς σοφοίς Μαθηταίς σου, πέμψειν υποσχόμενος, καί ημών καταυγάσας, τάς διανοίας δίδου φωτισμόν, ως άν απαύστως υμνώμέν σε Δέσποτα.
Ωδή δ' Ο Ειρμός
Χριστός μου δύναμις, Θεός καί Κύριος, η σεπτή Εκκλησία θεοπρεπώς, μέλπει ανα κράζουσα, εκ διανοίας καθαράς, εν Κυρίω εορτάζουσα.

Τό ξύλον ήνθησε, Χριστέ τής όντως ζωής, ο Σταυρός γάρ επάγη, καί αρδευθείς, αίματι καί ύδατι, εξ ακηράτου σου πλευράς, τήν ζωήν ημίν εβλάστησεν.

Ουκ έτι όφις μοι ψευδώς, τήν θέωσιν υποβάλλει, Χριστός γάρ ο θεουργός, τής ανθρώπων φύσεως, νύν ακωλύτως τήν τρίβον, τής ζωής μοι ανεπέτασεν.
Θεοτοκίον
Ως όντως άφθεγκτα, καί ακατάληπτα, τά τής σής Θεοτόκε θεοπρεπούς, πέφυκε κυήσεως, τοίς επί γής καί ουρανού, αειπάρθενε μυστήρια.

Τής Αναλήψεως
Εισακήκοα Κύριε τήν ακοήν
Ανελήφθης εν δόξη, ο τών Αγγέλων Βασιλεύς, τόν Παράκλητον ημίν εκ τού Πατρός αποστείλαι, διό βοώμεν, Δόξα Χριστε τή Αναλήψει σου.

Ως ανήλθεν ο Σωτήρ, πρός τόν Πατέρα σύν σαρκί, κατεπλάγησαν αυτώ, αι τών Αγγέλων στρατιαί, καί εβόησαν, Δόξα Χριστέ τή αναλήψει σου.

Αι τών Αγγέλων δυνάμεις, ταίς ανωτέραις εβόων, Πύλας άρατε Χριστώ, τώ ημετέρω Βασιλεί, όν ανυμνούμεν, άμα σύν Πατρί καί τώ Πνεύματι.
Θεοτοκίον
Παρθένος έτεκε, καί τά μητέρων ουκ έγνω, αλλά Μήτηρ μέν εστι, Παρθένος δέ διέμεινεν, ήν ανυμνούντες, Χαίρε Θεοτόκε, κραυγάζομεν.

Τών Πατέρων
Χριστός μου δύναμις
Νοθεύσας Άρειος, φρενί αγνώμονι, τήν ορθόδοξον πίστιν ταίς πατρικαίς, ψήφοις εξωστράκισται, τής Εκκλησίας σεσηπός, ώσπερ μέλος ο δυσώνυμος.

Υπέρ σού Δέσποτα, αγωνιζόμενος, ο χορός τών Πατέρων, σού τούς εχθρούς, άγαν ετροπώσατο, καί συμφυή σε τώ Πατρί, καί τώ Πνεύματι εδόξασε.

Μεσίτης γέγονας, Θεός καί άνθρωπος, τού Θεού καί ανθρώπων, όθεν Χριστέ, δύο σε ταίς φύσεσιν, ένα γνωρίζοντες Υιόν, οι θεόφρονες εκήρυξαν.
Θεοτοκίον
Νεκρόν με έδειξε, φυτού απόγευσις, τής ζωής γάρ τό ξύλον εκ σού φανέν, Πάναγνε ανέστησε, καί Παραδείσου τής τρυφής, κληρονόμον με κατέστησεν.

Ωδή ε' Ο Ειρμός
Τώ θείω φέγγει σου Αγαθέ, τάς τών ορθριω ζόντων σοι ψυχάς, πόθω καταύγασον, δέομαι, σέ ειδέναι Λόγε Θεού, τόν όντως Θεόν, εκ ζόφου τών πταισμάτων ανακαλούμενον.

Υποχωρεί μοι τά Χερουβίμ, νύν, καί η φλογί νη ρομφαία, Δέσποτα, νώτά μοι δίδωσι, σέ ιδόντα Λόγε Θεού, τόν όντως Θεόν, Ληστή οδοποιήσαντα τόν Παράδεισον.

Ουκέτι δέδοικα τήν εις γήν, Δέσποτα Χριστέ, υποστροφήν, σύ γάρ εκ γής με ανήγαγες, επιλελησμένον, δι' ευσπλαγχνίαν πολλήν, πρός ύψος αφθαρσίας τή Αναστάσει σου.
Θεοτοκίον
Τούς Θεοτόκον σε εκ ψυχής, Δέσποινα τού κόσμου αγαθή, ομολογούντας διάσωσον, σέ γάρ προστασίαν ακαταμάχητον, κεκτήμεθα τήν όντως Θεογεννήτριαν.

Τής Αναλήψεως
Ορθρίζοντες βοώμέν σοι
Πληρώσας ευφροσύνης τά σύμπαντα, ελεήμον, ταίς άνω δυνάμεσι, μετά σαρκός επεδήμησας.

Αγγέλων αι δυνάμεις αιρόμενον, σέ ιδούσαι, τάς πύλας, εκραύγαζον, τώ Βασιλεί ημών άρατε.

Απόστολοι ιδόντες υψούμενον, τόν Σωτήρα, εν τρόμω εκραύγαζον, Τώ βασιλεί ημών δόξα σοι.
Θεοτοκίον
Παρθένον μετά τόκον υμνούμέν σε, Θεοτόκε, σύ γάρ τόν Θεόν Λόγον, σαρκί τώ κόσμω εκύησας.

Τών Πατέρων
Τώ θείω φέγγει σου
Ωπαίοι πόδες ως αληθώς, σέ τών κηρυττόνραιοι των τήν ειρήνην, τήν πάντα νούν υπερέχουσαν, πάντων τών Αγγέλων, καί τών ανθρώπων Χριστέ, καί πλήθει τής ειρήνης κόσμον συνάπτουσαν.

Σοφίαν δύναμιν τού Πατρός, Λόγον ενυπόστατον Χριστέ, σέ συνελθόντες εκήρυξαν, οι τής Παναγίας ιερωσύνης σεπτώς, τώ νόμω σφραγισθέντες θείοι Διδάσκαλοι.

Υδάτων νάματα καθαρά, τής διδασκαλίας τού Χριστού, τήν Εκκλησίαν ποτίσαντες, επί τών υδάτων της αναπαύσεως νύν, τρυφάτε δι' αιώνος αγαλλιώμενοι.
Θεοτοκίον
Λυχνίαν πάναγνε φαεινήν, πάσιν απαυγάζουσαν Χριστόν, δικαιοσύνης τόν Ήλιον, σέ ειδότες, μόνη Θεογεννήτορ αγνή, τήν σήν νύν προστασίαν επικαλούμεθα.

Ωδή ς' Ο Ειρμός
Τού βίου τήν θάλασσαν, υψουμένην καθορών, τών πειρασμών τώ κλύδωνι, τώ ευδίω λιμένι σου προσδραμών, βοώ σοι, Ανάγαγε, εκ φθοράς τήν ζωήν μου, Πολυέλεε.

Σταυρούμενος Δέσποτα, τοίς μέν ήλοις τήν αράν, τήν καθημών εξήλειψας, τή δέ λόγχη νυττόμενος τήν πλευράν, Αδάμ τό χειρόγραφον, διαρρήξας, τόν κόσμον ηλευθέρωσας.

Αδάμ κατενήνεκται, δι' απάτης πτερνισθείς, πρός τό τού Άδου βάραθρον, αλλ' ο φύσει Θεός τε καί συμπαθής, κατήλθες πρός έρευναν, καί επ' ώμων βαστάσας συνανέστησας.
Θεοτοκίον
Η πάναγνος Δέσποινα, η τεκούσα τοίς βροτόν κυβερνήτην Κύριον, τών παθών μου τόν άστατον καί δεινόν, κατεύνασον τάραχον, καί γαλήνην παράσχου τή καρδία μου.

Τής Αναλήψεως
Εκύκλωσέ με άβυσσος
Εσκίρτησαν Απόστολοι, ορώντες μετάρσιον σήμερον, τόν κτίστην αιρόμενον, ελπίδι τού Πνεύματος, καί φόβω έκραζον, Δόξα τή ανόδω σου.

Επέστησαν οι άγγελοι, βοώντες Χριστέ, τοίς Μαθηταίς σου, Όν τρόπον κατείδετε, Χριστόν ανερχόμενον, σαρκί ελεύσεται, δίκαιος πάvτων κριτής.

Ως είδόν σε Σωτήρ ημών, δυνάμεις αι ουράνιαι, εις ύψος αιρόμενον σύσσωμον, εκραύγαζον λέγουσαι, Μεγάλη Δέσποτα, η φιλανθρωπία σου.
Θεοτοκίον
Βάτον σε ακατάφλεκτον, καί όρος καί κλίμακα έμψυχον, καί πύλην ουράνιον, αξίως δοξάζομεν, Μαρία ένδοξε, ορθοδόξων καύχημα.

Τών Πατέρων
Τού βίου τήν θάλασσαν
Παθείν ου δεδύνηται, ζιζανίων ο σπορεύς, τό τής προνοίας άφατον, τής μανίας επώνυμος ο κληθείς, Ιούδαν ζηλώσας γάρ, ως εκείνος ερράγη ο παμπόνηρος.

Ο θείος κατάλογος, τών Πατέρων ο σεπτός, μονογενές απαύγασμα, τής ουσίας εκλάμψαν τής Πατρικής, κηρύττει σε Δέσποτα, καί πρό πάντων γεννηθέντα Υιόν.

Γαστήρ διαρρήγνυται, κατά λόγον η πηγή, τήν θολεράν καί άποτον, αιρέσεων πηγάσασα δυσσεβών, αρότρω δεήσεως, Ιερέων ενθέων προμηθέστατα.
Θεοτοκίον
Ο μέγας προέγραψεν, εν Προφήταις Μωϋσής, σέ κιβωτόν καί τράπεζαν, καί λυχνίαν, καί στάμνον συμβολικώς, σημαίνων τήν σάρκωσιν, τήν εκ σού τού Υψίστου Μητροπάρθενε.

Κοντάκιον
Ήχος πλ. δ'
Αποστόλων τό κήρυγμα, καί τών Πατέρων τά δόγματα, τή Εκκλησία μίαν τήν πίστιν εκράτυνεν, ή καί χιτώνα φορούσα τής αληθείας, τόν υφαντόν εκ τής άνω θεολογίας, ορθοτομεί καί δοξάζει, τής ευσεβείας τό μέγα μυστήριον.
Ο Οίκος
Εν υψηλώ κηρύγματι τής τού Θεού Εκκλησίας, ακούσωμεν βοώσης, ο διψών, ερχέσθω καί πινέτω, ο κρατήρ, όν φέρω, κρατηρ εστι τής σοφίας, τούτου τό πόμα αληθείας λόγω κεκέρακα, ύδωρ ου προχέων αντιλογίας, αλλ' ομολογίας, ής πίνων ο νύν Ισραήλ, Θεόν ορά φθεγγόμενον, ίδετε, ίδετε, ότι αυτός εγώ ειμι, καί ουκ ηλλοίωμαι, εγώ Θεός πρώτος, εγώ καί μετά ταύτα, καί πλήν εμού άλλος ουκ έστιν όλως, Εντεύθεν οι μετέχοντες πλησθήσονται, καί αινέσουσι, τής ευσεβείας τό μέγα μυστήριον.

Σ υ ν α ξ ά ρ ι ο ν
Τή ΛΑ' τού αυτού μηνός, Μνήμη τού Αγίου Μάρτυρος Ερμείου.
Στίχοι
• Βαπτεις σεαυτόν κογχύλη σών αιμάτων,
• Ερμεία, Τμηθείς ώ βαφής ανεκπλυτου!
• Ερμείαν τριακοστή άορ κατέκτανε πρώτη.

Συναξάριον Πεντηκοσταρίου

Τή αυτή ημέρα, Κυριακή εβδόμη από τού Πάσχα, τήν εν Νικαία πρώτην Οικουμενικήν Σύνοδον εορτάζομεν, τών τριακοσίων δέκα καί οκτώ θεοφόρων Πατέρων.
Στίχοι
• Πόλου νοητού αστέρες σελασφόροι.
• Ακτίσιν υμών φωτίσαι τέ μοι φρένας.

Κατά Αρείου

• Ξένον τόν Υιόν Πατρός ουσίας λέγων,
• Άρειος, ήτω τής Θεού δόξης ξένος.

Ταίς τών αγίων τριακοσίων δέκα καί οκτώ θεοφόρων Πατέρων πρεσβείαις, Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.
Ωδή ζ' Ο Ειρμός
Δροσοβόλον μέν τήν κάμινον, ειργάσατο, Άγγελος τοίς Οσίοις Παισί, τούς Χαλδαίους δέ καταφλέγον πρόσταγμα Θεού, τόν τύραννον έπεισε βοάν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Οδυρόμενος τώ πάθει σου ο ήλιος, ζόφον περιεβάλλετο, καί εν ημέρα επί πάσαν Δέσποτα τήν γήν, τό φώς συνεσκότασε βοών, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Ημφιάσατο Χριστέ τή καταβάσει σου, φέγγος τά καταχθόνια, ο Προπάτωρ δέ θυμηδίας έμπλεως οφθείς, χορεύων εσκίρτησε, βοών, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.
Θεοτοκίον
Διά σού Μήτερ Παρθένε φώς ανέτειλε, πάση τή οικουμένη φαιδρόν, τόν γάρ κτίστην σύ τών απάντων τέτοκας Θεόν, όν αίτησαι Πάναγνε ημίν, καταπεμφθήναι τοίς πιστοίς τό μέγα έλεος.

Τής Αναλήψεως
Ο εν καμίνω πυρός
Ο εν νεφέλη φωτός, αναληφθείς καί σώσας κόσμον, ευλογητός ο Θεός, ο τών Πατέρων ημών

Επί τών ώμων Χριστέ τήν πλανηθείσαν άρας φύσιν, αναληφθείς, τώ Θεώ καί Πατρί προσήγαγες.

Ο ανελθών εν σαρκί, πρός τόν ασώματον Πατέρα, ευλογητός ο Θεός, ο τών Πατέρων ημών.
Θεοτοκίον
Ο εκ Παρθένου τεχθείς, ήν Θεοτόκον απειργάσω, ευλογητός ο Θεός, ο τών Πατέρων ημών.

Τών Πατέρων
Δροσοβόλον μέν τήν κάμινον
Νενικήκατε μανίας τόν επώνυμον, Άρειον, τόν μανέντα δεινώς, καί λαλήσαντα εις τό ύψος άδικα Θεού, Υιώ γάρ ήρνήσατο βοάν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Τόν Υιόν βροντής μιμούμενοι θεσπέσιοι, Λόγον Πατρί συνάναρχον, καί ομόθρονον, πυριμόρφοις στόμασιν υμών, τούς πάντας διδάσκετε βοάν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.

Ως υπόπτεροι τώ Λόγω βοηθήσαντες, ήκετε θεομακάριστοι, οικουμένης γάρ εκ περάτων ήθροισεν υμάς, τό Πνεύμα τό άγιον βοάν, Ευλογητός εί ο Θεός, ο τών Πατέρων ημών.
Θεοτοκίον
Νεανίας τρείς η κάμινος ουκ έφλεξε, γέννησιν προτυπούσα τήν σήν, τό γάρ θείον πύρ σε μή φλέξαν, ώκησεν εν σοί, καί πάντας εφώτισε βοάν, Ευλογημένη η Θεόν σαρκί κυήσασα.

Ωδή η' Ο Ειρμός
Εκ φλογός τοίς Οσίοις δρόσον επήγασας, καί δικαίου θυσίαν ύδατι έφλεξας, άπαντα γάρ δράς Χριστέ, μόνω τώ βούλεσθαι, όν υπερυψούμεν εις πάντας τούς αιώνας.

Ιουδαίων τόν πάλαι προφητοκτόνον λαόν, Θεοκτόνον ο φθόνος νύν απειργάσατο, σέ επί Σταυρού αναρτήσαντα Λόγε Θεού, όν υπερυψούμεν εις πάντας τούς αιώνας.

Ουρανίους αψίδας ου καταλέλοιπας, καί εις Άδου φοιτήσας, όλον συνήγειρας, κείμενον Χριστέ, εν σαπρία τόν άνθρωπον, σέ ύπερυψούντα εις πάντας τούς αιώνας.
Θεοτοκίον
Εκ φωτός φωτοδότην Λόγον συνέλαβες, καί τεκούσα αφράστως τούτον δεδόξασαι, Πνεύμα γάρ εν σοί, Κόρη θείον εσκήνωσεν, όθεν σε υμνούμεν εις πάντας τούς αιώνας.

Τής Αναλήψεως
Τόν εκ Πατρός πρό αιώνων
Τόν εν δυσί ταίς ουσίαις, αναστάντα ζωοδότην Χριστόν, εις ουρανούς μετά δόξης, καί Πατρί συγκαθεζόμενον, ιερείς υμνείτε, λαός υπερυψούτε, εις πάντας τούς αιώνας.

Τόν εκ δουλείας τήν κτίσιν, τών ειδώλων λυτρωσάμενον, καί παραστήσαντα ταύτην, ελευθέραν τώ ιδίω Πατρί, σέ Σωτήρ υμνούμεν, καί σέ υπερυψούμεν, εις πάντας τούς αιώνας.

Τόν τή αυτού καταβάσει, καθελόντα τόν αντίπαλον, καί τή αυτού αναβάσει, ανυψώσαντα τόν άνθρωπον, ιερείς υμνείτε, λαός υπερυψούτε, εις πάντας τούς αιώνας.
Θεοτοκίον
Τών Χερουβίμ υπερτέρα, ανεδείχθης Θεοτόκε, εν τή γαστρί σου τόν τούτοις, εποχούμενον βαστάσασα, όν σύν Ασωμάτοις, βροτοί δοξολογούμεν, εις πάντας τούς αιώνας.

Τών Πατέρων
Εκ φλογός τοίς οσίοις
Πυρσωθέντες ακτίσι τής σής θεότητος, οι χρηστοί σου Ποιμένες σέ ωμολόγησαν, γενεσιουργόν τών απάντων καί Κύριον, όν υπερυψούμεν εις πάντας τούς αιώνας.

Ο χορός τών Ποιμένων ο παναοίδιμος, αθροισθείς θεοφρόνως Τριάδα άκτιστον, νύν θεολογών, πάντας διδάσκει βοάν, Σέ υπερυψούμεν είς πάντας τούς αιώνας.

Ιεράρχαι ποιμένες οι αξιάγαστοι, τήν Χριστού Εκκλησίαν, καταφωτίζουσιν, άλλοι αλλαχού ταύτην καταφαιδρύναντες, καί υπερυψούντες εις πάντας τούς αιώνας.
Θεοτοκίον
Μυστικώς εν εικόσι προεθεάσαντο, οι Προφήταί σε πάντες Λόγον κυήσουσαν, σάρκα γάρ εκ σού λαβών ούτος προήλθε διπλούς, όν υπερυψούμεν εις πάντας τούς αιώνας.

Ωδή θ' Ο Ειρμός
Θεόν ανθρώποις ιδείν αδύνατον, όν ου τολμά Αγγέλων ατενίσαι τά τάγματα, διά σού δε Πάναγνε, ωράθη βροτοίς, Λόγος σεσαρκωμένος, όν μεγαλύνοντες, σύν ταίς ουρανίαις στρατιαίς σέ μακαρίζομεν.

Παθών αμέτοχος σύ διέμεινας, Λόγε Θεού, σαρκί προσομιλήσας τοίς πάθεσιν, αλλά λύεις τών παθών τόν άνθρωπον, πάθεσι χρηματίσας, πάθος, Σωτήρ ημών, μόνος γάρ υπάρχεις απαθής καί παντοδύναμος.

Φθοράν θανάτου καταδεξάμενος, διαφθοράς ετήρησας τό σώμά σου άγευστον, η δέ σή ζωοποιός καί θεία ψυχή, Δέσποτα εν τώ Άδη ου καταλέλειπται, αλλ' ώσπερ εξ ύπνου αναστάς, ημάς συνήγειρας.
Τριαδικόν
Πατέρα, Υιόν συνάναρχον, πάντες βροτοί, εν χείλεσιν αγνοίς μέν δοξάζομεν, τήν δέ άρρητον καί υπερένδοξον, Πνεύματος παναγίου, δύναμιν σέβομεν, μόνη γάρ υπάρχει πανσθενής Τριάς αχώριστος.

Τής Αναλήψεως
Σέ τήν υπέρ νούν
Σέ τόν λυτρωτήν τού κόσμου, Χριστόν τόν Θεόν, οι Απόστολοι βλέποντες, ενθέως υψούμενον, μετά δέους σκιρτώντες εμεγάλυνον.

Σού τήν θεωθείσαν σάρκα, ορώντες Χριστέ, εν τώ ύψει οι Άγγελοι, αλλήλοις διένευον, Αληθώς ούτός εστιν ο Θεός ημών.

Σε τών ασωμάτων τάξεις, Χριστέ ο Θεός, εν νεφέλαις αιρόμενον, ιδούσαι εκραύγαζον, Τώ τής δόξης Βασιλεί, πύλας άρατε.
Θεοτοκίον
Θεοτόκε, Μήτηρ Χριστού τού Θεού, όν εκύησας σήμερον, εκ γής ανιπτάμενον, σύν Αγγέλοις ορώσα εμεγάλυνες.

Τών Πατέρων
Θεόν ανθρώποις
Ευρών συμμάχους υμάς συνήθροισε, τή κραταιά δυνάμει καθοπλίσας τού Πνεύματος, ο Πατρί συνάναρχος καί σύνθρονος, Λόγος ο πρό αιώνων, όν νύν Πανίεροι, σύν ταίς ουρανίαις στρατιαίς, αεί δοξάζετε.

Νομήν Αρείου δεινής αιρέσεως, ως ιατροί ψυχών τε καί σωμάτων εστήσατε, ιερώς τής πίστεως τό Σύμβολον, πάσιν εκτεθεικότες, ο νύν κατέχοντες, μνήμην τήν υμών, Ιερουργοί, αεί δοξάζομεν.

Ως φώς υπάρχων, Χριστέ, πανάχραντον, τής τών παθών αχλύος τήν ψυχήν μου εκλύτρωσε, ταίς πρεσβείαις Δέσποτα τών σών λειτουργών, τών νύν σε κηρυξάντων, άναρχον, άκτιστον, κτίστην τε τών όλων, καί Θεόν Πατρί συνάναρχον.
Θεοτοκίον
Νεκροίς ανάστασις νύν δεδώρηται, διά τής σής αφράστου καί αρρήτου κυήσεως, Θεοτόκε Δέσποινα, ζωή γάρ εκ σού, σάρκα περικειμένη, πάσιν εξέλαμψε, καί τό τού θανάτου αμειδές σαφώς διέλυσεν.

Καταβασίες

Ωδή α' Ήχος δ'
• • Θείω καλυφθείς ο βραδύγλωσσος γνόφω.
• • Ερρητόρευσε τόν θεόγραφον νόμον
• • Ιλύν γάρ εκτινάξας όμματος νόου,
• • Ορά τόν όντα, καί μυείται Πνεύματος
• • Γνώσιν, γεραίρων ενθέοις τοίς άσμασιν.
Ωδή γ'
• Έρρηξε γαστρός ητεκνωμένης πέδας,
• • Ύβριν τε δυσκάθεκτον ευτεκνουμένης,
• • Μόνη προσευχή τής Προφήτιδος πάλαι
• • Άννης, φερούσης πνεύμα συντετριμμένον,
• • Πρός τόν δυνάστην, καί Θεόν τών γνώσεων.
Ωδή δ'
• Άναξ ανάκτων, οίος εξ οίου μόνος,
• • Λόγος προελθών, Πατρός εξ αναιτίου.
• • Ισοσθενές σου Πνεύμα τοίς Αποστόλοις,
• • Νημερτές εξέπεμψας ως ευεργέτης,
• • Άδουσι, Δόξα τώ κράτει σου, Κύριε.

Ωδή ε'
• • Λυτήριον κάθαρσιν αμπλακημάτων,
• • Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
• • Ω τέκνα φωτόμορφα τής Εκκλησίας,
• • Νύν εκ Σιών γάρ εξελήλυθε νόμος,
• • Η γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

Ωδή ς'
• Ιλασμός ημίν Χριστέ καί σωτηρία,
• • Ο Δεσπότης έλαμψας εκ τής Παρθένου,
• • Ίν, ως Προφήτην θηρός εκ θαλατίου,
• • Στέρνων Ιωνάν, τής φθοράς διαρπάσης,
• • Όλον τόν Αδάμ, παγγενή πεπτωκότα.

Ωδή ζ'
• Σύμφωνον εθρόησεν οργάνων μέλος,
• • Σέβειν τό χρυσότευκτον άψυχον βρέτας.
• • Η τού Παρακλήτου δέ φωσφόρος χάρις,
• • Σεβασμιάζει τού βοάν, Τριάς μόνη,
• • Ισοσθενής, άναρχος, ευλογητός εί.

Ωδή η' αινούμεν
• Λύει τά δεσμά καί δροσίζει τήν φλόγα,
• • Ο τρισσοφεγγής τής θεαρχίας τύπος,
• • Υμνούσι Παίδες, ευλογεί δέ τόν μόνον,
• • Σωτήρα καί παντουργόν, ως ευεργέτην,
• • Η δημιουργηθείσα σύμπασα κτίσις.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ήχος δ΄
Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου.
• Τήν Τιμιωτέραν τών Χερουβείμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφείμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.
Ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού, ιδού γάρ από τού νύν μακαριούσί με πάσαι γενεαί,
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομα αυτού, καί τό έλεος αυτού εις γενεάν, καί γενεάν τοίς φοβουμένοις αυτόν.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Εποίησε κράτος εν βραχίονι αυτού, διεσκόρπισεν υπερηφάνους διανοία καρδίας αυτών.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Καθείλε δυνάστας από θρόνων, καί ύψωσε ταπεινούς, πεινώντας ενέπλησεν αγαθών, καί πλουτούντας εξαπέστειλε κενούς.
• Τήν Τιμιωτέραν τών Χερουβείμ...
Αντελάβετο Ισραήλ παιδός αυτού, μνησθήναι ελέους, καθώς ελάλησε πρός τούς πατέρας ημών, τώ Αβραάμ, καί τώ σπέρματι αυτού έως αιώνος.

Ωδή θ’ Ήχος δ'
• • Χαίροις Άνασσα, μητροπάρθενον κλέος.
• • Άπαν γάρ ευδίνητον εύλαλον στόμα,
• • Ρητρεύον, ου σθένει σε μέλπειν αξίως.
• • Ιλιγγιά δέ νούς άπας σου τόν τόκον
• Νοείν, όθεν σε συμφώνως δοξάζομεν.

  Άγιος Κύριος ο Θεός ημών, γ’
Εξαποστειλάριον Αναστάσιμον
Τοίς Μαθητάίς συνέλθωμεν
Τιβεριάδος θάλασσα, σύν παισί Ζεβεδαίου, `Ναθαναήλ, τώ Πέτρω τε, σύν δυσίν άλλοις πάλαι, καί θωμάν είχε πρός άγραν, οί, Χριστού τή προστάξει, εν δεξιοίς χαλάσαντες, πλήθος είλκον ιχθύων, όν Πέτρος γνούς, πρός αυτόν ενήχετο, οίς τό τρίτον, φανείς, καί άρτον έδειξε, καί ιχθύν επ' ανθράκων.
Έτερον τών Πατέρων
Γυναίκες ακουτίσθητε
Πατέρων θείων σήμερον, τήν μνήμην εορτάζοντες, ταίς παρακλήσεσι τούτων, δεόμεθα πανοικτίρμον, Πάσης βλάβης αιρέσεων, ρύσαι λαόν σου Κύριε, καί πάντας καταξίωσον, Πατέρα, Λόγον δοξάζειν, καί τό πανάγιον Πνεύμα.
Έτερον τής Αναλήψεως
Μαθητών ορώντων σε ανελήφθης, Χριστέ πρός τόν Πατέρα συνεδριάζων, Άγγελοι προτρέχοντες εκραύγαζον, Άρατε πύλας άρατε, ο Βασιλεύς γάρ ανήλθε, πρός τήν αρχίφωτον δόξαν.

Αίνοι Ήχος πλ. β'
1. Τού ποιήσαι εν αυτοίς κρίμα έγγραπτον. Δόξα αύτη έσται πάσι τοίς οσίοις αυτού.
-- ο Σταυρός σου Κύριε, ζωή καί ανάστασις υπάρχει τώ λαώ σου, καί επ' αυτώ πεποιθότες, σέ τόν αναστάντα, Θεόν ημών υμνούμεν, ελέησον ημάς.
2. Αινείτε τόν Θεόν εν τοίς Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι τής δυνάμεως αυτού.
-- Η ταφή σου Δέσποτα, Παράδεισον ήνοιξε τώ γένει τών ανθρώπων, καί εκ φθοράς λυτρωθέντες, σέ τόν αναστάντα, Θεόν ημών υμνούμεν, ελέησον ημάς.
3. Αινείτε αυτόν επί ταίς δυναστείαις αυτού, αινείτε αυτόν κατά τό πλήθος τής μεγαλωσύνης αυτού.
-- Σύν Πατρί καί Πνεύματι, Χριστόν ανυμνήσωμεν, τόν αναστάντα εκ νεκρών, καί πρός αυτόν εκβοώμεν. Σύ ζωή υπάρχεις, ημών καί ανάστασις, ελέησον ημάς.
4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.
-- Τριήμερος ανέστης Χριστέ, εκ τάφου καθώς γέγραπται, συνεγείρας τόν Προπάτορα ημών, διό σε καί δοξάζει, τό γένος τών ανθρώπων, καί ανυμνεί σου τήν Ανάστασιν.
5. Αινείτε αυτόν εν τυμπάνω καί χορώ, αινείτε αυτόν εν χορδαίς καί οργάνω,

Όλην συγκροτήσαντες, τήν τής ψυχής επιστήμην, καί τώ θείω Πνεύματι, συνδιασκεψάμενοι, τό μακάριον, καί σεπτόν Σύμβολον, οι σεπτοί Πατέρες, θεογράφως διεχάραξαν, εν ώ σαφέστατα, τώ Γεγεννηκότι συνάναρχον, τόν Λόγον εκδιδάσκουσι, καί παναληθώς ομοούσιον, ταίς τών Αποστόλων, επόμενοι προδήλως διδαχαίς, οι ευκλεείς καί πανόλβιοι, όντως καί θεόφρονες.

6. Αινείτε αυτόν εν κυμβάλοις ευήχοις, αινείτε αυτόν εν κυμβάλοις αλαλαγμού. Πάσα πνοή αινεσάτω τόν Κύριον.

Στίχ. Ευλογητός εί Κύριε ο Θεός ο τών Πατέρων ημών.

Όλην εισδεξάμενοι, τήν νοητήν λαμπηδόνα, τού αγίου Πνεύματος, τό υπερφυέστατον χρησμολόγημα, τό βραχύ ρήματι, καί πολύ συνέσει, θεοπνεύστως απεφθέγξαντο, ως Χριστοκήρυκες, ευαγγελικών προϊστάμενοι, δογμάτων οι μακάριοι, καί τών ευσεβών παραδόσεων, άνωθεν λαβόντες, τήν τούτων αποκάλυψιν σαφώς, καί φωτισθέντες εξέθεντο, όρον θεοδίδακτον.

Στίχ. Συναγάγετε αυτώ τούς Οσίους αυτού.

Όλην συλλεξάμενοι, ποιμαντικήν επιστήμην, καί θυμόν κινήσαντες, νύν τόν δικαιότατον ενδικώτατα, τούς βαρείς ήλασαν, καί λοιμώδεις λύκους, τή σφενδόνη τή τού Πνεύματος, εκσφενδονήσαντες, τού τής Εκκλησίας πληρώ ανιάματος, πεσόντας ως πρός θάνατον, καί ως τως νοσήσαντας, οι θείοι Ποιμένες, ως δούλοι γνησιώτατοι Χριστού, καί τού ενθέου κηρύγματος, μύσται ιερώτατοι.
Δόξα... Ήχος πλ. δ'
Τών αγίων Πατέρων ο χορός, εκ τών τής οικουμένης περάτων συνδραμών, Πατρός, και Υιού, καί Πνεύματος αγίου, μίαν ουσίαν εδογμάτισε καί φύσιν, καί τό μυστήριον τής θεολογίας, τρανώς παρέδωκε τή Εκκλησία, ούς ευφημούντες εν πίστει, μακαρίσωμεν λέγοντες, Ω θεία παρεμβολή, θεηγόροι οπλίται, παρατάξεως Κυρίου, αστέρες πολύφωτοι, τού νοητού στερεώματος, τής μυστικής Σιών οι ακαθαίρετοι πύργοι, τά μυρίπνοα άνθη τού Παραδείσου, τά πάγχρυσα στόματα τού Λόγου, Νικαίας τό καύχημα, οικουμένης αγλάϊσμα, εκτενώς πρεσβεύσατε, υπέρ τών ψυχών ημών.
Καί νύν... Θεοτοκίον
Υπερευλογημένη υπάρχεις, Θεοτόκε Παρθένε, διά γάρ τού εκ σού σαρκωθέντος, ο Άδης ηχμαλώτισται, ο Αδάμ ανακέκληται, η κατάρα εζωοποιήθημεν, διό ανυμνούντες βοώμεν. Ευλογητός Χριστός ο Θεός ημών, ο ούτως ευδοκήσας, δόξα σοι.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Σήμερον σωτηρία τώ κόσμω γέγονεν. Άσωμεν τώ αναστάντι εκ τάφου καί αρχηγώ τής ζωής ημών, καθελών γάρ τώ θανάτω τόν θάνατον, τό νίκος έδωκεν ημίν, καί τό μέγα έλεος.

Είς την λειτουργίαν

Ψάλλομεν τα παρόντα Αντίφωνα.

Άντίφωνον Α'. Ήχος β'.

Στίχ. α'. Πάντα τα έθνη κροτήσατε χείρας, αλαλάξατε τω Θεώ έν φωνή άγαλλιάσεως.

Ταίς πρεσβείαις της Θεοτόκου...

Στίχ. β'. Ότι Κύριος ύψιστος, φοβερός, Βασιλεύς μέγας επί πάσαν την γήν.

Ταίς πρεσβείαις της Θεοτόκου...

Στίχ. γ.' Υπέταξες λαούς ήμίν, και έθνη υπό τους πόδας ημών.

Ταίς Πρεσβείαις της Θεοτόκου...

Δόξα. Και νυν. Ταίς πρεσβείαις της Θεοτόκου...

Άντίφωνον Β'. Ό αυτός.

Στίχ. α'. Μέγας Κύριος, και αίνετός σφόδρα.

Σώσον ημάς, Υιέ Θεού, ό αναστάς εκ νεκρών ψάλλοντάς σοι Αλληλούια.

Στίχ. β'. Ό Θεός εν ταίς βάρεσιν αυτής γινώσκεται.

Σώσον ημάς, Υιέ Θεού, ό αναστάς..

Στίχ. γ'. Ότι ιδού οί βασιλείς της γης συνήχθησαν.

Σώσον ημάς, Υιέ Θεού, ό αναστάς..

Δόξα... Καί νύν...
Ο Μονογενής Υιός και Λόγος του Θεού, αθάνατος υπάρχων και καταδεξάμενος διά την ημετέραν σωτηρίαν σαρκοθήναι εκ της αγίας Θεοτόκου και αειπαρθένου Μαρίας, ατρέπτως ενανθρωπήσας, σταυρωθείς τε, Χριστέ ο Θεός, θανάτω θάνατον πατήσας, εις ων της Αγίας Τριάδος, συνδοξαζόμενος τω Πατρί και τω Αγίω Πνεύματι, σώσον ημάς.

Άντίφωνον Γ'. Ήχος δ'.
Στίχ. α'. Ακούσατε ταύτα πάντα τα έθνη.

Ήχος δ'
Ανελήφθης εν δόξη, Χριστέ ο Θεός ημών, χαροποιήσας τούς Μαθητάς, τή επαγγελία τού αγίου Πνεύματος, βεβαιωθέντων αυτών διά τής ευλογίας, ότι σύ εί ο Υίός τού Θεού, ο λυτρωτής τού κόσμου.

Στίχ. β'. Το στόμα μου λαλήσει σοφίαν, και ή μελέτη της καρδίας μου σύνεσιν.

Άνελήφθης εν δόξη...

Στίχ. γ'. Κλίνω εις παραβολήν το ούς μου, ανοίξω εν ψαλτηρίω το πρόβλημά μου.

Άνελήφθης έ:ν δόξη...

Εισοδικόν
Δεύτε προσκυνήσωμεν και προσπέσωμεν Χριστώ. Σώσον ημάς, Υιέ Θεού, ο εν δόξη αναληφθείς αφ’ ημών είς τους ουρανούς.....

Απολυτίκιον Ήχος πλ. β’
Αγγελικαί Δυνάμεις επί τό μνήμά σου, καί οι φυλάσσοντες απενεκρώθησαν, καλί ίστατο οι Μαρία εν τώ τάφω, ζητούσα τό άχραντόν σου σώμα. Εσκύλευσας τόν Άδην, μή πειρασθείς υπ' αυτού, υπήντησας τη Παρθένω, δωρούμενος τήν ζωήν, ο αναστάς εκ των νεκρών, Κύριε δόξα σοι.

Τής Εορτής Ήχος δ'
Ανελήφθης εν δόξη, Χριστέ ο Θεός ημών, χαροποιήσας τούς Μαθητάς, τή επαγγελία τού αγίου Πνεύματος, βεβαιωθέντων αυτών διά τής ευλογίας, ότι σύ εί ο Υίός τού Θεού, ο λυτρωτής τού κόσμου.

Τών Πατέρων Ήχος πλ. δ'
Υπερδεδοξασμένος εί, Χριστέ ο Θεός ημών, ο φωστήρας επί γής τούς Πατέρας ημών θεμελιώσας, καί δι' αυτών πρός τήν αληθινήν πίστιν, πάντας ημάς οδηγήσας, πολυεύσπλαγχνε, δόξα σοι.

Είτα απολυτίκιον τού ναού

Κοντάκιον τής Αναλήψεως
Ήχος πλ. δ'
Τήν υπέρ ημών πληρώσας οικονομίαν, καί τά επί γής ενώσας τοίς ουρανίοις, ανελήφθης εν δόξη, Χριστέ ο Θεός ημών, ουδαμόθεν χωριζόμενος, αλλά μένων αδιάστατος, καί βοών τοίς αγαπώσί σε, Εγώ ειμι μεθ' υμών, καί ουδείς καθ' υμών.

Ο Απόστολος

Ευλογητός εί Κύριε, ο Θεός των πατέρων ημών
Στίχ. Ότι δίκαιος εί επί πάσιν, οίς εποίησας ημίν

Πράξεων των Αποστόλων το Ανάγνωσμα.

(Πράξ. 20,16-18, 28-36)
Ἐν ταῖς ἡμέραις ἐκείναις, 16. ἔκρινε ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ• ἔσπευδε γάρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα. 17. Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18. ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς• 28. προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. 29. ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου• 30. καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. 31. διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32. καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν τὴν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33. ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα• 34. αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35. πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε• μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν. 36. καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.

Ευαγγέλιον

Κυριακή των Αγ. Πατέρων της Α΄ Οικουμενικής Συνόδου (Ιωάν. 17,1-13)
Τῷ καιρῷ ἐκείνω, ἐπάρας ὁ Ἰησοῦς 1. τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν καὶ εἶπε• πάτερ, ἐλήλυθεν ἡ ὥρα• δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱὸς δοξάσῃ σε, 2. καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. 3. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 4. ἐγὼ σὲ ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω• 5. καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. 6. Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. 7. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν• 8. ὅτι τὰ ῥήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9. Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ• οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι. 10. καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11. καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. 12. ὅτε ἤμην μετ' αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου• οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13. νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὐτοῖς.

Είς το Εξαιρέτως: « Άξιον εστί »

Κοινωνικόν
<<Αινείτε τον Κύριον>>.

Αντί του <<Είδομεν το φώς>>...

Ήχος δ'
Ανελήφθης εν δόξη, Χριστέ ο Θεός ημών, χαροποιήσας τούς Μαθητάς, τή επαγγελία τού αγίου Πνεύματος, βεβαιωθέντων αυτών διά τής ευλογίας, ότι σύ εί ο Υίός τού Θεού, ο λυτρωτής τού κόσμου.

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Άβαταρ μέλους
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 556
Εγγραφή: Δευτ Μαρ 05, 2007 9:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευσηαπό PRETORIAN » Κυρ Μάιος 31, 2009 9:47 pm

7-6-2009

+ ΚΥΡΙΑΚΗ Η’ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ. << Η ΕΟΡΤΗ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ>>. Ιερομάρτυρος Θεοδότου του εν Αγκύρα. Ζηναϊδος μάρτυρος, Σεβαστιανής οσίας, Παναγή ιερέως( του Μπασιά, + 1883).

ΕΞΑΨΑΛΜΟΣ...

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,
Θεός Κύριος, καί επέφανεν ημίν...
Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, καί επέφανεν ημίν...

Απολυτίκιον
Ήχος πλ. δ'
Ευλογητός εί, Χριστέ ο Θεός ημών, ο πανσόφους τούς αλιείς αναδείξας, καταπέμψας αυτοίς τό Πνεύμα τό άγιον, καί δι' αυτών τήν οικουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι. Εκ γ'

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετά τήν α' Στιχολογίαν

Κάθισμα Ήχος δ'
Κατεπλάγη Ιωσήφ
Τήν μεθέορτον πιστοί, καί τελευταίαν εορτήν, ην εορτάσωμεν φαιδρώς, αύτη εστί Πεντηκοστή, επαγγελίας συμπλήρωσις, καί προθεσμίας, εν ταύτη γάρ τό πύρ, τού Παρακλήτου ευθύς, κατέβη επί γής, ώσπερ εν είδει γλωσσών, καί Μαθητάς εφώτισε, καί τούτους ουρανομύστας ανέδειξε, Τό φώς επέστη, τού Παρακλήτου, καί τόν κόσμον, εφώτισε. (Δίς)

Μετά τήν β' Στιχολογίαν

Κάθισμα όμοιον
Η τού Πνεύματος πηγή, επιδημούσα τοίς εν γή, εις πυρφόρους ποταμούς, μεριζομένη νοητώς, τούς Αποστόλους εδρόσιζε φωταγωγούσα, καί γέγονεν αυτοίς, νέφος δροσώδες τό πύρ, φωτίζουσα αυτούς, καί υετίζουσα φλόξ, δι' ών ημείς ελάβομεν τήν χάριν, διά πυρός τε καί ύδατος, Τό φώς επέστη, τού Παρακλήτου, καί τόν κόσμον εφώτισε. (Δίς)

Μετά τόν Πολυέλεον

Κάθισμα Ήχος πλ. δ'
Τό προσταχθέν μυστικώς
Μετά τήν Έγερσιν Χριστέ, τήν εκ τού τάφου, καί τήν πρός ύψος ουρανού, θείαν Ανάληψιν, τοίς θεόπταις τήν δόξαν σου κατέπεμψας οικτίρμον, Πνεύμα ευθές εγκαινίσας τοίς Μαθηταίς, όθεν, ώσπερ κιθάρα μουσουργική, πάσιν ετρανολόγησαν, τώ θείω πλήκτρω μυστικώς, Σώτερ, τά απηχήματα, καί τήν οικονομίαν σου. (Δίς)

Τό α' Αντίφωνον τών αναβαθμών τού δ' Ήχου.

• Εκ νεότητός μου πολλά πολεμεί με πάθη, αλλ' αυτός αντιλαβού, καί σώσον Σωτήρ μου.
• Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου, ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι.
Δόξα... Καί νύν...
Αγίω Πνεύματι πάσα ψυχή ζωούται, καί καθάρσει υψούται λαμπρύνεται, τή τριαδική Μονάδι ιεροκρυφίως.

Προκείμενον Ήχος δ'
Τό Πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία.
Στίχ. Κύριε εισάκουσον τής προσευχής μου.

Ή Τάξις τού Εωθινού Ευαγγελίου

Ιερεύς Τού Κυρίου δεηθώμεν.
Χορός Κύριε, ελέησον.
Ιερεύς Ότι Άγιος εί ο Θεός ημών, και εν αγίοις επαναπαύη, και σοι την δόξαν αναπέμπωμεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.
Χορός Αμήν.
Πάσα πνοή αινεσάτω τόν Κύριον (εκ γ').
Ιερεύς Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.
Χορός Κύριε, ελέησον (γ').
Ιερεύς Σοφία. Ορθοί, ακούσωμεν τού αγίου Ευαγγελίου.
Ιερεύς Ειρήνη πάσι.
Χορός Καί τώ Πνεύματί σου.
Ιερεύς Εκ τού κατά Ματθαίον αγίου Ευαγγελίου...
Ιερεύς Πρόσχωμεν.
Χορός Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγελιον Ορθρινόν (Ιω. κ’ 19-23)

Ν' Ψαλμός, χύμα

• Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου
• επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με
• ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
• σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε
• ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου
• ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι
• ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι
• ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
• απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον
• καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου
• μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού
• απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με
• διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν
• ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου
• κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου
• ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις
• θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει
• αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ
• τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους

Δόξα... Ήχος β'
Ταίς τών Αποστόλων, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Καί νύν... Ήχος ο αυτός
Ταίς τής Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τά πλήθη, τών εμών εγκλημάτων.

Ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Ήχος πλ. β'
Στίχ. ελέησόν με ο Θεός...

Βασιλεύ ουράνιε, Παράκλητε, τό Πνεύμα τής αληθείας, ο πανταχού παρών, καί τά πάντα πληρών, ο θησαυρός τών αγαθών, καί ζωής χορηγός, ελθέ, καί σκήνωσον εν ημίν, καί καθάρισον ημάς από πάσης κηλίδος, καί σώσον αγαθέ τάς ψυχάς ημών.

Κανόνες

Ωδή α' Ήχος βαρύς Ο Ειρμός
Πόντω εκάλυψε Φαραώ σύν άρμασιν, ο συντρίβων πολέμους εν υψηλώ βραχίονι, άσωμεν αυτώ, ότι δεδόξασται.

Έργω, ως πάλαι τοίς Μαθηταίς επηγγείλω, τό Παράκλητον Πνεύμα εξαποστείλας Χριστέ, έλαμψας τώ κόσμω φώς, φιλάνθρωπε.

Νόμω τό πάλαι προκηρυχθέν καί Προφήταις, επληρώθη, τού θείου Πνεύματος σήμερον, πάσι γάρ πιστοίς χάρις εκκέχυται.

Έτερος Κανών ιαμβικός

Ού η ακροστιχίς διά στίχων Ηρωελεγείων

• Θειογενές Λόγε, Πνεύμα Παράκλητον πάλιν άλλον,
• Εκ Γενέτου κόλπων ήκας επιχθονίοις
• Οία πυρός γλώσσησι φέρον θεότητος αϋλου.
• Σήμα τεής φύτλης, καί χάριν υμνοπόλοις.

Ποίημα Κυρίου Ιωάννου τού Αρκλά

Ωδή α' Ήχος δ' Ο Ειρμός
• Θείω καλυφθείς ο βραδύγλωσσος γνόφω.
• Ερρητόρευσε τόν θεόγραφον νόμον
• Ιλύν γάρ εκτινάξας όμματος νόου,
• Ορά τόν όντα, καί μυείται Πνεύματος
• Γνώσιν, γεραίρων ενθέοις τοίς άσμασιν.

Δόξα...
• Έφη τό σεπτόν καί σεβάσμιον στόμα.
• Νοσφισμός υμίν ου γενήσεται φίλοις.
• Εγώ γάρ εις πατρώ ον ύψιστον θρόνον
• Συνεδριάζων, εκχεώ τού Πνεύματος,
• Λάμψαι ποθούσι, τήν χάριν τήν άφθονον

Και νυν...
• Όρος βεβηκώς, ατρεκέστατος Λόγος,
• Γαληνόμορφον εκτελεί τήν καρδίαν.
• Έργον γάρ εκπεράνας, εύφρανε φίλους,
• Πνοή βιαία, καί πυρός γλωττήμασι,
• Νείμας τό Πνεύμα Χριστός, ως υπέσχετο.

Ωδή γ' Ο Ειρμός
Τήν εξ ύψους δύναμιν τοίς Μαθηταίς, Χριστέ, έως άν ενδύσησθε έφης, καθίσατε εν Ιερουσαλήμ, εγώ δέ ως εμέ Παράκλητον άλλον, Πνεύμα τό εμόν τε καί Πατρός αποστελώ, εν ώ στερεωθήσεσθε.

Η τού θείου Πνεύματος επιδημήσασα δύναμις, τήν μερισθείσαν πάλαι φωνήν, κακώς ομονοησάντων, εις μίαν αρμονίαν θείως συνήψε, γνώσιν συνετίζουσα πιστούς τής Τριάδος, εν ή εστερεώθημεν.

Ειρμός άλλος
• Έρρηξε γαστρός ητεκνωμένης πέδας,
• Ύβριν τε δυσκάθεκτον ευτεκνουμένης,
• Μόνη προσευχή τής Προφήτιδος πάλαι
• Άννης, φερούσης πνεύμα συντετριμμένον,
• Πρός τόν δυνάστην, καί Θεόν τών γνώσεων.

Δόξα...

• Άληπτός εστιν η θεαρχικωτάτη.
• Ρήτρας γάρ εξέφηνε τούς αγραμμάτους,
• Άλις σοφιστάς συστομίζοντας λόγω,
• Καί τής βαθείας νυκτός εξαιρουμένους,
• Λαούς απείρους, αστραπή τού Πνεύματος.

Και νυν...

• Ην εκπορευτόν εξ αγεννήτου φάους,
• Τό πανσθενουργόφωτον άφθιτον σέλας,
• Ού τήν δι' Υιού πατρικής εξουσίας,
• Νύν εμφανίζει συμφυή φρυκτωρίαν,
• Πυρώδες ήχος εν Σιών τοίς έθνεσιν.

Κάθισμα Ήχος πλ. δ'
Τό προσταχθέν
Οι τού Σωτήρος ερασταί χαράς επλήσθησαν, καί θάρσος έλαβον, οι πρώην δειλιώντες, ως τό Πνεύμα τό άγιον σήμερον εξ ύψους, κατήλθεν επί τόν οίκον τών Μαθητών, καί άλλος άλλα ελάλει πρός τούς λαούς, γλώσσαι γάρ διεσπάρησαν, Ορώμεναι ωσεί πυρός, καί τούτους ου κατέφλεξαν, αλλά μάλλον εδρόσισαν. (Δίς)

Ωδή δ' Ο Ειρμός
Κατανοών ο Προφήτης, τήν επ' εσχάτων σου Χριστέ έλευσιν, ανεβόα, τήν σήν ει σακήκοα Κύριε δυναστείαν, ότι πάντας τού σώσαι, τούς χριστούς σου ελήλυθας.

Ο εν Προφήταις λαλήσας, καί διά νόμου κηρυχθείς, πρώ ην τοίς ατελέσι, Θεός αληθής ο Παράκλητος, τοίς τού Λόγου υπηρέταις καί μάρτυσι, γνωρίζεται σήμερον.

Σήμα θεότητος φέρον, τοίς Αποστόλοις εν πυρί, Πνεύμα κατεμερίσθη, καί ξέναις εν γλώσσαις ενέφηνεν, ως πατρόθεν θείον σθένος, ερχόμενον εστίν αυτοκέλευστον.

Ειρμός άλλος
• Άναξ ανάκτων, οίος εξ οίου μόνος,
• Λόγος προελθών, Πατρός εξ αναιτίου.
• Ισοσθενές σου Πνεύμα τοίς Αποστόλοις,
• Νημερτές εξέπεμψας ως ευεργέτης,
• Άδουσι, Δόξα τώ κράτει σου, Κύριε.

• Λουτρόν τό θείον τής παλιγγενεσίας,
• Λόγω κεραννύς συντεθειμένη φύσει,
• Ομβροβλυτείς μοι ρείθρον εξ ακηράτου
• Νενυγμένης σου πλευράς, ώ Θεού Λόγε,
• Επισφραγίζων τή ζέσει τού Πνεύματος.

Δόξα...

• Κάμπτει τά πάντα τώ Παρακλήτω γόνυ,
• Γόνω τε Πατρός, Πατρί συμφυεστάτω.
• Εν γάρ προσώποις οίδε τριττοίς ουσίαν,
• Νημερτές, απρόσιτον, άχρονον, μίαν.
• Έλαμψε φώς γάρ η χάρις τού Πνεύματος.

Και νυν...

• Τελείσθε πάντες τή θεαρχικωτάτη,
• Όσοι λατρευταί τής τριφεγγούς ουσίας.
• Υπερφυώς τελεί γάρ ως ευεργέτης,
• Καί πυρσολαμπεί Χριστός εις σωτηρίαν,
• Όλην πορίζων τήν χάριν τού Πνεύματος.

Ωδή ε' Ο Ειρμός
Τό διά τόν φόβον σου ληφθέν Κύριε, εν γαστρί τών Προφητών, καί κυηθέν επί τής γής πνεύμα σωτηρίας, αποστολικάς καρδίας κτίζει καθαράς, καί εν τοίς πιστοίς ευθές εγκαινίζεται, φώς γάρ καί ειρήνη, διότι τά σά προστάγματα.

Η επιφοιτήσασα ισχύς σήμερον, αύτη Πνεύμα αγαθόν, Πνεύμα σοφίας Θεού, Πνεύμα εκ Πατρός εκπορευτόν, καί δι' Υιού πιστοίς ημίν πεφηνός, μεταδοτικόν, εν οίς κατοικίζεται φύσει, τής εν ή κατοπτεύεται αγιότητος.

Ειρμός άλλος
• Λυτήριον κάθαρσιν αμπλακημάτων,
• Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
• Ω τέκνα φωτόμορφα τής Εκκλησίας,
• Νύν εκ Σιών γάρ εξελήλυθε νόμος,
• Η γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

Δόξα...
• Καθώς περ ευδόκησεν αυτεξουσίως,
• Αδέσποτον κάτεισι Πνεύμα πατρόθεν,
• Σοφίζον εν γλώσσησι τούς Αποστόλους,
• Επισφραγίζον τόν φερέσβιον Λόγον,
• Πατροσθενές ξύμμορφον, όν Σωτήρ έφη.

Και νυν...
• Ιήτο τάς φρένας μέν εξ αμαρτίας,
• Χ' αυτώ κατεσκεύαζε τών Αποστόλων,
• Θεός Λόγος πάνταρχος, άχραντον δόμον.
• Ομοσθενούς δέ καί συνουσιουμένου,
• Νύν εγκατοικίζεται Πνεύματος φάος.

Ωδή ς' Ο Ειρμός
Ναυτιών τώ σάλω, τών βιοτικών μελημάτων, συμπλόοις ποντούμενος αμαρτίαις, καί ψυχοφθόρω θηρί προσριπτούμενος, ως ο Ιωνάς Χριστέ βοώ σοι, Εκ θανατηφόρου με βυθού ανάγαγε.

Εκ τού Πνεύματός σου, σάρκα επί πάσαν, ως είπας, πλουσίως εξέχεας, καί επληρώθη τής σής η σύμπασα γνώσεως Κύριε, ότι εκ Πατρός Υιός αρρεύστως έφυς, καί τό Πνεύμα αμερίστως πρόεισιν.

Ειρμός άλλος
• Ιλασμός ημίν Χριστέ καί σωτηρία,
• Ο Δεσπότης έλαμψας εκ τής Παρθένου,
• Ίν, ως Προφήτην θηρός εκ θαλατίου,
• Στέρνων Ιωνάν, τής φθοράς διαρπάσης,
• Όλον τόν Αδάμ, παγγενή πεπτωκότα.

Δόξα...
• Ιμερτόν ημίν ευθές εν τοίς εγκάτοις,
• Αιωνίως έξουσι Πνεύμα καινίσαις,
• Πατροπροβλήτως πάντοτε ξυνημμένον,
• Ύλης απεχθούς καυστικών μολυσμάτων,
• Ρύπου τε φρενών ρυπτικόν Παντοκράτορ.

Και νυν...
• Ορεκτόν αξίωμα τοίς Αποστόλοις,
• Σιωνίταις μίμνουσι σήν παρουσίαν,
• Γνώρισμα Πνεύμα πατρογεννήτου Λόγου,
• Λέσχην απηνή τών εθνών ποππυσμάτων,
• Ωκιστα δεικνύς, πυρπνόως καθιδρύεις.

Κοντάκιον Ήχος πλ. δ'
Ότε καταβάς τάς γλώσσας συνέχεε, διεμέριζεν έθνη ο Ύψιστος, ότε τού πυρός τάς γλώσσας διένειμεν, εις ενότητα πάντας εκάλεσε, καί συμφώνως δοξάζομεν τό πανάγιον Πνεύμα.
Ο Οίκος
Ταχείαν καί σταθηράν δίδου παραμυθίαν τοίς δούλοις σου, Ιησού, εν τώ ακηδιάσαι τά πνεύματα ημών, μή χωρίζου τών ψυχών ημών εν θλίψεσι, μή μακρύνου τών φρενών ημών εν περιστάσεσιν, αλλά αεί ημάς πρόφθασον, Εγγισον ημίν, έγγισον ο πανταχού, ως περ καί τοίς Αποστόλοις σου πάντοτε συνής, ούτω καί τοίς σέ ποθούσιν ένωσον σαυτόν οικτίρμον, ίνα συνημμένοι σοι υμνώμεν, καί δοξολογώμεν τό πανάγιόν σου Πνεύμα.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ.
Στίχοι
• Χεὶρ Θεόδοτον, ἣν Θεοῦ χεὶρ ξηράνοι,
• Θεῷ δοτὸν τίθησι, πλήξασα ξίφει.
• Θεόδοτος ἑβδομάτῃ τυθεὶς ἕλεν οὐρανὸν εὐρύν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ζηναΐδος τῆς θαυματουργοῦ, καὶ τῶν Ἁγίων γυναικῶν, Αἰσίας καὶ Σωσάννης, μαθητριῶν Παγκρατίου Ἐπισκόπου Ταυρομενίου.

Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, ἐν τοῖς Βασιλίσκου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος.
Στίχοι
• Ἄφωνος ἥκει πρὸς ξίφος Λυκαρίων,
• Ἔναντι τοῦ κείροντος οἷον ἀρνίον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης ξίφει τελειοῦνται.
Στίχοι
• Ἰωάννην τέμνουσι σὺν Ταρασίῳ
• Οὐ πρὸς τέμνον ἐκταραχθέντας ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
• Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους,
• Ὁ πρακτικὴ χεὶρ ἀρετῶν οἶδε πλέκειν.

Τῇ αὐτῇ ἡμέρᾳ, ο. Ὅσιος Ἄνθιμος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
• Ἄνθην ἐνεγκὼν Ἄνθιμος χριστοῦ βίου,
• Πρὸ τῆς τελευτῆς ἀρετῶν καρπὸν φύει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Σεβαστιανὴ ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
• Σεβαστιανῆς, ὡς τὰ λοιπὰ τοῦ βίου,
• Σεβαστὰ πᾶσι, καὶ τὸ τοῦ βίου τέλος.

Συναξάριον Πεντηκοσταρίου
Τή αυτή ημέρα, Κυριακή ογδόη από τού Πάσχα, τήν αγίαν Πεντηκοστήν εορτάζομεν.
Στίχοι
• Πνοή βιαία γλωσσοπυρσεύτως νέμει,
• Χριστός το θείον Πνεύμα τοίς Αποστόλοις.
• Εκκέχυται μεγάλω ενί ήματι Πνεύμ' αλιεύσι.

Ταίς τών αγίων Αποστόλων πρεσβείαις, Χριστέ ο Θεός ημών, ελέησον ημάς. Αμήν.

Ωδή ζ' Ο Ειρμός
Οι εν καμίνω τού πυρός εμβληθέντες όσιοι Παίδες, τό πύρ εις δρόσον μετέβαλον, διά τής υμνωδίας, ούτω βοώντες, Ευλογητός εί Κύριε, ο Θεός τών Πατέρων ημών.

Ρητορευόντων τά θεία μεγαλεία τών Αποστόλων, τού Πνεύματος η ενέργεια, ενομίζετο μέθη τοίς απιστούσι, δι' ής Τριάς γνωρίζεται, εις Θεός τών Πατέρων ημών.

Τήν αδιαίρετον φύσιν ορθοδόξως θεολογούην μεν, Θεόν Πατέρα τόν άναρχον, τής αυτής εξουσίας Λόγον καί Πνεύμα, Ευλογητός εί, κράζοντες, ο Θεός τών Πατέρων ημών.

Ειρμός άλλος
• Σύμφωνον εθρόησεν οργάνων μέλος,
• Σέβειν τό χρυσότευκτον άψυχον βρέτας.
• Η τού Παρακλήτου δέ φωσφόρος χάρις,
• Σεβασμιάζει τού βοάν, Τριάς μόνη,
• Ισοσθενής, άναρχος, ευλογητός εί.

• Φωνήν προφητόφθεγκτον ηγνοηκότες,
• Έφασκον οινότευκτον άφρονες μέθην.
• Ρήσεις ξενηκούσθησαν ως Αποστόλων.
• Οι ευσεβείς δέ, σοί βοώμεν ενθέως.
• Νεουργέ τού σύμπαντος, ευλογητός εί.

Δόξα...
• Θέσπιν κατεβρόντησεν ο βλέπων όπα,
• Ένθους Iωήλ τού θεαρχικωτάτου
• Οίς εκχεώ, φήσαντος οίά περ Λόγου,
• Τού Πνεύματός μου, συμβοήσουσι. Φύσις,
• Η τρισσοφεγγόφωτος, ευλογητός εί.

Και νυν...
• Τριττή μέν ευμοίρησεν ωρών τήν χάριν,
• Όπως υπεμφήνειε τρείς υποστάσεις,
• Σέβειν εν απλότητι τής εξουσίας,
• Αλλ' εν μιά νύν ημερών τή Κυρία,
• Υιός Πατήρ, καί Πνεύμα, ευλογητός εί.

Ωδή η' Ο Ειρμός
Άφλεκτος πυρί εν Σινά προσομιλούσα, βάτος Θεόν εγνώρισε, τώ βραδυγλώσσω καί δυσήχω Μωσεί καί Παίδας ζήλος Θεού, τρείς αναλώτους τώ πυρί υμνωδούς έδειξε, Πάντα τά έργα τόν Κύριον υμνείτε, καί υπερυψούτε εις πάντας τούς αιώνας.

Ζωτικλής εξ ύψους βιαίας φερομένης, ηχητικώς τού Πνεύματος τού παναγίου, αλιεύσι πνοής, πυρίνων είδει γλωσσών, τά μεγαλεία τού Θεού ερρητορεύοντο, Πάντα τά έργα τόν Κύριον υμνείτε, καί υπερυψούτε εις πάντας τούς αιώνας.

Οι μή θιγομένω προβαίνοντες εν όρει, μή πεφρικότες πύρ δειματούν, δεύτε καί στώμεν εν τώ όρει Σιών, εν πόλει ζώντος Θεού, πνευματοφόροις Μαθηταίς νύν συγχορεύοντες, Πάντα τά έργα τόν Κύριον υμνείτε, καί υπερυψούτε εις πάντας τούς αιώνας.

Ειρμός άλλος
• Λύει τά δεσμά καί δροσίζει τήν φλόγα,
• Ο τρισσοφεγγής τής θεαρχίας τύπος,
• Υμνούσι Παίδες, ευλογεί δέ τόν μόνον,
• Σωτήρα καί παντουργόν, ως ευεργέτην,
• Η δημιουργηθείσα σύμπασα κτίσις.

• Μνήμην ο Χριστός τών βροτοσσόων επών,
• Απατρακουσθείς τοίς Αποστόλοις έφη,
• Τό Πνεύμα τεύχει γλωσσοπυρσεύτω θέα,
• Εφίζον, ευλογητόν οικειουμένη,
• Ηλλοτριωμένη δέ μέλπει σε κτίσις.

Δόξα...
• Σωτηριωδώς, αυτοδεσπότως ιόν,
• Φώς αυτολαμπές, καί παρεκτικόν φάους,
• Υπάρχον, ήκες εμφορούν Αποστόλοις,
• Τιμήεν ως άημα, τοίς σοίς οικέταις,
• Λελιπαρημένον δέ Πνεύμα προσνέμοις.

Και νυν...
• Ή σε Προφητών πνευματέμφορον στόμα,
• Σήν σωματωδώς, ώ μέδων, ενδημίαν,
• Καί Πνεύμα κόλπων πατρικών προηγμένον,
• Ακτιστοσυμπλαστουργοσύνθρονον σέθεν,
• Ιείς ενανθρωπήσεως πιστοίς σέβας.

Καταβασίες

Ήχος βαρύς
Πόντω εκάλυψε Φαραώ σύν άρμασιν, ο συντρίβων πολέμους εν υψηλώ βραχίονι, άσωμεν αυτώ, ότι δεδόξασται.
Ήχος δ'
• Θείω καλυφθείς ο βραδύγλωσσος γνόφω.
• Ερρητόρευσε τόν θεόγραφον νόμον
• Ιλύν γάρ εκτινάξας όμματος νόου,
• Ορά τόν όντα, καί μυείται Πνεύματος
• Γνώσιν, γεραίρων ενθέοις τοίς άσμασιν.

Ήχος βαρύς
Τήν εξ ύψους δύναμιν τοίς Μαθηταίς, Χριστέ, έως άν ενδύσησθε έφης, καθίσατε εν Ιερουσαλήμ, εγώ δέ ως εμέ Παράκλητον άλλον, Πνεύμα τό εμόν τε καί Πατρός αποστελώ, εν ώ στερεωθήσεσθε.
Ήχος δ'
• Έρρηξε γαστρός ητεκνωμένης πέδας,
• Ύβριν τε δυσκάθεκτον ευτεκνουμένης,
• Μόνη προσευχή τής Προφήτιδος πάλαι
• Άννης, φερούσης πνεύμα συντετριμμένον,
• Πρός τόν δυνάστην, καί Θεόν τών γνώσεων.
Ήχος βαρύς
Κατανοών ο Προφήτης, τήν επ' εσχάτων σου Χριστέ έλευσιν, ανεβόα, τήν σήν ει σακήκοα Κύριε δυναστείαν, ότι πάντας τού σώσαι, τούς χριστούς σου ελήλυθας.
Ήχος δ'
• Άναξ ανάκτων, οίος εξ οίου μόνος,
• Λόγος προελθών, Πατρός εξ αναιτίου.
• Ισοσθενές σου Πνεύμα τοίς Αποστόλοις,
• Νημερτές εξέπεμψας ως ευεργέτης,
• Άδουσι, Δόξα τώ κράτει σου, Κύριε.

Ήχος βαρύς
Τό διά τόν φόβον σου ληφθέν Κύριε, εν γαστρί τών Προφητών, καί κυηθέν επί τής γής πνεύμα σωτηρίας, αποστολικάς καρδίας κτίζει καθαράς, καί εν τοίς πιστοίς ευθές εγκαινίζεται, φώς γάρ καί ειρήνη, διότι τά σά προστάγματα.
Ήχος δ'
• Λυτήριον κάθαρσιν αμπλακημάτων,
• Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,
• Ω τέκνα φωτόμορφα τής Εκκλησίας,
• Νύν εκ Σιών γάρ εξελήλυθε νόμος,
• Η γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

Ήχος βαρύς
Ναυτιών τώ σάλω, τών βιοτικών μελημάτων, συμπλόοις ποντούμενος αμαρτίαις, καί ψυχοφθόρω θηρί προσριπτούμενος, ως ο Ιωνάς Χριστέ βοώ σοι, Εκ θανατηφόρου με βυθού ανάγαγε.
Ήχος δ'
• Ιλασμός ημίν Χριστέ καί σωτηρία,
• Ο Δεσπότης έλαμψας εκ τής Παρθένου,
• Ίν, ως Προφήτην θηρός εκ θαλατίου,
• Στέρνων Ιωνάν, τής φθοράς διαρπάσης,
• Όλον τόν Αδάμ, παγγενή πεπτωκότα.

Ήχος βαρύς
Οι εν καμίνω τού πυρός εμβληθέντες όσιοι Παίδες, τό πύρ εις δρόσον μετέβαλον, διά τής υμνωδίας, ούτω βοώντες, Ευλογητός εί Κύριε, ο Θεός τών Πατέρων ημών.
Ήχος δ'
• Σύμφωνον εθρόησεν οργάνων μέλος,
• Σέβειν τό χρυσότευκτον άψυχον βρέτας.
• Η τού Παρακλήτου δέ φωσφόρος χάρις,
• Σεβασμιάζει τού βοάν, Τριάς μόνη,
• Ισοσθενής, άναρχος, ευλογητός εί.

Ήχος βαρύς
Άφλεκτος πυρί εν Σινά προσομιλούσα, βάτος Θεόν εγνώρισε, τώ βραδυγλώσσω καί δυσήχω Μωσεί καί Παίδας ζήλος Θεού, τρείς αναλώτους τώ πυρί υμνωδούς έδειξε, Πάντα τά έργα τόν Κύριον υμνείτε, καί υπερυψούτε εις πάντας τούς αιώνας.
Ήχος δ' Αινούμεν…
• Λύει τά δεσμά καί δροσίζει τήν φλόγα,
• Ο τρισσοφεγγής τής θεαρχίας τύπος,
• Υμνούσι Παίδες, ευλογεί δέ τόν μόνον,
• Σωτήρα καί παντουργόν, ως ευεργέτην,
• Η δημιουργηθείσα σύμπασα κτίσις.

Ο Ιερεύς: Τήν Θεοτόκον καί Μητέρα τού Φωτός, εν ύμνοις τιμώντες μεγαλύνωμεν.

Ωδή θ' Ο Ειρμός
Μή τής φθοράς διαπείρα κυοφορήσασα, καί παντεχνήμονι Λόγω σάρκα δανείσασα, Μήτερ απείρανδρε, Παρθένε Θεοτόκε, δοχείον τού αστέκτου, χωρίον τού απείρου πλαστουργού σου, σε μεγαλύνομεν. (Δίς)

Επιπαφλάζοντος πάλαι πυρίνου άρματος, ο ζηλωτής καί πυρίπνους χαίρων οχούμενος, τήν νύν εκλάμψασαν επίπνοιαν εδήλου, εξ ύψους Αποστόλοις, υφ' ής καταλαμφθέντες, τήν Τριάδα πάσιν εγνώρισαν.

Νόμου τών φύσεων δίχα ξένον ηκούετο, τών Μαθητών τής μιάς γάρ φωνής απηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ενηχούντο, λαοί, φυλαί καί γλώσσαι, τά θεία μεγαλεία, τής Τριάδος γνώσιν μυούμενοι.

Ειρμός άλλος
• Χαίρος Άνασσα, μητροπάρθενον κλέος.
• Άπαν γάρ ευδίνητον εύλαλον στόμα,
• Ρητρεύον, ου σθένει σε μέλπειν αξίως.
• Ιλιγγιά δέ νούς άπας σου τόν τόκον
• Νοείν, όθεν σε συμφώνως δοξάζομεν. (Δίς)

Δόξα...
• Ύδειν έοικε τήν φυσίζωον Κόρην.
• Μόνη γάρ εν δίνησι κεκρύφει Λόγον
• Νοσούσαν αλθένοντα τήν βροτών φύσιν.
• Ος δεξιοίς κλισμοίσι νύν ιδρυμένος
• Πατρός, πέπομφε τήν χάριν τού Πνεύματος.

Και νυν...
• Όσοις έπνευσεν η θεόρρυτος χάρις,
• Λάμποντες, αστράπτοντες, ηλλοιωμένοι,
• Οθνείαν αλλοίωσιν ευπρεπεστάτην
• Ισοσθενούσαν τήν άτμητον ειδότες,
• Σοφήν τρίφεγγον ουσίαν δοξάζομεν.

Ωδή θ’ Ήχος βαρύς
Μή τής φθοράς διαπείρα κυοφορήσασα, καί παντεχνήμονι Λόγω σάρκα δανείσασα, Μήτερ απείρανδρε, Παρθένε Θεοτόκε, δοχείον τού αστέκτου, χωρίον τού απείρου πλαστουργού σου, σε μεγαλύνομεν.
Ήχος δ'
• Χαίρος Άνασσα, μητροπάρθενον κλέος.
• Άπαν γάρ ευδίνητον εύλαλον στόμα,
• Ρητρεύον, ου σθένει σε μέλπειν αξίως.
• Ιλιγγιά δέ νούς άπας σου τόν τόκον
• Νοείν, όθεν σε συμφώνως δοξάζομεν.

Εξαποστειλάριον Ήχος γ'
Ο ουρανόν τοίς άστροις
Τό πανάγιον Πνεύμα, τό προϊόν εκ τού Πατρός, καί δι' Υιοή ενδημήσαν, τοίς αγραμμάτοις Μαθηταίς, τούς σέ Θεόν επιγνόντας, σώσον, αγίασον πάντας. (Δίς)
Έτερον Ήχος ο αυτός
Φώς ο Πατήρ, φώς ο Λόγος, φώς καί τό άγιον Πνεύμα, όπερ εν γλώσσαις πυρίναις, τοίς Αποστόλοις επέμφθη, καί δι' αυτού πάς ο κόσμος φωταγωγείται, Τριάδα σέβειν αγίαν. (Άπαξ)

Αίνοι Ἦχος δ'

1. Τού ποιήσαι εν αυτοίς κρίμα έγγραπτον. Δόξα αύτη έσται πάσι τοίς οσίοις αυτού.
Παράδοξα σήμερον είδον τά έθνη πάντα εν πόλει Δαυϊδ, ότε τό Πνεύμα κατήλθε τό άγιον εν πυρίναις γλώσσαις, καθώς ο θεηγόρος Λουκάς απεφθέγξατο, Φησί γάρ, Συνηγμένων τών Μαθητών τού Χριστού, εγένετο ήχος καθάπερ φερομένης βιαίας πνοής, καί επλήρωσε τόν οίκον, ού ήσαν καθήμενοι, καί πάντες ήρξαντο φθέγγεσθαι, ξένοις ρήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τής αγίας Τριάδος.

2. Αινείτε τόν Θεόν εν τοίς Αγίοις αυτού, αινείτε αυτόν εν στερεώματι τής δυνάμεως αυτού.
Παράδοξα σήμερον είδον τά έθνη πάντα εν πόλει Δαυϊδ, ότε τό Πνεύμα κατήλθε τό άγιον εν πυρίναις γλώσσαις, καθώς ο θεηγόρος Λουκάς απεφθέγξατο, Φησί γάρ, Συνηγμένων τών Μαθητών τού Χριστού, εγένετο ήχος καθάπερ φερομένης βιαίας πνοής, καί επλήρωσε τόν οίκον, ού ήσαν καθήμενοι, καί πάντες ήρξαντο φθέγγεσθαι, ξένοις ρήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τής αγίας Τριάδος.

3. Αινείτε αυτόν επί ταίς δυναστείαις αυτού, αινείτε αυτόν κατά τό πλήθος τής μεγαλωσύνης αυτού.
Τό Πνεύμα τό άγιον, ήν μέν αεί, καί έστι καί έσται, ουτε αρξάμενον, ούτε παυσόμενον, αλλ' αεί Πατρί καί Υιώ συντεταγμένον, καί συναριθμούμενον, ζωή, καί ζωοποιούν, φώς, καί φωτός χορηγόν, αυτάγαθον, καί πηγή αγαθότητος, δι' ού Πατήρ γνωρίζεται, καί Υιός δοξάζεται, καί παρά πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τής αγίας Τριάδος.

4. Αινείτε αυτόν εν ήχω, σάλπιγγος, αινείτε αυτόν εν ψαλτηρίω καί κιθάρα.

Τό Πνεύμα τό άγιον, ήν μέν αεί, καί έστι καί έσται, ουτε αρξάμενον, ούτε παυσόμενον, αλλ' αεί Πατρί καί Υιώ συντεταγμένον, καί συναριθμούμενον, ζωή, καί ζωοποιούν, φώς, καί φωτός χορηγόν, αυτάγαθον, καί πηγή αγαθότητος, δι' ού Πατήρ γνωρίζεται, καί Υιός δοξάζεται, καί παρά πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τής αγίας Τριάδος.

5. Αινείτε αυτόν εν τυμπάνω καί χορώ, αινείτε αυτόν εν χορδαίς καί οργάνω,

Τό Πνεύμα τό άγιον, φώς, καί ζωή, καί ζώσα πηγή νοερά, Πνεύμα σοφίας, Πνεύμα συνέσεως, αγαθόν, ευθές, νοερόν, ηγεμονεύον καθαίρον τά πταίσματα, Θεός καί θεοποιούν, πύρ, εκ πυρός προϊόν, λαλούν, ενεργούν, διαιρούν τά χαρίσματα, δι' ού Προφήται άπαντες, καί Θεού Απόστολοι, μετά Μαρτύρων εστέφθησαν, Ξένον άκουσμα, ξένον θέαμα, πύρ διαιρούμενον εις νομάς χαρισμάτων.

6. Αινείτε αυτόν εν κυμβάλοις ευήχοις, αινείτε αυτόν εν κυμβάλοις αλαλαγμού. Πάσα πνοή αινεσάτω τόν Κύριον.

Τό Πνεύμα τό άγιον, φώς, καί ζωή, καί ζώσα πηγή νοερά, Πνεύμα σοφίας, Πνεύμα συνέσεως, αγαθόν, ευθές, νοερόν, ηγεμονεύον καθαίρον τά πταίσματα, Θεός καί θεοποιούν, πύρ, εκ πυρός προϊόν, λαλούν, ενεργούν, διαιρούν τά χαρίσματα, δι' ού Προφήται άπαντες, καί Θεού Απόστολοι, μετά Μαρτύρων εστέφθησαν, Ξένον άκουσμα, ξένον θέαμα, πύρ διαιρούμενον εις νομάς χαρισμάτων.

Δόξα... Καί νύν... Ήχος πλ. β'
Βασιλεύ ουράνιε, Παράκλητε, τό Πνεύμα τής αληθείας, ο πανταχού παρών, καί τά πάντα πληρών, ο θησαυρός τών αγαθών, καί ζωής χορηγός, ελθέ, καί σκήνωσον εν ημίν, καί καθάρισον ημάς από πάσης κηλίδος, καί σώσον αγαθέ τας ψυχάς ημών.

ΜΕΓΑΛΗ ΔΟΞΟΛΟΓΙΑ

Δόξα σοι τώ δείξαντι τό φώς, Δόξα εν υψίστοις Θεώ, καί επί γής ειρήνη, εν ανθρώποις ευδοκία.
Υμνούμέν σε, ευλογούμέν σε, προσκυνούμέν σε, δοξολογούμέν σε, ευχαριστούμέν σοι, διά τήν μεγάλην σου δόξαν.
Κύριε βασιλεύ, επουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υιέ μονογενές, Ιησού Χριστέ, καί Άγιον Πνεύμα,
Κύριε ο Θεός, ο αμνός τού Θεού, ο Υιός τού Πατρός, ο αίρων τήν αμαρτίαν τού κόσμου, ελέησον ημάς, ο αίρων τάς αμαρτίας τού κόσμου.
Πρόσδεξαι τήν δέησιν ημών, ο καθήμενος εν δεξιά τού Πατρός, καί ελέησον ημάς.
Ότι σύ εί μόνος Άγιος, σύ εί μόνος Κύριος, Ιησούς Χριστός, εις δόξαν Θεού Πατρός. Αμήν.
Καθ' εκάστην ημέραν ευλογήσω σε, καί αινέσω τό όνομά σου εις τόν αιώνα, καί εις τόν αιώνα τού αιώνος.
Καταξίωσον, Κύριε, εν τή ημέρα ταύτη, αναμαρτήτους φυλαχθήναι ημάς.
Ευλογητός εί, Κύριε, ο Θεός τών Πατέρων ημών, καί αινετόν καί δεδοξασμένον τό όνομά σου εις τούς αιώνας. Αμήν.
Γένοιτο, Κύριε, τό έλεός σου εφ' ημάς, καθάπερ ηλπίσαμεν επί σέ.
Ευλογητός εί, Κύριε. δίδαξόν με τά δικαιώματά σου (γ').
Κύριε, καταφυγή εγενήθης ημίν, εν γενεά καί γενεά,
Εγώ είπα. Κύριε, ελέησόν με, ίασαι τήν ψυχήν μου, ότι ήμαρτόν σοι.
Κύριε, πρός σέ κατέφυγον, δίδαξόν με τού ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου.
Ότι παρά σοί πηγή ζωής, εν τώ φωτί σου οψόμεθα φώς.
Παράτεινον τό έλεός σου τοίς γινώσκουσί σε.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ γ').
Δόξα... Καί νύν... Άγιος Αθάνατος, ελέησον ημάς.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς.

Απολυτίκιον
Ήχος πλ. δ'
Ευλογητός εί, Χριστέ ο Θεός ημών, ο πανσόφους τούς αλιείς αναδείξας, καταπέμψας αυτοίς τό Πνεύμα τό άγιον, καί δι' αυτών τήν οικουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Είς την λειτουργίαν

Αντίφωνον Α'
Ήχος β
Στίχ. Οι ουρανοί διηγούνται δόξαν Θεού, ποίησιν δέ χειρών αυτού αναγγέλλει τό στερέωμα.
• Ταίς πρεσβείαις τής Θεοτόκου, Σώτερ, σώσόν ημάς.
Στίχ. Ημέρα τή ημέρα ερεύγεται ρήμα καί νύξ νυκτί αναγγέλλει γνώσιν.
• Ταίς πρεσβείαις τής Θεοτόκου...
Στίχ. Ουκ εισί λαλιαί ουδέ λόγοι ών ουχί ακούονται αι φωναί αυτών.
• Ταίς πρεσβείαις τής Θεοτόκου.
Στίχ. Εις πάσαν τήν γήν εξήλθεν ο φθόγγος αυτών, καί εις τά πέρατα τής οικουμένης τά ρήματα αυτών.
• Ταίς πρεσβείαις τής Θεοτόκου...
Δόξα... Καί νύν...
• Ταίς πρεσβείαις τής Θεοτόκου...

Αντίφωνον Β'
Ήχος ο αυτός
Στίχ. Επακούσαι σου Κύριος εν ημέρα θλίψεως, υπερασπίσαι σου τό όνομα τού Θεού Ιακώβ.
• Σώσον ημάς, Παράκλητε αγαθέ, ψάλλοντάς σοι. Αλληλούϊα.
Στίχ. Εξαποστείλαι σοι βοήθειαν εξ αγίου, καί εκ Σιών αντιλάβοιτό σου.
• Σώσον ημάς, Παράκλητε αγαθέ...
Στίχ. Μνησθεί η πάσης θυσίας σου, καί τό ολοκαύτωμά σου πιανάτω.
• Σώσον ημάς, Παράκλητε αγαθέ...
Δόξα... Καί νύν...
Ο μονογενής Υιός καί Λόγος τού Θεού...

Αντίφωνον Γ'
Ήχος πλ. δ'
Στίχ. Κύριε, εν τή δυνάμει σου ευφρανθήσεται ο Βασιλεύς, καί επί τώ σωτηρίω σου αγαλλιάσεται σφόδρα.
• Ευλογητός εί, Χριστέ ο Θεός ημών, ο πανσόφους τούς αλιείς αναδείξας, καταπέμψας αυτοίς τό Πνεύμα τό άγιον, καί δι' αυτών τήν οικουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
Στίχ. Τήν επιθυμίαν τής καρδίας αυτού έδωκας αυτώ καί τήν θέλησιν τών χειλέων αυτού ουκ εστέρησας αυτόν.
• Ευλογητός εί, Χριστέ ο Θεός ημών...
Στίχ. Ότι προέφθασας αυτόν εν ευλογίαις χρηστότητος, έθηκας επί τήν κεφαλήν αυτού στέφανον εκ λίθου τιμίου.
• Ευλογητός εί, Χριστέ ο Θεός ημών...
Στίχ. Ζωήν ητήσατό σε, καί έδωκας αυτώ μακρότητα ημερών εις αιώνα αιώνος.
• Ευλογητός εί, Χριστέ ο Θεός ημών...

Εισοδικόν
Υψώθητι, Κύριε, εν τή δυνάμει σου, άσωμεν καί ψαλούμεν τάς δυναστείας σου, Σώσον ημάς, Παράκλητε αγαθέ, ψάλλοντάς σοι. Αλληλούϊα.

Τό Απολυτίκιον
Ήχος πλ. δ'
Ευλογητός εί, Χριστέ ο Θεός ημών, ο πανσόφους τούς αλιείς αναδείξας, καταπέμψας αυτοίς τό Πνεύμα τό άγιον, καί δι' αυτών τήν οικουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Κοντάκιον
Ήχος πλ. δ'
Ότε καταβάς τάς γλώσσας συνέχεε, διεμέριζεν έθνη ο Ύψιστος, ότε τού πυρός τάς γλώσσας διένειμεν, εις ενότητα πάντας εκάλεσε, καί συμφώνως δοξάζομεν τό πανάγιον Πνεύμα.

Αντί δέ τού Τρισαγίου
Όσοι εις Χριστόν εβαπτίσθητε...

Προκείμενον τού Αποστόλου
Ήχος πλ. δ'
Εις πάσαν τήν γήν εξήλθεν ο φθόγγος αυτών.

Στίχ. Οι ουρανοί διηγούνται δόξαν Θεού.

Πράξεων των Αποστόλων το Ανάγνωσμα.

1. Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. 2. καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι• 3. καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, 4. καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. 5. Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν• 6. γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. 7. ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους• οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8. καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, 9. Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10. Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, 11. Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;

Αλληλούϊα Ήχος α'
Τώ λόγω Κυρίου οι ουρανοί εστερεώθησαν.
Στίχ. Εξ ουρανού επέβλεψεν ο Κύριος.

Ευαγγέλιον

Κυριακή της Πεντηκοστής (Ιωάν. 7,37-53, 8,12)
37. Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων• ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39. τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν• οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 40. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον• οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. 41. ἄλλοι ἔλεγον• οὗτός ἐστιν ὁ Χριστός• ἄλλοι ἔλεγον• μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42. οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; 43. σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. 44. τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. 45. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι• διατί οὐκ ἠγάγετε αὐτόν; 46. ἀπεκρίθησαν οἱ ὑπηρέται• οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. 47. ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι• μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48. μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49. ἀλλ' ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι 50. λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν• 51. μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 52. ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ• μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. 53. Καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, 12. Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων• ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου• ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.

Είς το Εξαιρέτως...

Ήχος βαρύς
Μή τής φθοράς διαπείρα κυοφορήσασα, καί παντεχνήμονι Λόγω σάρκα δανείσασα, Μήτερ απείρανδρε, Παρθένε Θεοτόκε, δοχείον τού αστέκτου, χωρίον τού απείρου πλαστουργού σου, σε μεγαλύνομεν.

Κοινωνικόν
<<Τό Πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία. Αλληλούϊα.>>

Αντί του <<Είδομεν το φώς>>...

Ήχος πλ. δ'
Ευλογητός εί, Χριστέ ο Θεός ημών, ο πανσόφους τούς αλιείς αναδείξας, καταπέμψας αυτοίς τό Πνεύμα τό άγιον, καί δι' αυτών τήν οικουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Είη το όνομα Κυρίου
-Κύριε Ιησού Χριστέ, ελέησόν με τον αμαρτωλό και ανάξιο δούλο σου.
-Γνώρισόν μοι, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μου.
-Εξομολογήσομαί σοι είς τον αιώνα, ότι εποίησας και υπομενώ το όνομά σου ότι χρηστόν εναντίον των οσίων σου.
Άβαταρ μέλους
PRETORIAN
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 556
Εγγραφή: Δευτ Μαρ 05, 2007 9:00 am

Re: Το τυπικόν της Κυριακής(ανανεώνεται κάθε Κυριακή)

Δημοσίευσηαπό vfilip » Σάβ Ιουν 06, 2009 4:43 pm

πολύ χρήσιμο αυτό το τυπικό που ανεβάζεις , πολύ μ'εχει βοηθήσει .το περιμένω κάθε εβδομάδα .
αυτή τη φορά δεν έβαλλες τα ευλογητάρια ή μήπως δεν τα αναγιγνώσκουν αύριο ?
επίσης τις ευχές που διαβάζει ο ιερέας στη γονυκλισία άραγε που θα τις βρούμε ?
Άβαταρ μέλους
vfilip
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
 
Δημοσιεύσεις: 693
Εγγραφή: Παρ Ιούλ 21, 2006 8:00 am

ΠροηγούμενηΕπόμενο

Επιστροφή στο Βυζαντινή Μουσική

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 1 επισκέπτης