Άγιος Λεόντιος

Βιογραφία των Αγίων και Γερόντων τις Εκκλησίας μας

Συντονιστές: ntinoula, Συντονιστές

Άβαταρ μέλους
vasilikirimp
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1403
Εγγραφή: Δευ Μάιος 05, 2008 5:00 am
Τοποθεσία: Κατερίνη
Επικοινωνία:

Δημοσίευση από vasilikirimp »

Αγαπητή μου Κατερίνα θα σου φανεί παράξενο αλλά η κόρη μου αν και 7 ετών χαίρεται ιδιαίτερα το δεκαπενταύγουστο.Δε ξέρω τι είναι αυτό που της δίνει τέτοια χαρά η ανεμελιά του καλοκαιριού η αγάπη που έχει για την Παναγίτσα επειδή συζητάμε πολύ - πάντως από μόνη της εδώ και 3 χρόνια τη συγκεκριμένη ημέρα μας είπε ότι γιορτάζει.
Άβαταρ μέλους
Teri
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 2330
Εγγραφή: Δευ Απρ 07, 2008 5:00 am
Τοποθεσία: Αικατερίνα@Θεσσαλονίκη

Δημοσίευση από Teri »

vasilikirimp έγραψε:Αγαπητή μου Κατερίνα θα σου φανεί παράξενο αλλά η κόρη μου αν και 7 ετών χαίρεται ιδιαίτερα το δεκαπενταύγουστο.Δε ξέρω τι είναι αυτό που της δίνει τέτοια χαρά η ανεμελιά του καλοκαιριού η αγάπη που έχει για την Παναγίτσα επειδή συζητάμε πολύ - πάντως από μόνη της εδώ και 3 χρόνια τη συγκεκριμένη ημέρα μας είπε ότι γιορτάζει.
Δε μου κάνει καμία εντύπωση!

Τα παιδιά άλλωστε είναι οι κληρονόμοι της Βασιλείας των Ουρανών!

Να τη χαίρεσαι!
iliasvou
Τακτικό Μέλος
Τακτικό Μέλος
Δημοσιεύσεις: 35
Εγγραφή: Σάβ Φεβ 18, 2006 6:00 am

Δημοσίευση από iliasvou »

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΛΕΟΝΤΙΟΥ ΑΧΑΙΑΣ

Ἐν τῷ Μικρῷ Ἐσπερινῷ,
εἰ τύχοι ἐν Κυριακῇ, ἱστῶμεν στιχ. ς´ καὶ ψάλλομεν στιχ. Ἀναστάσιμα γ´ καὶ τοῦ Ἁγίου γ´. Δόξα, τοῦ Ἁγίου. Καὶ νῦν, τὸ Θεοτοκίον τοῦ ἤχου, καὶ τὰ ἀπόστιχα· τὸ ἀναστάσιμον στιχηρὸν καὶ τοῦ Ἁγίου μετὰ τῶν ἰδίων στίχων, ἀπολυτίκιον τὸ ἀναστάσιμον, καὶ τοῦ Ἁγίου, καὶ τὸ Θεοτοκίον.

Ἐν δὲ τῷ Μεγάλῳ Ἐσπερινῷ
ψάλλομεν τό, Μακάριος ἀνήρ, τὸ πρῶτον ἀντίφωνον, εἰς ἦχον πλ. δ´ καὶ εἰ ἐστι Κυριακή, λέγεται καὶ τὸ ἐπίλοιπον κάθισμα. Ἰστέον, ὅτι ὅταν τύχῃ Κυριακὴ ἡ παροῦσα ἡμέρα, ψάλλεται καὶ ἡ ἀκολουθία τῶν ἁγίων Προπατόρων, καὶ ὀφείλει ψάλλεσθαι οὕτως:
Εἰς τό, Κύριε ἐκέκραξα, στιχ. Ἀναστάσιμα γ´ καὶ ἀναλογικὸν α´, εἶτα τῶν Προπατόρων γ´ καὶ τοῦ Ἁγίου γ´. Δόξα τῶν Προπατόρων. Καὶ νῦν, Θεοτοκίον τὸ α´ τοῦ ἤχου.
Εἰς τὴν λιτὴν τὰ ἰδιόμελα τῶν ἁγίων τὸ εἰς τὴν λιτὴν καὶ τὸ ἀπόστιχον, εἶτα τοῦ Ἁγίου, ἰδιόμελα τὸν α´, τοὺς β´ καὶ τοὺς γ´. Δόξα, ἦχος πλ. β´, Τὸ τῶν Ἀγγέλων ζηλώσας πολίτευμα. Καὶ νῦν, Θεοτοκίον, Ὁ ποιητὴς καὶ λυτρωτής μου. Εἰς τὸν στίχ. Τὰ ἀναστάσιμα, Δόξα, τοῦ Ἁγίου, ἦχος πλ. δ´, Τῶν γεηρῶν φροντίδων. Καὶ νῦν, Θεοτοκίον, Ἀνύμφευτε Παρθένε, ἀπολυτίκιον, Θεοτόκε Παρθένε (δίς), καὶ τοῦ Ἁγίου (ἅπαξ).
Εἰς δὲ τό, Θεὸς Κύριος, τροπάριον τὸ ἀναστάσιμον, εἶτα τῶν Ἁγίων. Δόξα, τοῦ Ὁσίου. Καὶ νῦν, Θεοτοκίον. Εἰς τὰ καθίσματα τῆς στιχολογίας, κάθισμα ἀναστάσιμον, μετὰ δὲ τὸν Ἄμωμον καὶ τὰ Εὐλογητάρια, ἡ Ὑπακοή, εἶτα ψάλλεται ὁ Πολυέλεος καὶ τὰ καθίσματα τοῦ Ἁγίου, οἱ ἀναβαθμοὶ τοῦ ἤχου καὶ Εὐαγγέλιον ἀναστάσιμον. Οἱ κανόνες, ὁ ἀναστάσιμος, εἰς δ´, τῶν Προπατόρων εἰς δ´ καὶ τοῦ Ἁγίου εἰς στ´. Τῶν δὲ Ἁγίων Τριῶν Παίδων ὁ κανὼν ἀφίεται· εἰς τὴν γ´ ᾠδὴν κοντάκιον καὶ ὁ οἶκος τῶν Ἁγίων, κάθισμα τοῦ Ἁγίου.
Εἰς δὲ τὴν στ´ τὸ κοντάκιον καὶ ὁ οἶκος αὐτοῦ, ἐξαποστειλάριον τὸ ἀναστάσιμον τῶν Ἁγίων, τοῦ Ὁσίου, καὶ Θεοτοκίον· εἰς τοὺς αἴνους στιχηρὰ ἀναστάσιμα δ´ καὶ τοῦ Ἁγίου στιχηρὰ τὰ τῶν αἴνων γ´ καὶ τὸ Δόξα, μετὰ τῶν στίχων αὐτοῦ. Δόξα, τῶν Προπατόρων. Καὶ νῦν, Ὑπερευλογημένη· Τὸ δὲ ἑωθινὸν εἰς τὴν α´ ὥραν
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Ἱστῶμεν στίχους δ´. Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν Δωριέων τὸ κλέος, καὶ ἐγκαλλώπισμα, τῆς ὑφηλίου πάσης, τὸ ἐντρύφημα δεῦτε, Λεόντιον τὸν πάνυ ἀσματικῶς, εὐφημήσωμεν σήμερον, τοῦτο βοῶντες ἐν πίστει ὑπὲρ ἡμῶν, τὸν Χριστὸν ἀεὶ ἱκέτευε.

Τὸν εὐκλεῆ μυστηπόλον, τῆς θείας χάριτος καὶ ἄριστον ἐργάτην τοῦ Χριστοῦ τῆς ἀμπέλου, Λεόντιον τὸν μέγαν, οἱ τῶν αὐτοῦ, δωρεῶν ἀπολαύνοντες, δεῦτε κροτήσωμεν ὕμνοις χρεωστικῶς, καὶ τοῖς λόγοις καταστέψωμεν.

Τὸ πρὸς Κυρίου δοθέν σοι, ἐπαύξων τάλαντον, καὶ ζῶν καὶ μετὰ τέλος, τῆς χαρᾶς ἠξιώθης, τῆς θείας τοῦ Δεσπότου, πρᾶος φανεὶς οἰκονόμος Λεόντιε, συγκοινωνός τε ὁσίων, καὶ τῶν πιστῶν, πάντων φύλαξ ὑπέρμαχος.

Δόξα. Ἦχος δ´.
Τὴν πάνσεπτον πανήγυριν τῆς ἐνδόξου θεόφρον τῆς σῆς, ἀσωμάτων οἱ δῆμοι ἐν οὐρανῷ, καὶ μερόπων τὸ φῦλον, ἐπὶ τῆς γῆς ἐκθειάζουσιν, ὅτι σκεῦος πέφηνας τῆς τριλαμποῦς μοναρχίας καὶ θεῖος σηκός, αὐτὴν ἱλεούμενος, ὑπὲρ ἡμῶν, μὴ ἐλλίπῃς, λιτάζομεν τὸν θερμῶς τὴν παμφαή, γεραιρόντων σου μνήμην, τὴν φωσφόρον καὶ αἴσιον πάτερ Λεόντιε.

Εἰς τὸν στίχον στιχηρά. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τῶν μοναστῶν, τὰ πλήθη συνελθόντες, τὴν παμφαὴ ἐν ὕμνοις, πανήγυριν τοῦ θείου, Λεοντίου τελέσωμεν.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Φωτὸς τοῦ τριλαμποῦς, ὑπάρξας θεῖος δόμος, φωταγωγεῖς τοὺς πίστει, προστρέχοντας τῇ θήκῃ, θεόφρον τῶν λειψάνων σου.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ὤφθης ἀληθῶς, Λεόντιε φῶς μέγα, νυκτὸς ἐξ ἀγνωσίας, ῥυόμενος τυς πόθῳ, ὑμνοῦντας σου τὴν κοίμησιν.

Δόξα. Ἦχος γ´. Νῦν προφητική.
Νῦν πνευματικὴ πάρεστι πανδαισία, φιλέορτοι νοητῶς τρυφήσωμεν, καὶ σῶμα καὶ νοῦν καθαρθέντες, καθαροὶ τῷ παναμώμῳ προσέλθωμεν Λεοντίῳ καὶ σορὸν τούτου προσπτυξώμεθα, ἐξ ἧς ῥεῖθρα ἀναβλύζουσι, καθάρσια μολυσμῶν παντοδαπῶν, εἰς Χριστοῦ τὴν δόξαν τοῦ πάντων Θεοῦ· οὓς ταῖς εὐχαῖς ἀγαθέ, ἐθνῶν τὰ θράση καθελείς, ὅτι εἰς χοῦν ἔθεντο τὸ σκήνωμά σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἁγιόπρωτε σεμνή, ἐγκώμιον οὖσα τῶν οὐρανίων ταγμάτων, Ἀποστόλων ὑμνῳδία, Προφητῶν περιοχή. Δέσποινα πρόσδεξαι, καὶ ἡμῶν τὰς δεήσεις.
Καὶ ἡ εὐλόγησις τῶν κολλύβων, καὶ Ἀπόλυσις.













ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, τὸ Μακάριος ἀνήρ, εἰς ἦχον πλ. δ´ τὸ α´ ἀντίφωνον ὅλον, εἶ τύχη ἐν Κυριακή, εἰς δὲ τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στιχ. η´ καὶ ψάλλομεν στιχηρὰ τοῦ ἁγίου.

Ἦχος β´. Ποίοις εὐφημιῶν.
Ποίοις τὸν ἐπὶ γῆς ἄγγελον, καὶ οὐράνιον ἄνθρωπον ὕμνοις, τοῖς τῶν ἐγκωμίων τιμήσωμεν, τὸν τῶν ἀσωμάτων συνόμιλον, καὶ τ&#
8182;ν πρωτοτόκων συμπολίτην, τὸ σκεῦος, τῶν χαρισμάτων τῶν τοῦ Πνεύματος, τὸν οἶκον τῆς τριλαμποῦς μιᾶς θεότητος, παρ´ ᾧ Πατήρ, καὶ Λόγος, καὶ τὸ θεῖον Πνεῦμα, κατεσκήνωσαν, εἰς ὃν καὶ μονὴν ἐποιήσαντο, Λεόντιον τὸν τρισόλβιον.

Ποίοις χαρμονικοῖς ἔπεσι, μακαρίσωμεν τὸν θεοφόρον, τὸ πνευματοκίνητον ὄργανον καὶ τὴν θεοκόσμητον σάλπιγγα, τὴν τὰ θεῖα μέλη κελαδοῦσαν, τοῦ γήρως τὴν βακτηρίαν τὴν ἀκράδαντον, τὴν ῥάβδον ποιμαντικῶς τὴν διϊθύνουσαν, πρὸς Παραδείσου λειμῶνας, τούς του λόγου ἄρνας, καὶ φυλάττουσαν ἀσινεῖς πιστούς, καὶ συντρίβουσαν πύλας, τοῦ παμφάγου δράκοντος.

Ποίοις οἱ εὐτελοῖς ᾄσμασιν, εὐφημήσωμεν τὸν θεηγόρον, τὴν οὐρανοχάλκευτον μάχαιραν, τήν τῳ θείῳ λόγῳ ἐκτέμνουσαν, ῥάστα ἐκ τοῦ χείρονος τὸ κρεῖττον, τὸν νοῦν, τὸν τὰ κεκρυμμένα ἐρευνήσαντα, σαφῶς τὰ τοῦ θείου Πνεύματος, ἐν πνεύματι τῆς προφητείας τῶν ὅρων, τὸν τομῶς χωρήσαντα κατὰ τοῦ Βελίαρ ἐχθροῦ, καὶ τοῦτον συντρίψαντα, τῷ σθένει τῆς θείας χάριτος.

Δόξα. Ἦχος πλ. β´. Τὸ κατ´ εἰκόνα.
Τὸ τῶν ἀγγέλων ζηλώσας πολίτευμα καὶ τῆς σοφίας, ὡραϊσθεὶς τοῖς ἀνάρχοις, καὶ μακαρίαις ἐλλάμψεσιν, εἰς τὴν ὑπέρφωτον, ὡς ἐφικτόν, ἤρθης ἕνωσιν· Ὁλικῶς γὰρ τῶν ὄντων ὑπεριπτάμενος, ἔφθασας ἐνθέσμως τῶν ἐφετῶν τὸ ἀκρότατον, καὶ Θεὸν τρανῶς βλέπειν ἠξίωσαι· ὅθεν πρωτοτόκων συμπολίτης ὑπάρχεις, ἡσυχίας ἀκρότης, θεωρίας ταμεῖον, λαμπτὴρ μοναστῶν πρακτικώτατος· καὶ νῦν ἀπολαβὼν τὰ βραβεῖα σῶν πόνων Λεόντιε, ὁσημέραι δυσώπει, τὸν Δεσπότην τῶν ὅλων, ὑπὲρ πάντων τῶν πίστει, ἀνευφημούντων τὴν θείαν σου κοίμησιν.

Καὶ νῦν. Θεοτοκίον. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

Εἴσοδος, τὸ Φῶς ἱλαρόν, Προκείμενον καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ´, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ´ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Ε´, 15-23 & Στ´, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ´ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς· καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυ
ναστῶν. Ἀκοῦσατε οὖν βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος α´. Εὐφραίνου ἐν Κυρίῳ.
Ἐνθέως ἀγλαΐζου, τάξις τῶν μονοτρόπων, καὶ τέρπου ἐν τῷ πνεύματι, καὶ σκίρτα τῇ καρδίᾳ, Λεόντιον τὸν ἰσάγγελον ἀσκητήν, καὶ κήρυκα τῆς ἀληθείας πλουτοῦσα ὑπέρμαχον, καὶ πρεσβευτήν, εὐφράνθητι, τῶν χαρίτων τὰς θαλάσσας ἀπαντοῦσα καὶ ὅλα καταστρέφοντα, τῶν δαιμόνων τὰ στίφη, καὶ γηθοσύνως τῷ δεσπότῃ προσφώνησον, εὔσπλαγχνε δόξα σοι.

Ἦχος β´. Εἰς τὰ ὑπέρ.
Εἰς τὰ ἐπουράνια ἀνάκτορα, τὸ πνεῦμα σου Λεόντιε τὸ ἱερὸν ὁ πάντων Θεός, ἐδέξατο ἀμόλυντον· Σὺ γὰρ μονοτρόπων στήλη ἐχρημάτισας· καὶ θεωρίας ἀκρότης, καὶ τῆς πράξεως ἀλείπτης φαιδρός· Μεταστὰς δὲ τῶν ῥευστῶν, τὰ μὴ ῥέοντα κλῆρον ἀπείληφας ἑνούμενος ταῖς ἀνωτάτοις φρικτωρίαις τῆς θεαρχίας ἀμέσως πάτερ καὶ τὴν χάριν ἔλαβες τῶν ἰάσεων, τοῖς πᾶσιν ὀρέγων τὰ σωτήρια ἄκη· διὰ σοῦ μέγιστε, δοξάζοντες τὴν πανήγυριν κατὰ χρέος γεραίρομεν, τὸν σὲ δοξάσαντα Κύριον.

Ἦχος ὁ αὐτός. Ὁ φωτί σου ἅπασαν.
Ὁ φαιδρὸς Λεόντιος, τοῦ παρακλήτου τὸ σκεῦος ὡς ὄλβον μυστικόν, πᾶσιν ἐκφαίνει τὴν αὐτοῦ μνήμην, τῆς ἐν τῷ κόσμῳ δεινῆς, λυτρούμενος πάντας πλάνης, καὶ νέμων θεῖα χαρίσματα αὐτῷ βοήσωμεν, πάτερ Λεόντιε, ὑπερεύχου τῶν ὑμνούντων σε.

Ἦχος γ´. Δεῦτε ἅπαντα τὰ πέρατα.
Δεῦτε σύμπαντα τὰ πλήθη μοναστῶν, τὴν φαιδρὰν πανήγυριν, τοῦ Λεοντίου νῦν ἀνυμνήσωμεν· ἐν σκηναῖς γὰρ οὐρανοῦ ἀπὸ γῆς ἀνέρχεται ἀγαλλόμενος· ἔνθεν τῇ ἐνδόξῳ αὐτοῦ, ἡ κτίσις πᾶσα ἀγάλλεται ἐν ᾠδαῖς ᾀσμάτων, καὶ φωναῖς χαρμονικαίς, σὺν τοῖς αὐτοῦ μύσταις, καὶ πᾶσιν ὁσίοις συγχορεύει λαμπρῶς.

Δόξα. Ἦχος γ´. Νῦν προφητική.
Νῦν πνευματικὴ πάρεστι πανδαισία, φιλέορτοι νοητῶς τρυφήσωμεν, καὶ σῶμα, καὶ νοῦν καθαρθέντες· Καθαροὶ τῷ παναμώμῳ, προσέλθομεν Λεοντίῳ, καὶ σορὸν περιπτυξώμεθα· ἐξ ἧς ῥεῖθρα ἀναβλύζουσι καθάρσια μολυσμῶν παντοδαπῶν εἰς τὴν Χριστοῦ δόξαν τοῦ πάντων Θεοῦ· οὖ ταῖς εὐχαῖς ἀγαθέ, ἐθνῶν τὰ θράση καθελεῖς ὅτι εἰς χοῦν ἔθεντο τὸ σκήνωμα σου.

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.
Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα· δι´ ἡμᾶς δὲ ἐκ σοῦ ἀπάντορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας· διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν στίχον.Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ νοηταῖς ὁμιλῶν, Ταξιαρχίαις καὶ Κυρίου Λεόντιε, τὴν δόξαν ὁρῶν ἀμέσως, καὶ ταῖς ἐκεῖθεν βουλαῖς, καταυγάζων πᾶσαν τὴν ὑφήλιον· ὁ τῆς διακρίσεως, θησαυρὸς ὁ ἀκένωτος, τῆς θεωρίας μυστολέκτης ὁ κάλλιστος, καὶ τῆς πράξεως, νομοθέτης ὁ ἄριστος, σάλπιγξ ἡ θεοκίνητος, ἡ μέλος ἠχήσασα σωτηριῶδες, καὶ πάντας, προτρεπομένη εἰς αἴνεσιν Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις ὁ σελασφόρος πατήρ, ὁ καταυγάζων τῷ φωτὶ τῶν χαρίστων σου, τὰ στίφη τῶν μονοτρόπων, καὶ τὴν ἀχλὺν τῶν παθῶν, ἐκδιώκων μέγιστε Λεόντιε, ἀγγέλων συνόμιλε, τῶν ὁσίων ὁμόσκηνε, καὶ τῶν δικαίων, τὸ κλεινὸν περιήχημα, τὸ τῆς χάριτος θεοείκελον τέμενος, ἄνθρωπε ἐπουράνιε, καὶ ἔνσαρκε ἄγγελε τῶν ἀρετῶν ἡ ἀκρότης, τῶν ἀγαθῶν τὸ κειμήλιον. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στιχ. Τίμιος ἐναντίον κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίροις τῶν μοναστῶν ἡ πληθύς, ὡς ἀπαρχὴν σε τῷ Θεῷ προσκομίσασα, καὶ πόθῳ τὴν ἱεράν σου περικυκλοῦσα σορόν, ἐν ψαλμοῖς καὶ ὕμνοις μακαρίζει σε, σκιρτᾷ τοῦ τὰ ποίμνια, καὶ βοᾶ χαριστήρια καὶ σοῦ τὴν κόνιν τῶν λειψάνων προσπτύσσεται, ἀρυόμενα, θεοφόρε Λεόντιε, ῥῶσιν ψυχῆς καὶ σώματος,ἀγγέλων ἰσότιμε, κλέος ὁσίων καὶ πάντων, τῶν ἐκλεκτῶν ἀκροθίνιον· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ´. Τῶν μοναστῶν.
Τῶν γεηρῶν φροντίδων τὴν ἀκανθηφόρον ἀπάτην ἀπέῤῥιψας, καὶ τὸν σταυρὸν τοῦ Κυρίου ἐπ´ ὤμων ἀράμενος, πάτερ Λεόντιε, τὰ ἄφραστα νῦν ἐποπτεύεις κάλλη· σὺν χοροῖς τῶν ὁσίων τρανώτατα, ἡ στάθμη τῆς πράξεως, κανὼν ὁ ἄπταιστος τῆς θεωρίας, καὶ νῦν πρέσβευθε τῷ Σωτῆρι ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Προεόρτιον. Ὁ αὐτός.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισσόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε· πᾶσα πνοή, αἰνεσάτω τὸν Παντουργέτην.

Ἀπολυτίκιον. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἀσκήσει λαμπρυνθείς, ὡς χρυσὸς ἐν χωνείᾳ, λαμπρύνεις μοναστῶν, τοὺς χοροὺς ἑπομένως, τοῖς θείοις σου διδάγμασι, θεοφόρε Λεόντιε· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σε πρεσβεύειν, αἰτοῦμεν πρὸ
ς Κύριον.

Εἶτα τὸ, Θεοτόκε Παρθένε, δὶς καὶ μετὰ τὴν εὐλόγησιν τῶν ἄρτων, τίθεται ἀνάγνωσις εἰς τὸν βίον τοῦ ἁγίου Δανιήλ, αἱ δὲ λοιπαὶ ἀναγνώσεις γίνονται ἐκ τοῦ ἐγκωμίου εἰς τὸν ἅγιον Λεόντιον.














ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν 1ην στιχολογίαν. Κάθισμα.Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Τὸν βρίθον τῆς σαρκὸς τῇ ἀσκήσει λεπτύνας, ψυχῆς τὸ νοερὸν ἀνεπτέρωσας ὅθεν, καὶ σκεῦος ἐχρημάτισας τῆς Τριάδος Λεόντιε, διὸ σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, πρὸς τὸν Χριστὸν σε μεσίτην, ἀεὶ προβαλλόμεθα.
Θεοτοκίον.
Μητέρα σε Θεοῦ ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σε γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.

Εἰς τὴν δευτέραν στιχολογίαν. Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Φωτοειδέστατος στῦλος γεγένησαι, λόγοις καὶ τέρασι, πάτερ Λεόντιε, καταγλαΐζων τὰς ψυχὰς τῶν πίστει σε γεραιρόντων· ὅθεν συνελθόντες σου, τὴν χαρμόσυνον κοίμησιν, πόθῳ ἑορτάζομεν καὶ θερμῶς ἐκβοῶμεν σοι· Χριστῷ μὴ διαλείπῃς πρεσβεύειν, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.

Θεοτοκίον, ὅμοιον.
Τὴν ὡραιότητα τῆς Παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· ποῖον σοι ἐγκώμιον προσαγάγω ἐπάξιον; τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι, χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν πολυέλαιον Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Καθοπλίσας σεαυτὸν τῇ παντευχίᾳ τοῦ σταυροῦ, πρὸς παράταξιν στεῤῥῶς ἀπηυτομόλησας ἐχθροῦ, καὶ θαρσαλέως τὸ στάδιον διανύσας, σκότος τὰς ἀρχὰς ἐθριάμβευσας, νίκης στεφάνους ἀράμενος, παρὰ Χριστοῦ τοῦ πάντων βασιλέως· ὃν ἐκδυσώπει Λεόντιε, ἁμαρτημάτων ἡμῖν παντοίων, ὡς καταπέμψῃ συγγνώμην.

Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε· βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτύρων ὁ μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίτκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρθένος.

Οἱ ἀναβαθμοί, τὸ α´ ἀντίφωνον τοῦ δ´ Ἤχου.
Προκείμενον, ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στιχ. Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ...

Εὐαγγέλιον Ὁσιακόν.
Εἰς τὸ Ἐλεησόν με ὁ Θεός, Ἰδιόμελον. Ἦχος πλ. β´.
Τῇ τρισολβίῳ σου ἐξόδῳ, μοναστῶν Λεόντιε φωστήρ, ἀγέλαι τῶν σῶν θρεμμάτων ὁμαδὸν συνηθροίσθησαν, καὶ γοερῶς περικυκλοῦντες, τῇ σῇ κλίνῃ παρέστησαν, μετὰ δέους, καὶ θαύματος· Οἱ καὶ συστείλαντες τὸ σὸν σκήνωμα τὸ ἱερόν σοι, κοπτόμενοι ἐβόων χαῖρε, ὁ τῶν ἀσωμάτων ζηλώσας ἄκρως ἐν σώματι, τὴν ἀϋλὸν βιοτὴν μεθ´ ὧν τῷ Δεσπότῃ παρεστὼς Θεῷ, μνημόνευε ἡμῶν τῶν μεμνημένων σου.

Οἱ κανόνες μετὰ τῶν εἱρμῶν ς´ καὶ τοῦ ἁγίου εἰς η´. Ὁ κανῶν τοῦ ἁγίου, οὗ ἡ ἀκροστιχίς· Λεόντιον τιμῶ κλέος Δωριέων. Ἐν δὲ τοῖς Θεοτοκίοις· Μακαρίου.

Ὠδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Λιταῖς σου θείαις, πεποιθὼς Λεόντιε τὸ πέλαγος ἐγχειρῶ, μέλψαι τοῦ σοῦ βίου, καὶ τῆς πολιτείας σου· Σὺ δὴ ὑπόθεν ὄρεξον, λόγου χάριν καὶ σθένος· ὅσα γὰρ θέλεις καὶ δύνασαι, τῇ πρὸς τὸν Θεὸν παῤῥησίᾳ σου.

Ἐξ εὐσεβοῦς, καὶ εὐγενοῦς ἐβλάστησας ῥίζης ὡς πόθος τερπνός, εὐκαίρως τὸν καρπὸν τε, ἔδωκας Λεόντιε, καὶ φύλλον οὐκ ἐῤῥύη σου· Μαρτυρεῖ μοι τῷ λόγῳ, τὸ πέλαγος τῶν θαυμάτων σου, καὶ τῶν μαθητῶν τὰ συστήματα.

Οὐδὲν σου ὤφθη, τῶν φθαρτῶν Λεόντιε ἐμπόδιον ἀληθῶς, πρὸς τὰ καλὰ βλέψαι· καὶ προκρίναι ἄριστα, τοῦ χείρονος τὸ βέλτιον· ὅθεν φυγὼν τὸν κόσμον, καὶ τὰ ἐν κόσμῳ, ἐσταύρωσαι κόσμῳ, καὶ σοι κόσμος ἐσταύρωται.
Θεοτοκίον.
Μόνη καὶ τίκτεις, καὶ παρθένος ἔμεινας, καὶ γὰρ Θεὸς ὁ τεχθείς, ὁ καινουργῶν φύσεις, ὅπερ καὶ Λεόντιος, ἀκολουθείσας γέγονε, τῇ πολλῇ ἡσυχίᾳ, καὶ τοῦ νοὸς τῇ λαμπρότητι, ἄγγελος ἐν σώματι Δέσποινα.
Καταβασία. Χριστὸς γεννᾶται.

Ὠδὴ γ´. Ὁ στερεώσας.
Νεκρώσας σάρκα καὶ τὸν νοῦν, ἀνακαθάρας νηστείᾳ, δάκρυσι καὶ προσευχῇ προσοχὴ τε, ὅλος ἤρθης ἀπὸ γῆς, καὶ ἐνδημὼν τῷ σώματι, Θεῷ ὠνίλεις μόνος, μόνῳ ἀμέσως Λεόντιε.

Τρῖβον ὀδεύσας τὴν στενήν, καὶ τεθλιμμένην, εἰκότως ἠξιώθης πλατισμοὺ οὐρανίου, καὶ χορεύεις σὺν χοροῖς, τῶν ἐκλεκτῶν Λεόντιε· Ὧν καὶ τοὺς σοῦς συμμύστας, κατηξίωσας αὐλίζεσθαι.

Ἰδοὺ συνῆλθον οἱ λαοί, τοῖς φοιτηταῖς σου τελέσαι σὴν Λεόντιε ἐτήσιον μνήμην, ὧν προσχῶν ταῖς προσευχαῖς, ὡς εὐμενὴς τὰ πρόσφορα αἰτήματα παράσχου, καὶ τῶν χρηστῶν πάντας πλήρωσον.
Θεοτοκίον.
Ἀγγέλων ὤφθης καὶ βροτῶν, ἁπάντων τιμιωτέρα, ἀσυγκρίτως ὡς τεκοῦσα τὸν λόγον, τοῦ Θεοῦ, οὖπερ τρωθείς, τῷ ἔρωτι Λεόντιος, ὀπίσω σου Παρθένε, ἀσκητικῶς ἠκολούθησεν.

Κάθισμα. Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ λόγον.
Ἀρνησάμενος κόσμον, καὶ τὸν ζυγόν, τοῦ Σωτῆρος ἐπ´ ὤμων ἀναλαβών, καρδίας ἐνέωσας, τῆς σῆς πάτερ τὰς αὔλακας, καὶ παχύλουν χάριτι τὸν σῖτον προσήνεγκας, καὶ μοναστῶν διαθρέ
ψας, χορείας τοῖς πόνοις σου· ὅθεν καὶ τοῦ κλήρου, κοινωνὸς τοῦ Κυρίου, ἀξίως ἠξίωσαι, καὶ τῆς δόξης συμμέτοχος, θεοφόρε Λεόντιε, πρεσβεύων Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσις δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον.
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὅρος τὴν φωτεινήν, νεφέλην ὑμνήσωμεν, τὴν ἀκατάφλεκτον βάτον, τὸν λογικὸν παράδεισον, τῆς Εὔας τὴν ἀνάκλησιν, τῆς οἰκουμένης ὅλης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων, διὸ καὶ βοῶμεν αὐτῇ· Δέσποινα Παρθένε ἁγνή, τῶν πταισμάτων αἴτησαι τὴν ἄφεσιν, τοῖς ἀνυμνοῦσιν ἀξίως τὴν δόξαν σου.

Ὠδὴ δ´. Σὺ μου ἰσχύς, Κύριε.
Ὀχυρωθεὶς τῇ παντευχίᾳ τῆς χάριτος, πρὸς τὴν πλάνην ἐχθροῦ ἐξελήλυθας, καὶ συμπλακεὶς τούτῳ νοητῶς, κατέῤῥαξας ἅμα, τοῖς τούτου δεινοῖς στρατεύμασι· Διὸ καὶ τροπαιοῦχος ἀνεδείχθης, καὶ στέφος, οὐρανόθεν ἐδέξω Λεόντιε.

Νενικηκὼς τὸν ἀναιδῶς, φρυαττόμενον, καὶ στρουθίου δείξας ἀσθενέστερον τοῦτο σοφέ· ὤφθης μοναστῶν, ἀλείπτης γενναῖος, καὶ ταξιάρχης ἀήττητος, διὸ καὶ τὰς σὰς μάνδρας ἐκλυτροῦσαι τῆς τούτου, ἐπηρείας καὶ βλάβης Λεόντιε.

Τὸν ἱερὸν καὶ θεοφόρον Λεόντιον, συνελθόντες λόγοις καταστέψωμεν, καὶ ἐκ ψυχῆς κράξωμεν αὐτῷ, ταῖς καθαρωτάταις, πρεσβείαις σου πρὸς τὸν Κύριον· ῥῦσαι ἡμᾶς ἐκ πάσης τοῦ ἐχθροῦ ἐπηρείας, καὶ παντοίων καλῶν πάντας ἔμπλησον.
Θεοτοκίον.
Κατὰ τὴν σὴν πρόῤῥησιν, σε μακαρίζουσι, Θεοτόκε, γενεαὶ αἱ σύμπασαι, τῶν γενεῶν, ὅτι τὸν Θεόν, τέτοκας ἀφράστως, οὗ τῇ δυνάμει ῥωννύμενος, Λεόντιος ὁ μέγας, τοῦ ἐχθροῦ τὰς ἐπάρσεις κατηδάφισε, φέρων σε πρόμαχον.

Ὠδή ε´. Ἵνα τὶ με ἀπώσω.
Ἰαμάτων πηγήν σε, ἔδειξεν ἡ ἄφθονος πηγὴ Λεόντιε, ὡς γὰρ ζῶν καὶ πάλιν, μετὰ τέλος τὸ μακαριώτατον, πάντας θεραπεύεις, τοὺς ἐκ ψυχῆς σου προσιόντας, τῇ σορῷ τῶν λειψάνων ἑκάστοτε.

Μὴ βραχεῖς τοῖς χειμάῤῥοις τοῦ ἐχθροῦ Λεόντιε, μηδὲ τοῖς πνεύμασι σαλευθείς, ὡς ἔχων ἐπὶ πέτραν Χριστοῦ σου τὸν θέμελον, κυβερνήτης ὤφθης, τῶν μοναστῶν, ἰθύνων πάντας, πρὸς λιμένα Θεοῦ τὸν ἀκύμαντον.

Ὥσπερ Λέων βρυχήσας, ἔτρεψας ἀλώπεκας, νοητοὺς θήρας τε καὶ τὰ ποίμνια σου, διασῴζεις ἐκείνων τοῦ φάρυγγος· Ἀλλὰ ταῦτα μάκαρ, ποιεῖν ἀεὶ μὴ διαλείπῃς, τῇ πολλῇ πρὸς Θεὸν παῤῥησίᾳ σου.
Θεοτοκίον.
Ἀλατόμητον ὅρος, Δανιὴλ προγράφει σε ὁ μέγας Πάναγνε, ἐκ σοῦ γὰρ ἐτμήθη, λίθος ἄνευ χειρῶν ὁ ἀκρόγωνος, ὁ συντρίψας πλάνης, κράτος συνδήσας τούτου πόῤῥω, καὶ δοξάσας τὸν μέγαν Λεόντιον.
Ὠδὴ ς´. Ἱλάσθητί μοι Σωτήρ.
Κρατὴρ ὡράθης κιρνῶν, πνευματικὴν ἀγαλλίασιν, καὶ στῦλος φωτοειδής, φωτίζων τὰ πέρατα· καὶ ὅρμος σωτήριος, Λεόντιε πάντας, συντηρῶν τοὺς σοι προστρέχοντας.

Λαμπρότητα τοῦ Θεοῦ, ἰδεῖν καὶ παθεῖν ἠξίωσαι, Λεόντιε μοναστῶν, τὸ κλέος καὶ ἔρεισμα, τῆς θείας ἐλλάμψεως, κοινωνοὺς γενέσθαι, καὶ ἡμᾶς νῦν καταξίωσον.

Ἐν οὐρανοῖς συνοικῶν, τοῖς πρωτοτόκοις Λεόντιε, προσχῶν ἡμῶν ταῖς λιταῖς· ἡμῶν μέσον πάρεσο, ὀρέγων τὰ πρόσφορα αἰτήματα πᾶσι, καὶ δεινῶν πάντας λυτρούμενος.
Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς τῶν παθῶν, καὶ τῶν βελῶν τοῦ ἀλάστορος καὶ τύχοιμεν δωρεῶν, τῶν θείων Μητρόθεε, αἰσίαις ἐντεύξεσι, τοῦ σοῦ Λεοντίου, καὶ συμπάντων τῶν ἁγίων σου.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῷ τῆς σοφίας προσελθῶν κρατῆρι πάνσοφε, καὶ ἀπολαύσας μυστικῶς τοῦ θείου νέκταρος, ἀνεξάντλητον γεγένησαι θεῖον ῥεῖθρον· Πελαγίζων ἀμβροσίας νᾶμα ἥδιστον, τοῖς ἐν πίστει ἐκτελοῦσι σου ἐκ πόθου τὰ μνημόσυνα, καὶ βοῶσι σοι, χαίροις πάτερ Λεόντιε.
Ὁ Οἶκος.
Ἄϋλον πολιτείαν ἐν σαρκὶ διανύσας, συνήφθης ἀσωμάτων τοῖς δήμοις, σὺν αὐτοῖς εὐκλεῶς ἐντρυφών, καὶ ἀπολαύων τῆς τρυφῆς μέγιστε τῆς κρείττονος, ἧς τύχοιμεν ἐν πίστει σοι βοῶντες οὕτω·
Χαῖρε τερπνὸν Δωριέων θρέμμα· Χαῖρε λαμπρὸν Ἀχαΐας κλέος·
Χαῖρε μονοτρόπων κανὼν ὁ αὐθύτατος· Χαῖρε Ἀσωμάτων νοῶν ὁ ἐφάμιλλος·
Χαῖρε ἄνθος ὡραιότατον ἐκ λειμώνων τῆς Ἐδέμ· Χαῖρε ῥόδον εὐωδέστατον κατευφραῖνον τοὺς πιστούς·
Χαῖρε ὅτι τοῦ κλήρου ἠξιώθης τοῦ θείου· Χαῖρε ὅτι τῆς δόξης ἀπολαύεις τῆς ἄνω·
Χαῖρε πηγὴ χαρίτων ἀέναος· Χαῖρε δι´ οὗ πᾶσα νόσος ὠθεῖται·
Χαῖρε δι´ οὗ πᾶσα ῥῶσις προχεῖται, Χαίροις Πάτερ Λεόντιε.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Λεοντίου ἐν Ἀχαΐᾳ.
Στίχ. Λεοντίου τις τὸν βίον μὴ θαυμάσῃς,
ἐν σαρκὶ γὰρ μετῆλθεν ἀγγέλων βίον.
Τῇ ἑνδεκάτῃ πόλῳ ἦτορ ἐν εἰρήνῃ Λεοντίου.

Οὗτος ὁ νεοθαλὴς τῆς ἀμπέλου τοῦ Κυρίου βλαστός, πατρίδα μὲν ἔσχε πόλιν τινὰ τῶν κατὰ τὴν Πελοπόννησον, καλουμένην Μονεμβασίαν, γεννήτορας δέ, τῶν ἐπιφανῶν καὶ θεοφιλῶν. Ὁ δὲ τούτου πατὴρ Ἀνδρέας τοὖνομα, καὶ πάσης τῆς Πελοποννήσου τὴν ἀρχὴν ἐμπιστεύεται παρὰ τοῦ εὐσεβοῦς Ἀνδρονίκου, τῆς βασιλείας Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος· Τριὰς δὲ τοίνυν ῥιζουχίας ἐκβλαστήσας, καὶ τοιαύτας παῖς ὧν τὰς ἀρχὰς ἔχων, προσφυᾶ καρποῦται καὶ τὴν ἀναγωγήν, καὶ γραμμάτων εὐθὺς ἱερῶν εἰς
μαθητείαν ἐκδίδοται· ὧν τὴν γλυκύτητα αἰσθανόμενος, ἐν ἐπιθυμίᾳ γίνεται, ἐπιστημῶν ἅψασθαι καὶ εἰς ἀκρότητα φθάσαι τούτων· ἔνθεν τοῦ νοὸς ὀξύτητι, καὶ βίου καθαρότητι, χρόνος οὗ μεταξὺ πολύς, καὶ τῶν μαθημάτων γίνεται ἐγκρατής, καὶ ἐκ τῶν διαλέκτων πολλῶν· Εἶτα πέμπεται εἰς τὴν βασιλίδα τῶν πόλεων· τοῦτο μέν, ἵν´ ὅπως καὶ τοῖς ἐκεῖ συμφιλοσοφήσων φιλοσοφοῦσιν, ἐξασκηθῆ περιπλέον τοῦτο δέ, ἵν ἐνδιατρίβων τοῖς οἴκοις τῶν Βασιλέων, ἐθὰς πάντων τῶν περὶ αὐτοὺς χρηματίσῃ. Ἀλλ´ οὖν γε μέγας ἐν τε φιλοσοφίᾳ, φρονήσει, καὶ ἀρετῇ ὀφθείς, τοῖς πᾶσι θαυμάζεται, καὶ παρὰ τοῦ Βασιλέως ἀσπάζεται ὅ,τι μάλιστα, καὶ τιμᾶται· τοῦ δὲ πατρός, τὴν πρὸς θάνατον νοσήσαντος, καὶ Χριστῷ τελευτήσαντος, ἐπὶ τὴν ἐνεγκαμένην ἐπαναλύει, πάνθ´ ὑπείκων τῇ μητρί, ἧς τῇ ἐπιταγῇ γυναικὶ καὶ προσομιλεῖ· ἡ δὲ Θεοδώρα (οὕτω γὰρ ἐκαλεῖτο) τῶν μεριμνῶν ἀποσπασθεῖσα, εἰς σεμνὸν ἀπέρχεται βίον, ἔνθα τὸ λειπόμενον τῆς ζωῆς διανύσασα θεαρέστως, καὶ τὴν ἑαυτῆς τελευτὴν προγνοῦσα, πρὸς Κύριον ἐξεδήμησε· διὰ ταῦτα, οὗ ἐπόθη, καὶ οὗτος ἐξ αὐτῶν σπαργάνων, ἐφάπτεται, εὐαγγελικῶς ἐγκαταλιπῶν γυναῖκα καὶ τέκνα (ἦν γὰρ παίδων τριῶν πατήρ) καὶ εὑρὼν ἱερὸν ἄνδρα, τοῦ μοναδικοῦ πολιτεύματος γυμναστὴν ἀκριβέστατον, Μεννίδην ἐπικαλούμενον, καὶ τοὺς ὑφ´ ἑαυτὸν πρὸς οὐράνιον πολιτείαν ἰθύνοντα· τούτοις συγκαταλεγεὶς ὁ μακάριος, καὶ τὴν Λεοντίου κλῆσιν ἀναλαβῶν (Λέων γὰρ ἐλέγετο πρότερον), πάντας ἐν ὀλίγῳ τοὺς συναγωνιστάς, τοῖς πόνοις ὑπερεβάλετο, δουλαγωγῶν τὴν σάρκα καὶ κατατρύχων, καὶ πρὸς μόνην τὴν τῆς ἐν οὐρανῷ πολιτείας ἀποβλέπων ἀπόλαυσιν· Ἐντεῦθεν μεταχωρεῖ ἐπὶ τὸ ἁγιώνυμον ὅρος τοῦ Ἄθω, καὶ τὴν τῶν ἐκεῖ μονοτρόπων ζηλωσάμενος πολιτείαν, ἔνθα πολλοὺς παρ´ αὐτοῖς τοὺς πνευματικοὺς ἱδρῶτας ὑπερεκχέει, ὑποταγὴν πᾶσι, καὶ ταπείνωσιν δεικνύων ἄκραν· διὰ δὲ τὴν ἐκ τῆς ἀρετῆς ὑπὸ πάντων αὐτῶν προσαγομένην τιμήν, ἐκεῖθεν ἀπαίρει πάλιν, καὶ τοῖς ἀβάτοις ἐπὶ πολὺ τῆς Πελοποννήσου ἐρήμοις ἐμφιλοχωρεῖ καταμόνας, ἐς ἀεὶ τοῦ Θεοῦ δεόμενος ὑποδείξαι αὐτὸν τόπον, ἐν ᾧ γενόμενος, δουλεύσει καὶ εὐαρεστήσει αὐτῷ. Ἀπεκαλύφθη δ´ αὐτῷ ἀφικέσθαι ἐπὶ τὰ βόρεια, εἰς τὸ ὅρος τὸ λεγόμενον Κλωκὸν τοῦ Γέροντος, ἄνωθεν Αἰγίου, τῆς κοινολέκτου Βοστίτσας· ἔνθα ἐπὶ πλεῖστον διαγαγών, κρύει πηγνύμενος, καὶ θέρει καυσούμενος, ἁπάσας τὰς ζοφοειδεῖς τῶν δαιμόνων κατεπάτησε φάλαγγας, κραταιὰν ἰσχὺν ἔχων τὸν Χριστόν· ὅθεν καὶ πρὸς ἀπάθειαν ἤλασε, καὶ τὸν νοῦν αὐτοῦ εἰς ὕψος ἔνθεον ἀνεπτέρωσε, καὶ θαυμάτων ἐπλούτισε τὴν ἐνέργειαν, χωλοὺς καὶ κυλλοὺς ἰώμενος· ἐξ ὧν βασιλεῖς οἱ αὐτάδελφοι ὃ τε Θωμᾶς καὶ Δημήτριος τὴν ἀρετὴν τοῦ ἀνδρὸς ὑπεραγασθέντες, καὶ σέβας αὐτῷ ἀπονέμοντες, ἱερὸν σηκόν, ἐν ᾧ ἦν τῷ Ἀρχιστρατήγῳ Μιχαήλ, ἐξ αὐτοῦ ἀνεδείμαντο, καὶ ἄλλα πλεῖστα μέγιστα καταγώγια ἐξ αὐτῶν κρηπίδων περιπυργώσαντες, οὐ πρὸς ἁγιασμόν, καὶ μέρη τῶν ἁγίων παθῶν τοῦ Σωτῆρος, τοῦ τε ἀκανθίνου στεφάνου, τιμίου ξύλου, καὶ σπόγγου, εἴτε χλαμίδος, ἃ ἔφερον, τῇ ἱερᾷ Τραπέζῃ ἐπιτίθενται, καὶ πλόκον ἔτι, ἐκ τῶν τριχῶν τοῦ Προδρόμου, Ἀρέθα τε χεῖρα, καὶ Στεφάνου τοῦ νέου κάραν· ὁ δὲ ὅσιος, πολὺς πρόξενος σωτηρίας γενόμενος, καὶ πολλοὺς πρὸς ζῆλον καὶ μίμησιν τοῦ αὐτοῦ ἀκραιφνοῦς βίου διαναστήσας, σοφίᾳ καὶ θείᾳ χάριτι, τὸν ἑβδομήκοντα πέμπτον χρόνον τῆς ἑαυτοῦ ἡλικίας φθάσας, καὶ φωτοειδεῖς προεωρακὼς ἀγγέλους, τὸ πνεῦμα αὐτοῦ ἐν εἰρήνῃ, τῇ χειρὶ τοῦ Θεοῦ παρέθετο· Τὸ δὲ τίμιον αὐτοῦ λείψανον, ἐν ᾧ καὶ ζῶν ἠγωνίζετο, κατετέθη σπηλαίῳ ἀεὶ βρύον ἰάματα, τοῖς μετὰ πίστει αὐτῷ προστρέχουσιν· οὐ εἰς ἀνακομιδήν ποτε, ὁ μαθητὴς αὐτοῦ, καὶ μιμητὴς κατὰ πάντα, πρόεδρος Παλαιῶν Πατρῶν Ἰωακείμ, καὶ πᾶν τὸ σύστημα τῶν ἀδελφῶν συνελθόντες, σεισμοῦ γενομένου, καὶ τοῦ ἄντρου διασχισθέντος, μηδαμῶς προσεγγίσαι τῇ σορῷ ἴσχυσαν, ἐπὶ τῷ παραδόξῳ ἐκπλαγέντες, οὗ ταῖς πανευπροσδέκτους δεήσεσι, ῥυσθείημεν τῆς ἐπιβουλῆς καὶ κακώσεως, τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, Κύριε.

Ὠδὴ ζ´. Θεοῦ συγκατάβασιν.
Ὁ μέγας Λεόντιος, πρὸς εὐωχίαν πνευματικὴν συγκαλεῖ, τοὺς ἐγγὺς καὶ τοὺς πόῤῥῳ· δι
NIKOSZ
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 6135
Εγγραφή: Τετ Οκτ 04, 2006 5:00 am
Τοποθεσία: Αθηνα

Re: ΑΓΙΟΣ ΛΕΟΝΤΕΙΟΣ

Δημοσίευση από NIKOSZ »

omirosx έγραψε:Βασιλική τότε θα γράψω την λίστα και θα σου την στείλω με π.μ. προσοχή στα π.μ. είναι επικίνδυνα
ΝΑΙ ΜΕΓΑ ΔΙΔΑΣΚΑΛΕ ειναι επικινδυνα τα π.μ ιδιαιτερα οταν ασχημονεις !

Πως θα γινει δηλαδη ?

Εξω θα μας παρουσιαζεσαι αγνος,αμολυντος και ΠΑΝΤΟΓΝΩΣΤΗΣ
των γραφων και στα ενδοτερα θα λες αλλα ?

Αντε κανε μας τη χαρη
Κύριε Ιησού Χριστέ, ελέησον με τον αμαρτωλό
Απάντηση

Επιστροφή στο “Βίοι Αγίων και Γερόντων”