Σελίδα 13 από 15

Δημοσιεύτηκε: Σάβ Μάιος 17, 2008 1:59 pm
από g_aggelos
Κυριακὴ 18 Μαΐου

Πράξεις θ’ 32 – 42

Ὁ Πέτρος θεραπεύει τὸν Αἰνέαν εἰς Λύδδαν


32 Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.
33 Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος.
34 Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη.
35 καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον.
36 Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
37 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ.
38 Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν.
39 Ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῶ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς.
40 Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε.
41 Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
42 Γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

Ἀπόσοση στὴ Νεοελληνική

32 Ὁ Πέτρος, κατὰ τὴν διάρκειαν περιοδείας του εἰς ὅλην τὴν περιοχήν, κατέβηκε νὰ ἐπισκεφθῇ καὶ τοὺς ἅγιους ποὺ κατοικοῦσαν εἰς τὴν Λύδδαν.
33 Ἐκεῖ εὑρῆκε κάποιον ποὺ ὠνομάζετο Αἰνέας, ὁ ὁποῖος ἦτο κατάκοιτος ἐπὶ ὀκτὼ χρόνια διότι ἦτο παράλυτος.
34 Καὶ τοῦ εἶπε ὁ Πέτρος, «Αἰνέα, σὲ θεραπεύει ὁ Ἰησοῦς Χριστός, σήκω καὶ στρῶσε τὸ κρεββάτι σου». Καὶ ἀμέσως ἐσηκώθηκε.
35 Καὶ τὸν εἶδαν ὅλοι οἱ κάτοικοι τῆς Λύδδας καὶ τοῦ Σάρωνος, καὶ ἐπέστρεψαν εἰς τὸν Κύριον.
36 Εἰς τὴν Ἰόππην ὑπῆρχε κάποια μαθήτρια ποὺ ὠνομάζετο Ταβιθά, ἑλληνιστὶ Δορκάς, ἡ ὁποία ἔκανε πολλές ἀγαθοεργίες καὶ ἐλεημοσύνες.
37 Συνέβη κατὰ τὰς ἡμέρας ἐκείνας νὰ ἀσθενήσῃ καὶ νὰ πεθάνῃ· ἀφοῦ δὲ τὴν ἔλουσαν, τὴν ἔβαλαν εἰς τὸ ἀνῶγι.
38 Ἐπειδὴ ἡ Λύδδα ἦτο κοντὰ εἰς τὴν Ἰόππην, οἱ μαθηταὶ ἄκουσαν ὅτι ὁ Πέτρος εἶναι ἐκεῖ, καὶ τοῦ ἔστειλαν δύο ἄνδρας μὲ τὴν παράκλησιν: «Μὴ βραδύνῃς νὰ ἔλθῃς καὶ σ’ ἐμᾶς».
39 Ὁ Πέτρος ἐσηκώθηκε καὶ ἐπῆγε μαζί τους. Ὅταν ἔφθασε, τὸν ὡδήγησαν εἰς τὸ ἀνῶγι καὶ παρουσιάσθηκαν εἰς αὐτὸν ὅλες οἱ χῆρες οἱ ὁποῖες ἔκλαιαν καὶ ἔδειχναν τὰ ὑποκάμισα καὶ τὰ ἐνδύματα, ποὺ ἔκανε ἡ Δορκὰς ὅταν ἦτο μαζί τους.
40 Ὁ Πέτρος ἔβγαλε ὅλους ἔξω, ἐγονάτισε καὶ προσευχήθηκε. Ὕστερα ἐστράφη πρὸς τὸ σῶμα καὶ εἶπε, «Ταβιθά, σήκω». Αὐτὴ ἄνοιξε τὰ μάτια της καὶ ὅταν εἶδε τὸν Πέτρον, ἀνασηκώθηκε.
41 Ὁ Πέτρος τῆς ἔδωκε τὸ χέρι καὶ ἐσηκώθηκε ὀρθήν. Ὕστερα ἐφώναξε τοὺς ἁγίους καὶ τὶς χῆρες καὶ τὴν παρουσίασε ζωντανήν.
42 Αὐτὸ ἔγινε γνωστὸν εἰς ὅλην τὴν Ἰόππην καὶ πολλοὶ ἐπίστεψαν εἰς τὸν Κύριον.

Δημοσιεύτηκε: Σάβ Μάιος 24, 2008 10:55 am
από g_aggelos
Κυριακὴ 25 Μαΐου

Β’ Κορινθίους δ’ 6 – 15

Ἡ ἀδυναμία τοῦ ἀποστόλου καὶ ἡ δύναμις τοῦ Θεοῦ


6 Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.
7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν,
8 ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι,
9 διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι,
10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.
11 Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
12 Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.
13 Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν,
14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.
15 Τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

Ἀπόδοση στὴν Νεοελληνική

6 Διότι ὀ Θεὸς ποὺ εἶπε νὰ λάμψῃ φῶς ἀπὸ τὸ σκοτάδι, αὐτὸς ἔλαμψε μέσα μας, διὰ νὰ φέρῃ εἰς φῶς τὴν γνῶσιν τῆς δόξης τοῦ Θεοῦ ἐν τῷ προσώπῳ τοῦ Ἰησοῦ Χριστοῦ.
7 Ἔχομεν δὲ τὸν θησαυρὸν αὐτὸν μέσα σὲ πήλινα σκεύη, διὰ νὰ φανῇ ὅτι τέτοια ὑπερβολικὴ δύναμις εἶναι τοῦ Θεοῦ καὶ δὲν προέρχεται ἀπὸ μᾶς.
8 Πιεζόμεθα μὲ κάθε τρόπον, ἀλλὰ δὲν φθάνομεν σὲ ἀδιέξοδον, εὑρισκόμεθα σὲ ἀμηχανίαν ἀλλ’ ὄχι σὲ ἀπελπισίαν,
9 διωκόμεθα ἀλλὰ δὲν ἐγκατελειπόμεθα, καταβαλλόμεθα ἀλλὰ δὲν χανόμεθα.
10 Πάντοτε φέρομεν εἰς τὸ σῶμα μας τὸν θάνατον τοῦ Κυρίου Ἰησοῦ, διὰ νὰ φανερωθῇ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ εἰς τὸ σῶμα μας.
11 Διότι ἐνῷ ζῶμεν παραδιδόμεθα πάντοτε εἰς θάνατον χάριν τοῦ Ἰησοῦ, διὰ νὰ φανερωθῇ καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ εἰς τὸ θνητόν μας σῶμα.
12 Ὥστε ὁ μὲν θάνατος συντελεῖται σ’ ἐμᾶς, ἀλλ’ ἡ ζωὴ σ’ ἐσᾶς.
13 Ἀλλ’ ἐπειδὴ ἔχομεν τὸ ἴδιο πνεῦμα τῆς πίστεως σύμφωνα πρὸς ὅ,τι εἶναι γραμμένον, Ἐπίστεψα καὶ διὰ τοῦτο ἐμίλησα, καὶ ἐμεῖς πιστεύομεν, διὰ τοῦτο καὶ μιλᾶμε,
14 διότι γνωρίζομεν ὅτι ἐκεῖνος ποὺ ἀνέστησε τὸν Κύριον Ἰησοῦν θὰ ἀναστήσῃ καὶ ἐμᾶς διὰ τοῦ Ἰησοῦ καὶ θὰ μᾶς στήσῃ μαζὶ μ’ ἐσᾶς ἐνώπιόν του.
15 Ὅλα γίνονται πρὸς χάριν σας, ὥστε καθὼς ἡ χάρις ἐπεκτείνεται εἰς περισσοτέρους, νὰπροκαλέσῃ πλουσίαν τὴν εὐχαριστίαν πρὸς δόξαν Θεοῦ.

Δημοσιεύτηκε: Κυρ Ιουν 01, 2008 12:54 pm
από g_aggelos
Κυριακὴ 1 Ἰουνίου

Πράξεις ιστ’ 16 – 34

Φυλάκισις καὶ ἀπελευθέρωσις τοῦ Παύλου καὶ τοῦ Σίλα


16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη.
17 Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.
18 Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες.
21 Καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι.
22 Καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ραβδίζειν,
23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
24 ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
26 Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
27 Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28 Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
29 Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ,
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
31 Οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
32 Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33 Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα,
34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

Ἀπόδοση στὴ Νεοελληνική

16 Καθὼς ἐπηγαίναμεν εἰς τὸν τόπον τῆς προσευχῆς μᾶς συνήντησε κάποια ὑπηρέτρια ποὺ εἶχε πνεῦμα μαντικόν, καὶ μὲ τὴν μαντείαν ἔφερνε πολλὰ κέρδη εἰς τοὺς κυρίους της.
17 Αὐτὴ ἀκολούθησε τὸν Παῦλον καὶ ἐμᾶς καὶ φώναζε, «Αὐτοὶ οἱ ἄνθρωποι εἶναι δοῦλοι τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ σᾶς ἀναγγέλουν τὸν δρόμον τῆς σωρηρίας». Αὐτὸ τὸ ἔκανε πολλὲς ἡμέρες.
18 Ὁ Παῦλος ἦτο πολὺ ἀγανακτισμένος καὶ στραφεὶς εἶπε εἰς τὸ πνεῦμα, «Σὲ διατάσσω εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ νὰ βγῇς ἀπὸ αὐτήν». Καὶ ἐκείνην τὴν στιγμὴν ἐβγῆκε.
19 Ὅταν ὅμως οἱ κύριοί της εἶδαν ὅτι ἐχάθηκε ἡ ἐλπίδα τῶν κερδῶν τους, ἔπιασαν τὸν Παῦλον καὶ τὸν Σίλαν καὶ τοὺς ἔσυραν εἰς τὴν ἀγορὰν πρὸς τὰς ἀρχάς,
20 καὶ ὅταν τοὺς ἔφεραν εἰς τοὺς στρατηγοὺς εἶπαν, «Αὐτοὶ οἱ ἄνθρωποι, οἱ ὁποῖοι εἶναι Ἰουδαῖοι, δημιουργοῦν ταραχὴν εἰς τὴν πόλιν μας·
21 κηρύσσουν διδασκαλίας, τὰς ὁποίας ἐμεῖς ποὺ εἴμεθα Ρωμαῖοι δὲν ἐπιτρέπεται νὰ τὰς παραδεχθοῦμε ἢ νὰ τὰς ἐφαρμόσωμεν».
22 Ξεσηκώθηκε καὶ ὁ ὄχλος ἐναντίον τους, οἱ δὲ στρατηγοὶ τοὺς ἐξέσχισαν τὰ ἐνδύματα καὶ διέταξαν νὰ τοὺς ραβδίσουν.
23 Ἀφοῦ τοὺς ἔδωκαν πολλὰ ραβδίσματα, τοὺς ἔρριξαν εἰς τὴν φυλακὴν καὶ παρήγγειλαν εἰς τὸν δεσμοφύλακα νὰ τοὺς φυλάττῃ καλά.
24 Αὐτός, ἀφοῦ ἔλαβε τέτοια παραγγελίαν, τοὺς ἔβαλε εἰς τὴν πιο βαθειὰ φυλακὴν καὶ ἔδεσε τὰ πόδια τους εἰς τὸ ξύλον πρὸς ἀσφάλειαν.
25 Κατὰ τὰ μεσάνυχτα ὁ Παῦλος καὶ ὁ Σίλας προσηύχοντο καὶ ἔψαλλαν ὕμνους εἰς τὸν Θεόν, καὶ οἱ ἄλλοι φυλακισμένοι τοὺς ἄκουαν.
26 Ἔξαφνα ἔγινε σεισμὸς μεγάλος, ὥστε &#79
52;σαλεύθησαν τὰ θεμέλια τῆς φυλακῆς, καὶ ἀμέσως ἄνοιξαν ὅλες οἱ πόρτες καὶ ὅλων τὰ δεσμὰ ἐλύθηκαν.
27 Ὅταν ἐξύπνησε ὁ δεσμοφύλαξ καὶ εἶδε ἀνοικτὲς τὶς πόρτες τῆς φυλακῆς, ἔσυρε τὸ μαχαίρι του καὶ ἐπρόκειτο ν’ αὐτοκτονήσῃ, ἐπειδὴ ἐνόμισε ὅτι οἱ φυλακισμένοι εἶχαν φύγει.
28 Ἀλλ’ ὁ Παῦλος τοῦ ἐφώναξε δυνατά, «Μὴ κάνῃς κανένα κακὸν εἰς τὸν ἑαυτόν σου, διότι ὅλοι εἴμεθα ἐδῶ».
29 Καὶ ἀφοῦ ἐζήτησε φῶτα, ἐπήδησε μέσα καὶ, τρομαγμένος, ἔπεσε εἰς τὰ πόδια τοῦ Παύλου καὶ τοῦ Σίλα.
30 Ὕστερα τοὺς ὡδήγησε ἔξω καὶ εἶπε, «Κύριοι, τὶ πρέπει νὰ κάνω γιὰ νὰ σωθῶ;».
31 Ἐκεῖνοι δὲ εἶπαν, «Πίστεψε εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ θὰ σωθῇς καὶ σὺ καὶ οἱ οἰκιακοί σου».
32 Καὶ ἐκήρυξαν τὸν λόγον τοῦ Κυρίου εἰς αὐτὸν καὶ εἰς ὅλους ποὺ ἦσαν εἰς τὸ σπίτι του.
33 Ἐκείνην τὴν νυχτερινὴν ὥρα τοὺς ἀπῆρε καὶ ἔπλυνε τὶς πληγές τους καὶ ἀμέσως κατόπιν ἐβαπτίσθηκε καὶ αὐτὸς καὶ ὅλοι οἱ δικοί του.
34 Τοὺς ἔφερε εἰς τὸ σπίτι του, τοὺς ἔδωκε φαγητὸν καὶ ἐχαίρετο μὲ ὅλους τοὺς δικούς του διὰ τὴν πίστιν του εἰς τὸν Θεόν.

Δημοσιεύτηκε: Σάβ Ιουν 07, 2008 1:24 pm
από g_aggelos
Κυριακὴ 8 Ἰουνίου

Πράξεις κ’ 16 – 18, 28 – 36

Ἀποχαιρετιστήριος ὁμιλία τοῦ Παύλου πρὸς τοὺς πρεσβυτέρους τῆς Ἐφέσου


16 Ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17 Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18 Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς· ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ἀφ᾿ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾿ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην.
28 Προσέχετε οὖν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ Κυρίου καὶ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος.
29 Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου·
30 καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν.
31 Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον.
32 Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοί, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ τῷ δυναμένῳ ἐποικοδομῆσαι καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
33 Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα·
34 αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ᾿ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.
35 Πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ Κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπε· μακάριόν ἐστι μᾶλλον διδόναι ἢ λαμβάνειν.
36 Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο.

Ἀπόδοση στὴν Νεοελληνική

16 Τὴν ἐπομένην ἤλθαμεν εἰς τὴν Μίλητον, διότι ὁ Παῦλος εἶχε ἀποφασίσει νὰ προσπεράσωμεν τὴν Ἔφεσον διὰ νὰ μὴ χρονοτριβήσῃ εἰς τὴν Ἀσίαν. Ἦτο βιαστικὸς διὰ νὰ βρίσκεται εἰς τὰ Ἱεροσόλυμα, ἐὰν τοῦ ἦτο δυνατόν, τὴν ἡμέρα τῆς Πεντηκοστῆς.
17 Ἀπὸ τὴν Μίλητον ἔστειλε εἰς τὴν Ἔφεσον καὶ ἐκάλεσε τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας.
18 Ὅταν δὲ ἦλθαν πρὸς αὐτόν, τοὺς εἶπε, «Ξέρετε πῶς ἔζησα μαζί σας ὅλον τὸν χρόνον ἀπὸ τὴν πρώτην ἡμέραν ποὺ ἐπάτησα εἰς τὴν Ἀσίαν.
28 Προσέχετε τοὺς ἑαυτούς σας καὶ ὁλόκληρον τὸ ποίμνιον, εἰς τὸ ὁποῖον τὸ Πνεῦμα τὸ Ἅγιον σᾶς ἐτοποθέτησε ἐπισκόπους, διὰ νὰ ποιμαίνετε τὴν ἐκκλησίαν τοῦ Θεοῦ, τὴν ὁποίαν ἀπέκτησε μὲ τὸ δικό του αἷμα.
29 Διότι ξέρω τοῦτο, ὅτι μετὰ τὴν ἀναχώρησίν μου θὰ μποῦν μεταξύ σας λύκοι ἄγριοι καὶ δὲν θὰ φεισθοῦν τὸ ποίμνιον,
30 καὶ ἀπὸ σᾶς τοὺς ἰδίους θὰ ἐγερθοῦν ἄνδρες οἱ ὁποῖοι θὰ διαστρέψουν τὴν ἀλήθειαν διὰ νὰ παρασύρουν τοὺς μαθητὰς ὥστε ν’ ἀκολουθήσουν αὐτούς.
31 Διὰ τοῦτο νὰ εἶσθε ἄγρυπνοι καὶ νὰ θυμᾶσθε ὅτι, ἐπὶ τριετίαν νύχτα καὶ ἡμέραν, δὲν ἔπαυσα νὰ νουθετῶ τὸν καθένα ἀπὸ σᾶς μὲ δάκρυα.
32 Καὶ τώρα, ἀδελφοί, σᾶς ἀφιερώνω εἰς τὸν Θεὸν καὶ εἰς τὸν λόγον τῆς χάριτός του, ὁ ὁποῖος ἔχει τὴν δύναμιν νὰ ἀυξήσῃ τὴν οίκοδομήν σας καὶ νὰ σᾶς δώσῃ κληρονομίαν μεταξὺ ὅλων τῶν ἁγιασμένων.
33 Δὲν ἐπεθύμησα κανενὸς τὸ χρῆμα ἢ τὸ χρυσάφι ἢ τὸν ρουχισμόν.
34 Ξέρετε σεῖς οἱ ἴδιοι ὅτι τὰς ἀνάγκας τὰς δικάς μου καὶ τῶν συντρόφων μου ἐξυπηρέτησαν τὰ χέρια μου αὐτά.
35 Σᾶς ἔδειξα, μὲ κάθε τρόπον, ὅτι ἔτσι μὲ τὸν κόπον τῆς ἐργασίας σας πρέπει νὰ βοηθᾶτε τοὺς ἀδύνατους καὶ νὰ θυμᾶσθε τὰ λόγια τοῦ Κυρίου Ἰησοῦ ποὺ εἶπε αὐτὸς ὁ ἴδιος, «Εἶναι εὐτυχέστερον νὰ δίνῃ κανεὶς παρὰ νὰ παίρνῃ».
36 Καὶ ὅταν εἶπε αὐτά, ἐγονάτισε μὲ ὅλους καὶ πρσευχήθηκε.

Δημοσιεύτηκε: Σάβ Ιουν 14, 2008 1:10 pm
από g_aggelos
Κυριακὴ 15 Ἰουνίου

Πράξεις β’ 1 – 11

Ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος


1 Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.
2 Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι·
3 καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν,
4 καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι.
5 Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·
6 γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
7 Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
8 Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν,
9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ρωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι,
11 Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ;

Ἀπόδοση στὴ Νεοελληνική

1 Ὅταν ἔφθασε ἡ ἡμέρα τῆς Πεντηκοστῆς, ἦσαν ὅλοι μαζὶ εἰς τὸ ἴδιο μέρος.
2 Καὶ ἔξαφνα ἦλθε ἀπὸ τὸν οὐρανὸν βοή, σὰν νὰ φυσᾷ δυνατὸς ἄνεμος, ὁ ὁποῖος ἐγέμισε ὅλο τὸ σπίτι ὅπου ἐκάθοντο.
3 Καὶ παρουσιάσθησαν γλῶσσες σὰν φλόγες φωτιᾶς νὰ διαμοιράζωνται εἰς αὐτοὺς καὶ νὰ κάθεται εἰς τὸν καθένα μία,
4 καὶ ἐπληρώθησαν ὅλοι ἀπὸ Πνεῦμα Ἅγιον καὶ ἄρχισαν νὰ μιλοῦν ἄλλας γλώσσας καθὼς τὸ Πνεῦμα τοὺς ἔδινε δύναμιν λόγου.
5 Κατοικοῦσαν δὲ εἰς τὴν Ἱερουσαλὴμ Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ κάθε ἔθνος ὑπὸ τὸν οὐρανόν.
6 Ὅταν ἔγινε ἡ βοὴ αὐτή, ἐμαζεύθηκε πλῆθος καὶ ἦσαν ὅλοι κατάπληκτοι, διότι ὁ καθένας τοὺς ἄκουε νὰ μιλοῦν τὴν δικήν του γλῶσσαν.
7 Καὶ ἐξεπλήσσοντο ὅλοι καὶ ἐθαύμαζαν καὶ ἔλεγαν μεταξύ τους, «Δὲν εἶναι ὅλοι αὐτοὶ ποὺ μιλοῦν Γαλιλαῖοι;
8 Πῶς συμβαίνει λοιπὸν νὰ τοὺς ἀκοῦμε ὁ καθένας μας εἰς τὴν δικήν μας μητρικὴν γλῶσσαν;
9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν καὶ τὴν Ἰουδαίαν καὶ τὴν Καππαδοκίαν, τὸν Πόντον καὶ τὴν Ἀσίαν,
10 τὴν Φρυγίαν καὶ τὴν Παμφυλίαν, τὴν Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης, ἡ ὁποία ἐκτείνεται πρὸς τὴν Κυρήνην, καὶ οἱ ἐδῶ ἐγκατεστημένοι Ρωμαῖοι καὶ Ἰουδαῖοι καὶ προσήλυτοι,
11 Κρῆτες καὶ Ἄραβες, τοὺς ἀκοῦμε νὰ μιλοῦν στὶς δικές μας γλῶσσες διὰ τὰ μεγαλεῖα τοῦ Θεοῦ».

Δημοσιεύτηκε: Παρ Ιουν 20, 2008 6:06 pm
από g_aggelos
Κυριακὴ 22 Ἰουνίου

Ἑβραίους ια’ 33 – ιβ’ 2

33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων·
35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
1 Τοιγάρουν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα,
2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.

Ἀπόδοση στὴν Νεοελληνική

33 Οἱ προφῆτες, μὲ τὴν πίστιν ἀνέτρεψαν βασίλεια, ἔκαναν ἔργα δικαιοσύνης, ἐπέτυχαν τὴν πραγματοποίησιν ὑποσχέσεων τοῦ Θεοῦ,
34 ἔφραξαν στόματα λεόντων, ἔσβησαν τὴν δύναμιν φωτιᾶς, διέφυγαν τὴν σφαγήν, ἔγιναν ἀπὸ ἀδύνατοι δυνατοί, ἔγιναν ἰσχυροὶ σὲ καιρὸν πολέμου, ἔτρεψαν εἰς φυγὴν παρατάξεις τῶν ἐχθρῶν.
35 Γυναῖκες ἔλαβαν τοὺς νεκρούς των δι’ ἀναστάσεως, ἄλλοι δὲ ἐβασανίσθησαν καὶ δὲν ἐδέχθησαν νὰ ἀφεθοῦν ἐλεύθεροι, διὰ νὰ ἐπιτύχουν μιὰν ἄλλην καλυτέραν ἀνάστασιν.
36 Ἄλλοι ἐδοκιμάσθησαν μὲ ἐμπαιγμοὺς καὶ μαστίγωσιν, ἀκόμη δὲ καὶ μὲ δεσμὰ καὶ φυλακήν.
37 Ἐλιθοβολήθησαν, ἐπριονίσθησαν, ὑπέστησαν πολλὰς δοκιμασίας, ἐθανατώθησαν μὲ μάχαιραν, περιπλανῶντο φοροῦντες δέρματα προβάτων καὶ δέρματα αἰγῶν, ἐστεροῦντο, ὑπέφεραν θλίψεις καὶ κακουχίας
38 (ἄνθρωποι διὰ τοὺς ὁποίους δὲν ἦτο ἄξιος ὁ κόσμος), ἐπλανῶντο σὲ ἐρήμους καὶ σὲ βουνά, σὲ σπήλαια καὶ σὲ τρύπες τῆς γῆς.
39 Ὅλοι αὐτοί, ἄν καὶ εἶχαν καλὴν μαρτυρίαν διὰ τὴν πίστη τους, δὲν ἔλαβαν ὅ,τι εἶχε ὑποσχεθῆ ὁ Θεός,
40 διότι εἶχε ὁ Θεὸς προβλέψει κάτι καλύτερον ἀναφορικῶς μ’ ἐμᾶς διὰ νὰ μὴ φθάσουν ἐκεῖνοι εἰς τὴν τελειότητα χωρὶς ἐμᾶς.
1 Ἑπομένως, ἀφοῦ ἔχομεν γύρω μας ἕνα τόσον μεγάλο σύννεφο ἀπὸ μάρτυρας, ἄς ἀποτινάξωμεν κάθε βάρος καὶ τὴν ἁμαρτίαν, ἡ ὁποία εὔκολα μᾶς ἐμπλέκει, καὶ ἄς τρέχωμεν μὲ ὑπομονὴν τὸ ἀγώνισμα τοῦ δρόμου ποὺ εἶναι ἔμπρός μας,
2 μὲ τοὺς ὀφθαλμούς μας προσηλωμένους πρὸς τὸν ἀρχηγὸν καὶ τελειωτὴν τῆς πίστεώς μας, τὸν Ἰησοῦν, ὁ ὁποῖος χάριν τῆς χαρᾶς ποὺ τὸν ἀνέμενε, ὑπέμεινε σταυρόν, περιφρονήσας τὴν αἰσχύνην, καὶ ἐκάθησε εἰς τὰ δεξιὰ τοῦ θρόνου τοῦ Θεοῦ.

Δημοσιεύτηκε: Παρ Ιουν 27, 2008 3:36 pm
από g_aggelos
Κυριακὴ 29 Ἰουνίου

Β’ Κορινθίους ια’ 21 – ιβ’ 9

Κίνδυνοι καὶ ταλαιπωρίαι τοῦ Παύλου


21 Κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήσαμεν. Ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.
22 Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; Κἀγώ·
23 διάκονοι Χριστοῦ εἰσι; Παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις·
24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον,
25 τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθημερὸν ἐν τῷ βυθῷ πεποίηκα·
26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις·
27 ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·
28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ᾿ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
29 Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
30 Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
31 Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι.
32 Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων,
33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
1 Καυχάσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
2 Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
3 Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν·
4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ρήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
5 Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.
6 Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ.
7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι.
8 Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ·
9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.

Ἀπόδοση στὴ Νεοελληνική

21 Μὲ ἐντροπήν μου τὸ λέγω, σὰν νὰ ἐφανήκαμε ἐμεῖς ἀδύνατοι. Ἀλλὰ γιὰ ὅ,τιδήποτε πρᾶγμα καὶ ἂν τολμᾷ κανεὶς νὰ καυχηθῇ – ὁμιλῶ σὰν ἀνόητος – θὰ τολμήσω καὶ ἐγώ.
22 Ἑβραῖοι εἶναι αὐτοί; Καὶ ἐγὼ εἶμαι. Ἰσραηλῖται εἶναι; Καὶ ἐγώ. Ἀπόγονοι τοῦ Ἀβραὰμ εἶναι; Καὶ ἐγώ.
23 Ὑπηρέται τοῦ Χριστοῦ εἶναι; Μιλῶ σὰν παράφρων, ἐγὼ τοὺς ὑπερτερῶ· σὲ κόπους πολύ περισσότερον, σὲ μαστιγώσεις σὲ μεγάλον βαθμόν, σὲ φυλακίσεις πολὺ περισσότερον, πολλὲς φορὲς ἐκινδύνευσα νὰ θανατωθῶ.
24 Ἀπὸ τοὺς Ἰουδαίους πέντε φορὲς ὑπέστην σαράντα παρὰ μίαν μαστιγώσεις,
25 τρεῖς φορὲς μὲ ἐρράβδισαν, μιὰ φορὰ μὲ ἐλιθοβόλησαν, τρεῖς φορὲς ἐναυάγησα, ἕνα εἰκοσιτετράωρον παρασυρόμουν εἰς τὸ πέλαγος.
26 Σὲ ὁδοιπορίες πολλὲς φορές, μὲ κινδύνους ἀπὸ ποταμούς, μὲ κινδύνους ἀπὸ ληστάς, κινδύνους ἀπὸ τοὺς ὁμοεθνεῖς μου, κινδύνους ἀπὸ τοὺς ἐθνικούς, κινδύνους εἰς τὴν πόλιν, κινδύνους σὲ ἔρημα μέρη, κινδύνους εἰς τὴν θάλασσαν, κινδύνους μεταξὺ ψευταδέλφων,
27 μὲ κόπον καὶ μόχθον, πολλὲς φορὲς ἄϋπνος, μὲ πεῖναν καὶ δίψαν, πολλὲς φορὲς νηστικός, εἰς τὸ κρύο χωρὶς ἐπαρκῆ ἐνδύματα.
28 Ἐκτὸς τῶν ἄλλων, ἡ καθημερινή μου πίεσις, ἡ μέριμνα δι’ ὅλας τὰς ἐκκλησίας.
29 Ποιὸς ἀσθενεῖ καὶ δὲν ἀσθενῶ καὶ ἐγώ; Ποιὸς πέφτει καὶ ἐγὼ δὲν καίομαι;
30 Ἐὰν πρέπει νὰ καυχηθῶ, θὰ καυχηθῶ διὰ πράγματα ποὺ δείχνουν τὴν ἀδυναμίαν μου.
31 Ὁ Θεὸς καὶ Πατέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, ποὺ εἶναι εὐλογητὸς αἰωνίως, ξέρει ὅτι δὲν ψεύδομαι.
32 Εἰς τὴν Δαμασκὸν ὁ ἐθνάρχης τοῦ βασιλέως &#79
44;ρέτα ἐφρουροῦσε τὴν πόλιν τῆς Δαμασκοῦ, ἐπειδὴ ἤθελε νὰ μὲ πιάσῃ,
33 ἀλλὰ μὲ κατέβασαν ἀπὸ ἕνα παράθυρο μέσα σὲ καλάθι, ἀπὸ τὸ τεῖχος, καὶ ξέφυγα ἀπὸ τὰ χέρια του.
1 Τὸ νὰ καυχῶμαι λοιπὸν δὲν εἶναι συμφέρον μου, ἀλλὰ θὰ ἔλθω εἰς ὀπτασίας καὶ ἀποκαλύψεις τοῦ Κυρίου.
2 Ξέρω ἕναν ἄνθρωπον χριστιανὸν ὁ ὁποῖος πρὸ δεκατεσσάρων ἐτῶν – εἴτε μὲ τὸ σῶμα, δὲν ξέρω, εἴτε ἐκτὸς τοῦ σώματος, δὲν ξέρω, ὁ Θεὸς ξέρει – ἁρπάχθηκε ἕως τὸν τρίτον οὐρανόν.
3 Καὶ ξέρω ὅτι ὁ ἄνθρωπος ἐκεῖνος – εἴτε μὲ τὸ σῶμα εἴτε ἐκτὸς τοῦ σώματος δὲν ξέρω, ὁ Θεὸς ξέρει –
4 ἁρπάχθηκε εἰς τὸν παράδεισον καὶ ἄκουσε ἀνέκφραστα λόγια τὰ ὁποῖα δὲν ἐπιτρέπεται νὰ ἐπαναλάβῃ ἄνθρωπος.
5 Δι’ ἕνα τέτοιον ἄνθρωπον θὰ καυχηθῶ, διὰ τὸν ἑαυτόν μου ὅμως δὲν θὰ καυχηθῶ, παρὰ μόνον διὰ τὰς ἀδυναμίας μου.
6 Ἀλλὰ καὶ ἐὰν θελήσω νὰ καυχηθῶ, δὲν εἶμαι ἀνόητος, διότι θὰ πῶ τὴν ἀλήθειαν, τὸ ἀποφεύγω ὅμως μήπως μὲ θεωρήσῃ κανεὶς ἀνώτερον ἀπὸ ὅ,τι βλέπει σ’ ἐμὲ ἢ ἀκούει ἀπὸ ἐμὲ.
7 Καὶ διὰ νὰ μὴ ὑπερηφανεύωμαι διὰ τὰς πολλὰς ἀποκαλύψεις, μοῦ ἐδόθηκε ἕνα ἀγκάθι εἰς τὸ σῶμα, ἕνας ἄγγελος τοῦ Σατανᾶ, διὰ νὰ μὲ ραπίζῃ, διὰ νὰ μὴ ὑπερηφανεύωμαι.
8 Τρεῖς φορὲς παρεκάλεσα τὸν Κύριον γι’ αὐτό, διὰ νὰ φύγῃ ἀπὸ ἐμέ.
9 Καὶ μοῦ εἶπε, «Σοῦ εἶναι ἀρκετὴ ἡ χάρις μου, διότι ἡ δύναμίς μου φανερώνεται τελεία ἐκεῖ ποὺ ὑπάρχει ἀδυναμία». Πολὺ εὐχαρίστως λοιπὸν θὰ καυχηθῶ μᾶλλον διὰ τὰς ἀδυναμίας μου, διὰ νὰ κατασκηνώσῃ εἰς ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.

Δημοσιεύτηκε: Πέμ Ιούλ 10, 2008 4:16 pm
από g_aggelos
Κυριακὴ 13 Ἰουλίου

Τίτον γ’ 8 – 15

Ἀποχαιρετιστήρια μηνύματα


8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·
9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
10 Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.
12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
14 Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
15 Ἀσπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Ἀπόδοση στὴ Νεοελληνική

8 Εἶναι ἀξιόπιστα τὰ λόγια αὐτά, καὶ αὐτὰ θέλω νὰ διαβεβαιώνῃς, ὥστε νὰ φροντίζουν ἐκεῖνοι ποὺ ἐπίστεψαν εἰς τὸν Θεὸν νὰ εἶναι πρωτοπόροι καλῶν ἔργων. Αὐτὰ εἶναι τὰ καλὰ καὶ ὠφέλιμα διὰ τοὺς ἀνθρώπους,
9 ἀλλ’ ἀπόφευγε μωρὰς συζητήσεις, γενεαλογίας, ἔριδας καὶ φιλονεικίας διὰ τὸν νόμον, διότι εἶναι ἀνωφελεῖς καὶ μάταιαι.
10 Αἱρετικὸν ἄνθρωπον μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν, ἄφηνέ τον.
11 Νὰ γνωρίζῃς ὅτι ἕνας τέτοιος ἔχει διαστραφῆ, ἁμαρτάνει καὶ ἔτσι καταδικάζει ὁ ἴδιος τὸν ἑαυτόν του.
12 Ὅταν θὰ στείλω τὸν Ἀρτεμᾶν σ’ ἐσὲ ἢ τὸν Τυχικόν, φρόντισε νὰ ἔλθῃς σ’ ἐμὲ εἰς τὴν Νικόπολιν, διότι ἐκεῖ ἀπεφάσισα νὰ περάσω τὸν χειμῶνα.
13 Τὸν Ζηνᾶν τὸν νομικόν, καὶ τὸν Ἀπολλὼ κατευόδωσέ τους μὲ ἐνδιαφέρον, διὰ νὰ μὴ τοὺς λείψῃ τίποτε.
14 Ἄς μαθαίνουν καὶ οἱ δικοί μας νὰ εἶναι πρωτοπόροι καλῶν ἔργων εἰς ἐπειγούσας ἀνάγκας, διὰ νὰ μὴν εἶναι ἄκαρποι. Σὲ χαιρετοῦν ὅλοι ὅσοι εἶναι μαζί μου. Χαιρέτησε ἐκείνους ποὺ μᾶς ἀγαποῦν ἐν πίστει. Ἡ χάρις νὰ εἶναι μαζὶ μὲ ὅλους σας. Ἀμήν.

Δημοσιεύτηκε: Παρ Ιούλ 18, 2008 6:23 am
από g_aggelos
Κυριακὴ 20 Ἰουλίου

Ἰακώβου ε’ 10 – 20

Προτροπὴ πρὸς ὑπομονὴν. Ἡ δύναμις τῆς προσευχῆς


10 Ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου.
11 Ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων.
12 Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε.
13 Κακοπαθεῖ τις ἐν ὑμῖν; Προσευχέσθω· εὐθυμεῖ τις; Ψαλλέτω.
14 Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου·
15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ.
16 Ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.
17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ·
18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς.
19 Ἀδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν,
20 γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν.

Ἀπόδοση στὴ Νεοελληνικὴ

10 Ὡς ὑπόδειγμα κακοπάθειας καὶ ὑπομονῆς, πάρετε, ἀδελφοί μου, τοὺς προφήτας, οἱ ὁποῖοι ἐμίλησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου.
11 Μακαρίζομεν ἐκείνους ποὺ ἔχουν ὑπομονὴν. Ἔχετε ἀκούσει διὰ τὴν ὑπομονὴν τοῦ Ἰὼβ καὶ ξέρετε πῶς εἰς τὸ τέλος τοῦ ἐφέρθηκε ὁ Κύριος, διότι ὁ Κύριος εἶναι πολυεύσπλαγχνος καὶ οἰκτίρμων.
12 Πρὸ πάντων, ἀδελφοί μου, μὴ ὁρκίζεσθε οὔτε εἰς τὸν οὐρανὸν οὔτε εἰς τὴν γῆν, οὔτε μὲ κανένα ἄλλον ὅρκον. Τὸ δικό σας «ναὶ» ἄς εἶναι ναί, καὶ τὸ «ὄχι» ὄχι, διὰ νὰ μὴ πέσετε σὲ καταδίκην.
13 Ὑποφέρει κανεὶς μεταξύ σας; Ἄς προσεύχεται. Εὐρίσκεται κανεὶς εἰς εὐθυμίαν; Ἄς ψάλλῃ.
14 Ἀσθενεῖ κανεὶς μεταξύ σας; Ἄς προσκαλέσῃ τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας καὶ ἄς προσευχηθοῦν ἐπάνω του, ἀφοῦ τὸν ἀλείψουν μὲ λάδι εἰς τὸ ὄνομα τοῦ Κυρίου,
15 καὶ ἡ προσευχὴ ποὺ ἔγινε μὲ πίστιν, θὰ θεραπεύσῃ τὸν ἀσθενῆ· ὁ Κύριος θὰ τὸν σηκώσῃ καί, ἄν ἔχῃ διαπράξει ἁμαρτίας, θὰ τοῦ συγχωρηθοῦν.
16 Νὰ ἐξομολογῆσθε τὰς ἁμαρτίας σας ὁ ἕνας πρὸς τὸν ἄλλον καὶ νὰ προσεύχεσθε ὁ ἕνας διὰ τὸν ἄλλον, διὰ νὰ θεραπευθῆτε. Ἡ προσευχὴ τοῦ δικαίου ἔχει μεγάλην δύναμιν εἰς τὰ ἀποτελέσματά της.
17 Ὁ Ἠλίας ἦτο ἄνθρωπος μὲ ἀδυναμίες, ὅπως καὶ ἐμεῖς, καὶ ὅταν προσευχήθηκε νὰ μὴ βρέξῃ, δὲν ἔβρεξε εἰς τὴν γῆν τρία χρόνια καὶ ἕξη μῆνες.
18 Καὶ πάλιν προσευχήθηκε καὶ ὁ οὐρανὸς ἔστειλε βροχὴν καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπόν της.
19 Ἀδελφοί, ἐὰν κανεὶς ἀπὸ σᾶς πλανηθῇ ἀπὸ τὴν ἀλήθειαν καὶ κάπιος τὸν ἐπαναφέρῃ,
20 ἄς γνωρίζῃ ὅτι ἐκεῖνος ποὺ ἐπαναφέρει ἁμαρτωλὸν ἀπὸ τὸν δρόμον τῆς πλάνης του, θὰ σώσῃ ψυχὴν ἀπὸ τὸν θάνατον καὶ θὰ καλύψῃ πλῆθος ἁμαρτιῶν.

Δημοσιεύτηκε: Σάβ Ιούλ 26, 2008 11:48 am
από g_aggelos
Κυριακὴ 27 Ἰουλίου

Β’ Τιμοθέου β’ 1 – 10

1 Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ,
2 καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.
3 Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ.
4 Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.
5 Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.
6 Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν.
7 Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.
8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου,
9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται.
10 Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.

Ἀπόδοση στὴ Νεοελληνική

1 Σύ, λοιπόν, παιδί μου, νὰ δυναμώνεσαι μὲ τὴν χάριν ποὺ ἔχομεν ἐν Χριστῷ Ἰησοῦ,
2 καὶ ἐκεῖνα ποὺ ἄκουσες ἀπὸ ἐμὲ ἐνώπιον πολλῶν μαρτύρων, αὐτὰ νὰ ἐμπιστευθῇς εἰς πιστοὺς ἀνθρώπους, οἱ ὁποῖοι θὰ εἶναι ἱκανοὶ νὰ διδάξουν καὶ ἄλλους.
3 Σύ, λοιπόν, κακοπάθησε σὰν καλὸς στρατιώτης τοῦ Ἰησοῦ Χριστοῦ.
4 Κανένας ποὺ ὑπηρετεῖ εἰς τὸν στρατὸν δὲν ἐμπλέκεται εἰς βιοτικὰς ὑποθέσεις, διὰ νὰ γίνῃ ἀρεστὸς εἰς ἐκεῖνον ποὺ τὸν ἐπεστράτευσεν.
5 Καὶ ἐὰν κανεὶς μετέχῃ εἰς ἀγῶνας, δὲν στεφανώνεται, ἐὰν δὲν ἔχῃ ἀγωνισθῆ σύμφωνα πρὸς τοὺς κανόνας.
6 Ὁ γεωργὸς ποὺ κοπιάζει, πρέπει πρῶτος νὰ παίρνῃ μέρος ἀπὸ τοὺς καρπούς.
7 Κατάλαβε αὐτὰ ποὺ λέγω. Εἴθε ὁ Κύριος νὰ σοῦ δίνῃ σύνεσιν εἰς ὅλα.
8 Ἐνθυμοῦ τὸν Ἰησοῦν Χριστόν, ἀναστημένον ἀπὸ τοὺς νεκρούς, καταγόμενον ἀπὸ τὸν Δαυΐδ, σύμφωνα μὲ τὸ εὐαγγέλιον ποὺ κηρύττω,
9 διὰ τὸν ὁποῖον κακοπαθῶ ἁλυσοδεμένος σὰν κακοῦργος, ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ δὲν εἶναι δεμένος.
10 Διὰ τοῦτο τὰ ὑπομένω ὅλα πρὸς χάριν τῶν ἐκλεκτῶν τοῦ Θεοῦ, διὰ νὰ τύχουν καὶ αὐτοὶ τῆς σωτηρίας ποὺ προέρχεται ἀπὸ τὸν Χριστὸν Ἰησοῦν μὲ δόξαν αἰώνιον.