Παρακλητικός κανών, χαιρετισμοί και εγκώμια Αγίου Νέστορος

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Παρακλητικός κανών, χαιρετισμοί και εγκώμια Αγίου Νέστορος

Δημοσίευση από efthumhs »

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΝΕΣΤΟΡΑ
(Ποίημα Ἰσιδώρας Μοναχῆς)

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὅ τὸ Θεὸς Κύριος, καὶ τὸ ἑξῆς:

Ἦχος δ´.Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χαρμονικῶς δεῦτε πιστοὶ συνελθόντες, ἀνευφημήσωμεν ᾠδαῖς ἐγκωμίων, τὸν θαυμαστὸν ἀδάμαντα τῆς πίστεως Χριστοῦ. Νέστορα τὸν καρτερόψυχον, καὶ γενναῖον ὁπλίτην, σθένος ἐνδυθεὶς Σταυροῦ Λυαίου μεγαλαύχου· τὴν ἐπηρμένην ἔθραυσε ὀφρύν, χαίροις βοῶντες, Μαρτύρων ἀγλάϊσμα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Οὑ σιωπήσομέν ποτε Θεοτόκε...
Ὁ Ν᾿ Ψαλμός.

Καὶ ἀρχόμεθα τοῦ κανόνος, οὗ ἡ ἀκροστιχίς: Τῶν Ἀθλητῶν τὸ καύχημα Νέστορα εὐφήμῳ.

Ἦχος πλ. δ´. ᾨδὴ Α´. Ὑγρὰν διοδεύσας.
Τὸ ὄμμα ψυχῆς μου ἱκετικῶς, πρὸς σὲ νῦν ἐπαίρω, τὴν πρεσβείαν σου ἐκζητών, τοῦ μέλπειν ᾠδαῖς χαριστηρίοις, τὴν σὴν ἀνδρείαν ὦ Νέστορ στεῤῥόψυχε.

Ὡραῖος τὸ σῶμα καὶ τὴν ψυχήν, τῷ κάλλει ὡραίῳ ὑπὲρ πάντας υἱοὺς βροτῶν, ὦ Νέστορ πιστῶς κατηκολούθεις· καὶ Μαρτυρίου τὴν τρῖβον διήνυσας.

Νεάζων τῷ σώματι Ἀθλητά, ἐνέδρας ἀρχαίου ἐξενεύρισας πτερνιστοῦ, καὶ ἄθλοις γενναίοις ὡμολόγεις, τὸν ἡμερῶν τε καὶ χρόνων ἐπεκεῖνα.

Θεοτοκίον.
Ἀνγελῶν ἐξέπληξας τοὺς χορούς, Πάναγνε Παρθένε τῷ ἀσπόρῳ σοῦ τοκετῷ, Αὐτὸν σὺν Ἀγγέλοις ἐκδυσώπει, τοῦ οἰκτειρῆσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Θυρεῷ εὐσεβείας, καθοπλισθεὶς ἔνδοξε, καὶ ἀναλαβὼν πανοπλίαν, Σταυροῦ ἀήττητον, πρὸς τοὺς ἀγῶνας στεῤῥῶς, ἐν τῷ σταδίῳ εἰσῆλθες, καὶ Χριστοῦ τὸ ὄνομα, Νέστορ ἐτράνωσας.

Λογικὸν ὡς ἀρνίον, πρὸς τὴν σφαγὴν ἔδραμες, καὶ τῷ Ἀρχιθύτῃ προσήχθης, Νέστορ ὡς ἄμωμος, καὶ ἱερὰ προσφορά, καὶ ἐθελόθυτον θῦμα, τῷ Σταυρῷ κενώσαντι, αἷμα τὸ πάντιμον.

Ἡ τοῦ Πνεύματος χάρις, τῇ σῇ ψυχῇ ᾤκησε, καὶ χρυσοῦ λαμπρότερον Νέστορ, σὲ ἀπειργάσατο, καὶ ἐν σταδίῳ χαλκοῦ, πλέον στεῤῥὸν σὲ ἐδείκνυ, τῶν τυράννων θραύσαντα, βέλη ἀνισχυρά.

Θεοτοκίον.
Τὴν πρεσβείαν σου τεῖχος, καὶ ὀχυρὸν ἔχοντες, στίφη δυσμενῶν ἀοράτων, Κόρη τροπούμεθα, σὺν τῷ Ἀγγέλῳ διό, χαίροις ἀεὶ ἐκβοῶμεν, τῆς χαρᾶς τῆς κρείττονος, θεῖον κειμήλιον.

Κραταίωσον, τοὺς σὲ ὑμνοῦντας ᾧ Νέστορ ἐν εὐσεβείᾳ, ὁ νικήσας τοῦ δυσσεβοῦς Λυαίου τὴν ἔπαρσιν, καὶ δώρησαι τοὺς στεφάνους τῆς νίκης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις ὑπὸ τοῦ ἱερέως. Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Ὡς ὄρθρος λαμπρὸς ἐκλάμψας ἐν τοῖς πέρασιν, εἰδώλων νυκτός, τὸ σκότος ἀπεμείωσας, καὶ Χριστὸν τὸν ἄδυτον καταγγέλλεις Ἥλιον ἅπασι, διὸ καρδίαν φώτισον ἡμῶν, ὦ Νέστορ τῶν πόθῳ ἀνυμνούντων σε.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ὡς ἀλάβαστρον τίμιον, οὐρανίου μύρου ἡμῖν ἐξέχεας· εὐωδίαν τὴν ἀείῤῥυτον, καὶ χαρίτων Νέστορ τὰ δωρήματα.

Νάμα δίδως γλυκύτατον, ὡς ἀμπέλου θείας βότρυς κατάκαρπος· Μαρτυρίου δὲ ἀπέσταξας, τοῖς ληνοῖς ὦ Νέστορ γεῦσιν ἄῤῥητον.

Τῶν αἱμάτων τοῖς ῥεύμασι, τῆς πολυθεΐας Νέστορ ἐξηρανας, τοὺς χειμάῤῥους καὶ ἐξέβλυσας, ποταμὸν ἀκένωτον τῆς χάριτος.

Θεοτοκίον.
Ὀμβροτόκον νεφέλην σε, τὴν τὸ θεῖον μάννα ἡμῖν παρέχουσαν, σὲ γινώσκομεν Θεόνυμφε, καὶ Ζωῆς τοῦ Ἄρτου θείαν Τράπεζαν.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Κράτος τοῦ Σταυροῦ, ἐν σταδίῳ Νέστορ ὕψωσας, καὶ ἐπάρσεις τῶν ἀνόμων δικαστῶν, γενναίοις ἄθλοις ἐθριάμβευσας ἀήττητε.

Ἄνακτα Χριστόν, τὸν ποιήσαντα τὰ σύμπαντα, τοῖς διώκταις ἀνεβόα εὐθαρσῶς, ὁ θεῖος Νέστωρ εἰς αἰῶνας οὐκ ἀρνήσομαι.

Ὕλην τὴν σαθράν, τῶν εἰδώλων ἀπετέφρωσας, τῆς ἀθλήσεως πυρὶ θεουργικῷ, πιστοὺς ἀρδεύων δροσοβόλῳ Νέστορ χάριτι.

Θεοτοκίον.
Χεῖρας ἐκτενῶς, Μητρικὰς Ἁγνὴ ἀνάγαγε, ὀφλημάτων αἰτουμένη ἱλασμόν, τοῖς προσκυνοῦσι, τὸν σὸν τόκον Ἀπειρόγαμε.

ᾨδὴ στ´. Τὴν δέησιν.
Ἡδύλαλος, ἀηδὼν ἀέναον, μελώδεις Μαρτυρικὸν Νέστορ ᾆσμα, καὶ τῶν πιστῶν κατευφραίνεις καρδίας, τῶν ἀνυμνούντων ἐκ πόθου σὴν ἄθλησιν, καὶ ἐκβοώντων σοι ἀεί· τῶν Μαρτύρων Χριστοῦ χαίροις σέμνωμα.

Μυρίπνοον, παραδείσου πέφυκας, καὶ ἀείζωον καὶ τίμιον ἄνθος· ταῖς καλλοναῖς, Μαρτυρίου ἐμπρέπων, καὶ τὰς ψυχὰς κατευφραίνων τῶν πίστει σοι· βοώντων Νέστορ ἐκ ψυχῆς, Ἀθλητῶν χαίροις θεῖον ὡράϊσμα.

Ἀνέτεινας, σῆς ψυχῆς τὰ ὄμματα, πρὸς τὸν μόνον Δυνατὸν ἐν ἰσχύϊ, καὶ ἐνδυθείς, τὴν αὐτοῦ πανοπλίαν, πρὸς τοὺς ἀγῶνας ἀτρόμως ἐχώρησας, καὶ ἔλαβες Νέστορ ζωῆς τῆς ἀγήρω ἀσύλητα ἔπαθλα.

Θεοτοκίον.
Νεώσασα, τῶν βροτῶν τὸ φύραμα, τῷ κοινῷ καὶ ἀποῤῥήτῳ σοῦ τόκῳ Κόρη σεμνή, καὶ ἡμῶν τὰς καρδίας, ἐκ τῶν παθῶν καινοποίησον κράζειν σοι· Ἀνύμφευτε χαῖρε Χριστοῦ· τοῦ Θεοῦ φωτοφόρον παλάτιον.

Κραταίωσον, τοὺς σὲ ὑμνοῦντας ὦ Νέστορ ἐν εὐσεβείᾳ, ὁ νικήσας τοῦ δυσσεβοῦς Λυαίου τὴν ἔπαρσιν, καὶ δώρησαι τοὺς στεφάνους τῆς νίκης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Καὶ πάλιν δέησις ὑπὸ τοῦ ἱερέως.

Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Δημητρίου τὸν συναθλητὴν καὶ ὁμόσκηνον, τὸν ἀτρόμως πρὸς τοὺς αἰκισμοὺς εὐδρομήσαντα, καὶ Δεσπότου μαρτυρικῶς τρανώσαντα ἰσχύν· Σταυροῦ ἔχοντα τὸν ὁπλισμόν, καὶ τοῦ Λυαίου τὴν ἰσχύν, κραταιῶς τὸν συντρίψαντα· Νέστορα τὸν γενναῖον, ἀδάμαντα καρτερίας, τὸν μεγαλύναντα τρανῶς, τὴν ἰσχὺν τῆς θείας πίστεως.

Προκείμενον. Ἦχος δ´: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στίχ.: Τοῖς Ἁγίοις, τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. (κα΄, 12-19). Τὸ εἰς τὸν Ὄρθρον τοῦ Ἁγίου Δημητρίου.

Δόξα Πατρί.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Χαίρει καὶ ἀγάλλεται, Θεσσαλονίκη πλουτοῦσα, θησαυρὸν ὡς ἄσυλον, τῶν σεπτῶν Λειψάνων σου θήκην πάνσεπτον, ἐξ αὐτῆς βλύζει γάρ, ποταμὸς καθάπερ, τῶν χαρίτων θεία νάματα· Χριστὸν ἠγάπησας, τῆς ζωῆς πηγὴν τὴν ἀκένωτον, Αὐτοῦ τῷ φίλτρῳ ἔνδοξε, σώματος θνητοῦ κατεφρόνησας, Νέστορ διὰ τοῦτο, ζωῆς ἐπαπολαύεις ἀληθοῦς, ἧς τὸν Χριστὸν καθικέτευε, τυχεῖν τοὺς ὑμνοῦντάς σε.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεός...

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν τῷ ἅρματι Νέστορ, Μαρτυρίου ἀνῆλθες πτεροῖς ὠθούμενος, τῆς πίστεως τῆς θείας, ἀγάπης τε τελείας, ἐφετῶν, τῇ ἀκρότητι, συμμελωδῶν ἐκτενῶς, Ἀγγέλοις εἰς αἰῶνας.

Στηριχθεὶς ἐπὶ πέτραν, ἐντολῶν τοῦ Δεσπότου Νέστορ τὴν ἄθραυστον, ἀκλόνητος διέβης, τὴν τρῖβον Μαρτυρίου, καὶ χειρὶ ἐστεφάνωσαι· Ζωαρχικὴ Ἀθλητά, εὐκλείᾳ ἀκηράτῳ.

Τῶν αἱμάτων τοῖς ῥείθροις, ξηρανθεῖσαν τὴν χθόνα Νέστορ κατήρδευσας, καὶ στάχυν τὸν πολύχουν, ἀπέδωκας πλουσίως, ἀποθήκαις τηρούμενον, ταῖς αἰωνίαις ὑμνῶν, Χριστὸν τὸν σιτοδότην.

Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα, ὡς ἀχώρητον Λόγον κυοφορήσασα, ὑπάρχουσα Παρθένε, καρδίας τῶν σῶν δούλων, ἱκεσίαις σου πλάτυνον σὺν τῷ Ἀγγέλῳ Ἁγνή, τὸ χαῖρέ σοι κραυγάζειν.

ᾨδὴ η´. Τὸν Βασιλέα.
Ῥώμην ἐξ ὕψους, ἀναλαβὼν Νέστορ πᾶσαν, τοῦ ἐχθροῦ τὴν ἰσχὺν κατεβάλου, τῷ Θεῷ προσάδων, ᾠδὰς ἐπινικίους.

Ἄνακτι πάντων, ὡς στρατευθεὶς ἑκουσίως, Βασιλείας αὐτοῦ ἀπολαύεις, Νέστορ εἰς αἰῶνας, τῆς μὴ σαλευομένης.

Ἔαρ τὸ θεῖον, ὡς χελιδὼν Νέστορ φέρεις, παγετὸν τῶν εἰδώλων τε παύεις, θάλπων εἰς αἰῶνας ψυχὰς τῶν σὲ τιμώντων.

Θεοτοκίον.
Ὑψηλοτέρα, τῶν Χερουβὶμ Θεοτόκε, Σεραφείμ τε Ἁγνὴ ὑπέρτερα, πέλουσα ἐκ βάθους, παθῶν ἀνάγαγέ με.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Φρουρὸν καὶ τεῖχος μέγα, Νέστορ σὲ πλουτοῦσα, Θεσσαλονίκη καυχᾶται, βοῶσα πιστῶς, σὺν Μυροβλύτη πρεσβείαν, ποιοῦ πρὸς Κύριον.

Ἡλίου Ἀρχιφώτου, Θρόνῳ προσεδρεύων, τῆς μετανοίας τὸ φέγγος, παράσχου ἡμῖν, τοῖς μετὰ πίστεως Νέστορ, ἀεὶ τιμῶσί σε.

Μονὰς εἰς οὐρανίους, σὺν χοροῖς Μαρτύρων, κατασκηνώσας ἐν δόξῃ, λιταῖς σοῦ σεπταῖς, δόξης ἱμάτιον Νέστορ, ἡμᾶς ἐπένδυσον.

Θεοτοκίον.
Ὡς πύλη κεκλεισμένη, οὖσα ὦ Παρθένε, δι᾿ ἧς διῆλθεν ἀφράστως, Χριστὸς ὁ Θεός, τοῦ παραδείσου τὰς πύλας, ἡμῖν διάνοιξον.

Μεγαλυνάρια· ὧν ἡ ἀκροστιχίς: Ἰσιδώρας.

Ἱστίῳ Σταυροῦ τοῦ ζωοποιοῦ, εἰς ὅρμον περάσας τὸν γαλήνιον ἀληθῶς, δώρησαι εὐχαῖς σου γαλήνην τοῖς ἐν βίῳ, ἀεὶ χειμαζομένοις Νέστορ μακάριε.

Στολὴν τὴν θεόσδοτον ἐνδυθείς, αἵμασι τιμίοις ὑφανθεῖσαν Μάρτυς Χριστοῦ, ψυχῆς τῆς ἀκαλλοῦς μου, στολὴν λιταῖς σου θείαις, ἐν τρόποις μετανοίας Νέστορ ὠράϊσον.

Ἰάσεων ῥεῖθρα τὰ σὰ Ὀστᾶ, χαρίτων τε πλοῦτον ἀναβλύζουσι δαψιλῶς, ἃ καὶ προσκυνοῦντες, δοξάζομεν τὸν δόντα, σὲ κρήνην εὐλογίας Νέστορ ἀείρυτον.

Δεήθητι Νέστορ τοῦ Λυτρωτοῦ, ἅμα Δημητρίῳ τῷ στεῤῥῷ σου χειραγωγῷ, ἐκ χειρὸς τοῦ πλάνου ἡμᾶς ἐκλυτρωθῆναι, στεῤῥῶς τε βηματίζειν ὁδὸν σωτήριον.

Ὥριμος ὡς βότρυς Νέστορ ληνοῖς, σεπτοῦ Μαρτυρίου ἀποστάζεις νᾶμα γλυκύ, καὶ ψυχὰς εὐφραίνεις, ἀῤῥήτῳ εὐφροσύνῃ, τῶν πόθων σου τιμώντων τὴν θείαν Ἄθλησιν.

Ῥώμην ἐζωσμένος ἐξ οὐρανοῦ, καὶ εὐχὴν πλουτήσας Δημητρίου τὴν πανσθενῆ, ᾔσχυνας ὦ Νέστορ Λυαῖον ἐν σταδίῳ, Χριστοῦ τὸ θεῖον κράτος τρανώσας ἔνδοξε.

Ἄστρον ἑξανέτειλας φαεινόν, διαλύων Νέστορ τῶν εἰδώλων τὴν ζοφεράν, νύκτα καὶ αὐγάζων πιστῶν καρδίας σέβειν, Θεότητος ἀκτίστου φῶς τὸ τρισήλιον.

Σκίρτα καὶ ἀγάλλου πόλις λαμπρά, Θεσσαλονικέων ἡ ἀκοίμητον ὡς φρουρόν, ἅμα Μυροβλύτη τὸν Νέστορα πλουτοῦσα, οὓς ὕμνοις ἐγκωμίων ἀεὶ μεγάλυνε.

Χαίροις τῶν Μαρτύρων θεία κρηπίς, Ἀθλοφόρων Νέστορ ἐγκαλλώπισμα τὸ σεπτόν, χαίροις ὁ διδάσκων ἡμᾶς ἀεὶ συντρίβειν, ἐχθροῦ τὰς πανουργίας Σταυροῦ τῷ δόρατι.

Χαίροις ἀδαμάντινε τὴν ψυχήν, καλλονῆς ἐνθέου τὸ δοχεῖον τὸ εὐκλεές, χαίροις ὁ ἀῤῥήτου χαρᾶς ἐπαπολαύων, σὺν τάξεσι Μαρτύρων Νέστορ πανάριστε.

Χαίροις παρθενίας ἄνθος σεπτόν, παραδείσου Νέστορ ἐπιῤῥέον τὴν χαρμονήν, χαίροις τῶν Χαρίτων τοῦ Πνεύματος ταμεῖον, ψυχὰς πιστῶν ἡδῦνον τῶν ἀνυμνούντων σε.

Χαίροις ὁ προσάξας Νέστορ Θεῷ, τίμιον ὡς δῶρον κεφαλήν σου τὴν ἱεράν, χαίροις ὁ τὸ στέφος ἀντειληφὼς τῆς δόξης, ζωῆς τε τῆς ἀλήκτου πηγὴν ἀκένωτον.

Χαίροις ὁλοκάρπωσις ἱερά, τῷ ἐπουρανίῳ Ἀθανάτῳ τε Γεωργῷ, χαίροις τὸ εὐῶδες, θυμίαμα Κυρίου, ἀεὶ Αὐτοῦ τῷ θρόνῳ τὸ προσφερόμενον.

Χαρᾶς ἀϊδίου κατατρυφῶν, κάλλους τε ἀῤῥήτου ἀπολαύων τὴν χαρμονήν, δώρησαι τοῖς πόθῳ ἀεὶ σὲ εὐφημοῦσιν, ἀῤῥήτου εὐφροσύνης Νέστορ τὰ νάματα.

Ἄληκτον τὸν ὕμνον ἐν οὐρανοῖς, Νέστορ ἀναμέλπων Ἀσωμάτων σὺν στρατιαῖς, πρόσδεξαι τὸν ὕμνον, ὃν πόθῳ σοι προσάγω, καὶ χάριν μοι ἀντῖδος πταισμάτων λύσιν τε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἶτα τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Δημήτριου τοῖς λόγοις θαῤῥυνθεὶς Νέστορ ἔνδοξε, ᾔσχυνας Λυαίου τὸ θράσος ἐν σταδίῳ ἀήττητε· καὶ ἔλαβες τὸ στέφος ἐκ χειρός, Χριστοῦ τοῦ Ζωοδότου Ἀθλητά, διὸ πάντες τὴν ἀνδρείαν τὴν σήν, ἀεί, γεραίροντες ἐκβοῶμεν· Χαίροις Μάρτυς στεῤῥόψυχε Χριστοῦ, χαίροις ἀξιοθαύμαστε· χαίροις Θεσσαλονίκης ὁ φρουρός, πιστῶν τε πάντων στήριγμα.

Εἶτα Ἐκτενὴς καὶ ἀπόλυσις. Πρὸ τοῦ Δι᾿ εὐχῶν τὸ ἀκόλουθον:

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις τῆς ἀνδρείας ὁ Κανών, χαίροις καρτερίας ἡ στήλη, καὶ εὐτολμίας εἰκών, ἄκμων ὁ ἀλύγιστος, Χριστοῦ τῆς πίστεως· Δημητρίου ὁ σύναθλος, Δαυΐδ ὥσπερ ἄλλος, τύραννον ἀπέκτεινας σφενδόνη πίστεως λίθον ὡς πανίσχυρον ἔχων, τίμιον Σταυρόν, χαίροις Νέστορ, τῶν πιστῶς τιμώντων σὲ τὸ στήριγμα.

Δίστιχα.
Ταπεινόν μου δώρημα τῶν ὕμνων μὴ παρίδῃς ὁ δωρησάμενος Χριστῷ Νέστορ αἱμάτων ῥεῖθρα.

Βασιλεῖ οἰκείωσον ἐπουρανίῳ τὴν πιστῶς σὲ μέλψασαν Νέστορ στεῤῥὲ ὁπλῖτα.

ΕΠΙΣΗΣ ΧΑΙΡΕΤΙΣΜΟΙ ΚΑΙ ΕΓΚΩΜΙΑ ΣΤΟΝ ΑΓΙΟ ΝΕΣΤΟΡΑ ΕΔΩ: http://voutsinasilias.blogspot.com/2009/10/27.html
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”