Παράκληση&Χαιρ.στους Αγ.Φώτιο,Μάρκο Ευγενικό&Γρηγόριο Παλαμ

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Παράκληση&Χαιρ.στους Αγ.Φώτιο,Μάρκο Ευγενικό&Γρηγόριο Παλαμ

Δημοσίευση από efthumhs »

Την Πρώτη Κυριακή κάθε Νοεμβρίου εορτάζουμε την μνήμη των Τριών Νέων Ιεραρχών Αγίων Φωτίου, Μάρκου Ευγενικού και Γρηγορίου Παλαμά. Παρακάτω θα βρείτε την Παράκληση και τους Χαιρετισμούς στους Αγίους, ποιήμα του γνωστού Υμνογράφου μοναχού Γερασίμου Μικραγιαννανίτη

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΤΡΕΙΣ ΝΕΟΥΣ ΙΕΡΑΡΧΕΣ ΦΩΤΙΟ, ΜΑΡΚΟ ΕΥΓΕΝΙΚΟ ΚΑΙ ΓΡΗΡΟΡΙΟ ΠΑΛΑΜΑ.

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσακοῦσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς: Ἦχος δ΄. Ὁ ὑψῶθεὶς ἐν τῷ Σταυρῷ.

Ως Ἱεράρχαι εὐκλεεῖς τῆς Τριάδος, καὶ Ὀρθοδόξων ὁδηγοὶ καὶ προστάται, πάσης ἀνάγκης ῥύσασθε καὶ θλίψεως, Φώτιε μακάριε, καὶ Γρηγόριε θεῖε, καὶ Μᾶρκε θεόσοφε, ταῖς ὑμῶν ἱκεσίαις, τοὺς τῇ πρεσβείᾳ σπεύδοντας ὑμῶν, ὡς παρρησίαν, πλουτοῦντες πρὸς Κύριον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε...

Ὁ κανὼν, οὗ ἡ ἀκροστιχίς: Σῷζε ἡμᾶς τριὰς τῶν Πατέρων. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Σοφίᾳ ἐκλάμψαντες θεϊκῇ, πάσης σοφιστείας, καὶ ἀπάτης τοῦ δυσμενοῦς, Φώτιε Γρηγόριε καὶ Μᾶρκε, ἀεὶ λυτροῦσθε ἡμᾶς ἱκετεύομεν.

Ως πάντων προστάται καὶ ὁδηγοί, Φώτιε καὶ Μᾶρκε, καὶ Γρηγόριε θαυμαστέ, πρὸς τρίβους ἡμᾶς δικαιοσύνης, ἐξ ἀνοδίας παθῶν κατευθύνατε

Ζωῆς ἐνάρετου μυσταγωγοί, Ἅγιοι Πατέρες, ὡς τοῦ Πνεύματος θησαυροί, ἡμᾶς πολιτεύεσθαι ἀμέμπτως, ἐνδυναμώσατε πάντας δεόμεθα.

Θεοτοκίον.

Ετεχθη αἱμάτων σου ἐξ ἁγνῶν, ὁ ἄναρχος Λόγος, ἀλογίας τῆς τῶν παθῶν, λυτρούμενος Ἄχραντε Παρθένε, τοὺς ὀρθοδοξως ὑμνοῦντας τὴν δόξαν σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἡ Τριὰς ἡ ἁγία, οἱ τῶν πιστῶν ἔφοροι, Φώτιε Γρηγόριε Μᾶρκε, ἡμῶν προΐστασθε, ἐν πάσαις θλίψεσι, λύοντες πᾶσαν ὁμίχλην, πόνων καὶ κακώσεων ὑμῶν δεήσεσι.

Μυστηρίων ἁγίων, μυσταγωγοὶ ἔνθεοι, Φώτιε Γρηγόριε Μᾶρκε, μυσταγωγήσατε, βίου λαμπρότητος, τὰς μυστικὰς ἀναβάσεις, τοὺς ὑμῶν τῇ χάριτι, πίστει προστρέχοντες

Ακλινεὶς διαμένειν, καὶ ἀῤῥαγεῖς πάντοτε, τῆς Ὀρθοδοξίας τῇ πέτρᾳ δύναμιν δίδοσθε, Ἅγιε Φώτιε, σὺν Γρηγορίῳ καὶ Μάρκῳ, τοῖς θερμῶς προστρέχουσιν, ὑμῖν ἑκάστοτε.

Θεοτοκίον.

Σαρκωθεὶς ἀποῤῥήτως, ὁ τοῦ παντὸς αἴτιος, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, δι’ ἀγαθότητα, κόσμον ἐνέπλασεν, ἐκ τῆς ἀρχαίας κατάρας, Μῆτερ Ἀειπάρθενε, ὅθεν ὑμνοῦμέν σε.

Διάσωσον Ἱεραρχῶν θεοφόρων τριὰς ἁγία, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ...

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμῇ.

Προστάται ἡμῶν, καὶ θεῖοι ἀντιλήπτορες, ὡς μύσται Χριστοῦ, καὶ Ἱεράρχαι Ὅσιοι, Γρηγόριε καὶ Φώτιε, σὺν τῷ Μάρκῳ Χριστὸν ἱκετεύσατε διδόναι τὸν θεῖον ἱλασμόν, καὶ λύσιν πταισμάτων καὶ κακώσεων.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Τὰς αἱρέσεις συντρίψατε, τὰς καινοφανεῖς Πατέρες τρισάριθμοι, καὶ τῆς λύμης τούτων ῥύσασθε, τοὺς ὑμῖν ἐν πίστει καταφεύγοντας.

Ῥῶσιν δίδοσθε πάντοτε, τὴν κατὰ ψυχὴν καὶ σῶμα μακάριοι, τοῖς αἰτοῦσι μετὰ πίστεως, τὴν ὑμῶν ἀντίληψιν ἑκάστοτε.

Ἱεράρχαι θεόληπτοι, Φώτιε παμμάκαρ Μᾶρκε Γρηγόριε, γρηγορεῖν ἡμᾶς σθενώσατε, ἐν ταῖς ἐντολαῖς τοῦ Παντοκράτορος.



Θεοτοκίον.

Ἀεπάρθενε Δέσποινα, τὴν ἐσκοτισμενην ψυχήν μου πάθεσι, τῇ σῇ χάριτι, καταύγασον, καὶ ἐχθροῦ μανίας μὲ ἐξαρπασον.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.

Σκέπη ἀσφαλής, ἡμῖν ἔσεσθαι δεόμεθα, Πάτερ Φώτιε καὶ Μᾶρκε ἱερέ, καὶ Γρηγόριε ῥυόμενοι τῶν θλίψεων.

Τὰς ἐπιβουλάς, καθ’ ἡμῶν πάσης αἱρέσεως, ἀποτρέψατε δεήσεσιν ὑμῶν, Ἱεράρχαι τῆς Τριάδος οἱ τρισμέγιστοι.

Ως πλήρεις φωτός, Πάτερ Φώτιε θεσπέσιε, καὶ Γρηγόριε καὶ Μᾶρκε οἱ κλεινοί, σκοτασμοῦ ἁμαρτιῶν ἡμᾶς λυτρώσασθε.

Θεοτοκίον.

Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ φρονήματα, καὶ πρὸς τρῖβον τῆς ἐν πνεύματι ζωῆς, καθοδήγησόν με Κόρη ἱκετεύω σε.

ᾨδὴ στ´. Τὴν δέησιν.

Πατέρων, ἡ τρισαυγὴς συστοιχία, Πάτερ Φώτιε Γρηγόριε Μᾶρκε, τὴν Παναγίαν Τριάδα ἀπαύστως, ἐκδυσωπεῖτε εὑρεῖν ἡμᾶς ἔλεος, καὶ λύτρωσιν δυσχερειῶν, καὶ πταισμάτων πολλῶν τὴν συγχώρησιν.

Ἀγγέλων, χοροστασίαις συνόντες, ἐν ὑψίστοις ἱεράρχαι Κυρίου, τοὺς ἐπὶ γῆς τὴν ὑμῶν πολιτείαν, ἀνευφημοῦντας κινδύνων λυτρώσασθε, καὶ τῶν σκανδάλων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν ῥύσασθε Ἅγιοι.

Τῆς λύμης, τῆς ἐκ Δυσμῶν προἱούσης, τῶν αἱρέσεων ἐκεῖθεν Πατέρες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἁγίαν, Φώτιε θεῖε καὶ Μᾶρκε Γρηγόριε, τηρήσατε διὰ παντός, ταῖς ὑμῶν ἱκεσίαις ἀλώβητον

Θεοτοκίον.

Ἐπλήσθῃ, πολλῶν κακῶν ἡ ζωή μου, ἐξ ἀμέτρων Θεοτόκε πταισμάτων διὸ τῇ σῇ καταφεύγω πρεσβείᾳ, ἵνα ῥυσθῶ τῆς εὑρούσης με θλίψεως· σὺν οὗν μὲ λύτρωσαι Ἁγνή, τῆς πικρᾶς συνοχῆς καὶ κακώσεως.

Διάσωσον Ἱεραρχῶν θεοφόρων τριὰς ἁγία, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου...

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.

Ὡς Ἱεράρχαι Χριστοῦ ἐνθεώτατοι, καὶ οἰκονόμοι τῆς χάριτος πάνσοφοι, σὺν Μάρκῳ Γρηγόριε Φώτιε, τῶν ἐν τῷ βίῳ δεινῶν περιστάσεων, ἀτρώτους ἡμᾶς διασῴζετε.

Προκείμενον: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην...

Στίχ.: Καυχήσονται Ὅσιοι ἐν δόξῃ...

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι, ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, πὼς ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοίς. Μὴ νομίσητέ τι ᾖλθον καταλῦσαι τὸν νόμον ἤ τοὺς προφήτας· οὐκ ᾖλθον καταλῦσαι ἄλλα πληρώσαι. Ἀμὴν γὰρ λέγω ὑμίν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῇ, ἰῶτα ἕν ἤ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὅς δ᾿ ἄν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Δόξα: Ταῖς τῶν Διδασκάλων...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...


Δῆμος ὁ τρισάριθμος, Ἱεραρχῶν θεηγόρων, Φώτιε πανθαύμαστε, Μᾶρκε καὶ Γρηγόριε ἱερώτατοι, πολλαπλῶν θλίψεων, καὶ παντοίων πόνων, ἀσινεῖς διατηρήσατε, ἡμᾶς δεόμεθα, ταῖς ὑμῶν θερμαῖς ἀντιλήψεσι, καὶ πᾶσαν ἀποτρέψατε, καθ᾿ ἡμῶν βουλὴν τὴν ὀλέθριον, τῶν αἱρετιζόντων, ὡς τῆς Ὀρθοδοξίας ὁδηγοί, καὶ πρεσβευταὶ ἡμῶν μέγιστοι, πρὸς Χριστὸν μακάριοι.

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ρείθροις θείων ναμάτων, ἐκ πηγῶν αἰωνίων ἡμᾶς ἀρδεύσατε, ὑμῶν ταῖς ἱκεσίαις, πρὸς θείαν γεωργίαν, τῶν καρπῶν τῶν τῆς πίστεως, Γρηγόριε θαυμαστέ, καὶ Φώτιε καὶ Μᾶρκε.

Ὡς πολλὴν παῤῥησίαν, πρὸς Χριστὸν κεκτημένοι Πατέρες Ὅσιοι, ἄπαυστως δυσωπεῖτε ἐν ὤρᾳ τῆς ἀνάγκης, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, καὶ λύτρωσιν τῶν δεινῶν, καὶ θείαν εὐφροσύνην.

Νοῦν θεόφρονα δίδου, καὶ εὐθείαν καρδίαν καὶ βίον ἄλυπον, τριὰς ἡγιασμένη Ἱεραρχῶν Ἁγίων, τοῖς θερμῶς καταφεύγουσι, τῇ προστασίᾳ ὑμῶν, Πατέρες θεοφόροι.

Θεοτοκίον.

Γεωργὸν τῶν ἁπάντων, ἀνηρότως Παρθένε κυοφορήσασα, καρποὺς τῆς μετανοίας, ἐνίσχυσάν με κόρη, γεωργεῖν μετὰ πίστεως, ἵνα τῆς ἄνω ζωῆς, μετὰ τὸ τέλος τύχω.

ᾨδὴ η´. Τὸν Βασιλέα.

Ἐκ πάσης βλάβης, ἡμᾶς τηρεῖτε ἀτρώτους, Πάτερ Φώτιε Γρηγόριε καὶ Μᾶρκε, ὡς πολλὴν θεόθεν, λαβόντες θείαν χάριν.

Ῥάβδῳ ἁγίᾳ, ὑμῶν σοφῆς ποιμανσίας, θεῖε Φώτιε Γρηγόριε καὶ Μᾶρκε, ἡμᾶς ὁδηγεῖτε, πρὸς τρίβους σωτηρίας.

Ἄνωθεν δότε, τὴν πατρικὴν εὐλογίαν, ἡμῖν Φώτιε Γρηγόριε καὶ Μᾶρκε, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σῶσόν με Κόρη, τῆς τοῦ Βελίαρ μανίας, ὡς κυήσασα τὴν πάντων σωτηρία, ἵνα σὲ δοξάζω, Ὑπερδεδοξασμένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἰσχὺν κατὰ τῆς πλάνης, Ἅγιοι Πατέρες, ἡμῖν αἰτεῖσθε καὶ χάριν καὶ ἔλεος, ὡς Ὀρθοδόξων προστάται καὶ θεῖοι ἔφοροι.

Μὴ παύσησθε φρουροῦντες, Ἅγιοι Πατέρες, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν δεόμεθα, ἀπὸ παντοίας ἀνάγκης καὶ περιστάσεως.

Οἱ τρεῖς θεῖοι ποιμένες, Φὼτιε παμμάκαρ, καὶ Μᾶρκε ἅμα καὶ Πάτερ Γρηγόριε, ἡμῖν ἀεὶ ἱλεοῦσθε Χριστὸν τὸν Κύριον.

Θεοτοκίον.

Ὑφάψασα τὴν φλόγα, ἐν ἑμοὶ Παρθένε, τῆς τοῦ Υἱοῦ σου ἀγάπης κατάφλεξον, τῆς ἁμαρτίας τὴν ὅλην ἐκ τῆς καρδίας μου.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια.

Χαίρετε Πατέρες θεοειδεῖς, Φώτιε καὶ Μᾶρκε, καὶ Γρηγόριε ἱερέ, τῆς Ὀρθοδοξίας, πολύφωτοι ἀστέρες, καὶ Ἐκκλησίας στῦλοι, οἱ ἀῤῥαγέστατοι.

Φὡς ἔκλαμπεις Φώτιε νοητόν, γρήγορσιν παρέχεις, Γρηγόριε Ἱερόν, καὶ πιστοὺς ἐγείρεις, πρὸς εὐσεβείας πόνους, ὦ Μᾶρκε θεοφόρε, ἡμῶν ἀντίληψις.

Λόγοις τε καὶ δόγμασιν ἱεροῖς, τὴν Λατίνων πλάνην, διελέγχετε εὐσθενῶς, Φώτιε θεόφρον, Γρηγόριε καὶ Μᾶρκε, ἐξ ἧς ἡμᾶς ἀτρώτους διαφυλάξατε.

Πάσῃς ἡμᾶς ῥύσασθε ἀπειλῇς, ἐκ δοκησισόφων, καὶ ποικίλων αἱρετικῶν, Ὅσιοι Πατέρες, ἐν ἀσαλεύτῳ πέτρᾳ, ἡμᾶς διατηροῦντες, τῆς θείας πίστεως.

Χαίρει Ἐκκλησία ἡτου Χριστοῦ, ὑμᾶς νυμφοστόλους, κεκτημένη καὶ ὁδηγούς, Φώτιε καὶ Μᾶρκε, ὁμοῦ σὺν Γρηγορίῳ, καὶ μέλπει τοὺς ἀγῶνας, ὑμῶν ἑκάστοτε.

Πᾶσαι τῶν Ἀγγέλων...

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις,

Τὸ Ἀναστάσιμον Ἀπολυτίκιον τοῦ ἤχου· καὶ τῶν Ἁγίων. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ὀρθοδόξων δογμάτων θεηγόροι ἐκφαντορες, Φώτιε σοφὲ Ἱεραρχα, καὶ Γρηγόριε ἔνδοξε, φωστὴρ Θεσσαλονίκης φαεινέ, καὶ Μᾶρκε τῆς Ἐφέσου ὁ ποιμήν, εὐσεβείας ἐν τῇ πέτρᾳ τῇ ἀρραγεῖ, στηρίζετε τοὺς κράζοντας· δόξα τῷ θαυμαστώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ βεβαιοῦντι δι’ ὑμῶν, πίστιν τὴν Ὀρθόδοξον.

Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τριάδος θεράποντες, καὶ ὑποφῆται σοφοί, δογμάτων ὀρθότατος, μυσταγωγοὶ ἱεροί, τῷ κόσμῳ ἐδείχθητε, Φώτιε ἱεραρχα, καὶ Γρηγόριε Πάτερ, Μᾶρκε ποιμὴν Ἐφέσου, Ὀρθοδόξων προστάται, καὶ πάσης Ἐκκλησίας, θεμέλιοι ἄρρηκτοι.

Θεοτοκίον.
Τὸ ἀπ· αἰῶνος ἀπόκρυφον...

μεθ’ ἥν τὸ ἑξῆς: Ὅτε ἒκ τοῦ ξύλου.
Στίφος τῶν τριῶν Ἱεραρχῶν, τῆς Ὑπερουσίου Τριάδος, θεῖοι θεράποντες, Φώτιε πανθαύμαστε, Μᾶρκε μακάριε, καὶ Γρηγόριε πάνσοφε, ἡμῶν τὰς δεήσεις, δέξασθε, ὡς συμπαθέστατοι, πάσης δὲ ἀνάγκης καὶ λύπης, ῥύσασθε καὶ πάσης μανίας, τοὺς ὑμῶν τῇ σκέπῃ καταφεύγοντας.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...

Δίστιχον:

Ἱκέσιον δέησιν τριὰς Πατέρων
Γερασίμου πρόσδεξαι ἐν συμπάθεια.

Πηγή,Χαιρετισμοί και Εγκώμια εδώ: http://voutsinasilias.blogspot.com/2009/11/1_07.html
Άβαταρ μέλους
akylina
Βασικός Αποστολέας
Βασικός Αποστολέας
Δημοσιεύσεις: 125
Εγγραφή: Παρ Σεπ 25, 2009 6:11 pm
Τοποθεσία: Αιτωλοακαρνανία

Re: Παράκληση&Χαιρ.στους Αγ.Φώτιο,Μάρκο Ευγενικό&Γρηγόριο Παλαμ

Δημοσίευση από akylina »

Σε ευχαριστούμε πολύ.. Σκεφτόμουν εδώ & ημέρες να έβρισκα τους χαιρετισμούς στον Άγ. Γρηγ. Παλαμά.. Ευχαριστούμε για τον κόπο σου. :smile:
-Αινείτε τον Κύριον εκ των ουρανών,αινείτε αυτών εν τοις υψίστοις..
-Ευφράνθην επι τοις ειρηκόσι μοι εις οίκον Κυρίου πορευσόμεθα. Εστώτες ήσαν οι πόδες ημών εν ταις αυλαίς σου, Ιερουσαλήμ..
zefs2008
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1153
Εγγραφή: Κυρ Αύγ 03, 2008 5:00 am
Τοποθεσία: Παναγιώτα@Πειραιάς
Επικοινωνία:

Re: Παράκληση&Χαιρ.στους Αγ.Φώτιο,Μάρκο Ευγενικό&Γρηγόριο Παλαμ

Δημοσίευση από zefs2008 »

ευχαριστούμε
Υπεραγία Θεοτόκε Σώσον Ημάς.
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”