Παρακλητικός Κανών Αγίου Αμφιλοχίου - 23 Νοεμβρίου

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Παρακλητικός Κανών Αγίου Αμφιλοχίου - 23 Νοεμβρίου

Δημοσίευση από efthumhs »

ΠΑΡΑΚΛΗΣΙΣ ΑΓΙΟΥ ΑΜΦΙΛΟΧΙΟΥ

(Ποίημα Ἱσιδώρας Μοναχής)


Εὐλογήσαντος τοῦ Ἱερέως· τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος, ὡς συνήθως καὶ τά ἑξῆς·


Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ


Χρηματισθεὶς ὡς καθαρὸς μετ’ Ἀγγέλου, καὶ μυηθεὶς χερουβικῶς Ἱεράρχα, ἐν σεαυτῷ τὸν ὕμνον τὸν τρισάγιον, Πάτερ Ἀμφιλόχιε ἱερούργησας ὃντως, Τριάδα ὁμόθρονον, ὀρθοδόξως κηρύξας· καὶ νῦν Χριστὸν μὴ παύσῃ δυσωπῶν, ὑπὲρ τῶν πίστει ὑμνούντων σὰς χάριτας.


Δόξα. Ὅμοιον.


Ἐν φωταυγίᾳ μυστικῇ θεηγόρε, τὸ Εὐαγγέλιον λαβὼν ὑπ’ ἀΰλῶν, θεοβουλήτως ἤστραψας ἰσάγγελε, Πάτερ Ἀμφιλόχιε, ὡς ποιμὴν Ἰκονίου, ψυχὰς ἐκκαθαίρων νῦν, τῇ θερμῇ σου πρεσβείᾳ· διὸ τοῖς χρῄζουσι μὴ παύσῃ χορηγῶν, ὡς ἐλεήμων, δωρήματα πρόσφορα.


Καὶ νῦν. Θεοτοκίον.


Οὐ σιωπήσωμέν ποτε...


Ὁ Ν΄. Καί ὁ κανών, οὗ ἡ ἀκροστιχίς : Ἀμφιλόχιε, τὸ φῶς λόχευσόν μοι. Ἰσιδώρα.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας


Ἀκτῖνας φωτὸς τοῦ τρισολαμποῦς, σεπτὲ Ἱεράρχα, Ἀμφιλόχιε θεωρῶν, διάλυσον σκότωσιν νοός μου καὶ ἐπιλάμψεως θείας ἀξίωσον.


Μερίμνῃ τῇ ἄνωθεν λοχευθείς, Ποιμὴν Ἰκονίου, ἐπὶ χλόην ζωοποιόν, ἐποίμαινας Πάτερ ἐν τοῖς κρίνοις, ἀρωμάτων ἐν κήποις χρηστότητος.


Φαιδρὸς εἰσελήλυθας εἰς ναόν, οὐράνιον Πάτερ, εἰς ἀθέατα ἐντρυφῶν, καὶ νῦν Ἀμφιλόχιε καρδίας, καὶ ψυχὰς ἡμῶν πάντων οὐράνωσον.


Θεοτοκίον.


Ἱλέωσαι Κόρη τὸν σὸν Ὑἱόν, συγχώρησιν δοῦναι, ἐπταισμένων ἵνα ὑμνῶ, νοΐ καθαρῷ σὰς ἀντιλήψεις, Παρθενομῆτορ ἐμόν ἀγαλλίαμα·


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος


Λαμπαδοῦχος ἐφάνης, πυριστεφὴς Ὅσιε, τῆς θεολογίας τρανώσας τὴν γνῶσιν ἅπασι, διὸ ὑπάναψον ἐν ταῖς ψυχαῖς ἡμῶν φλόγα, θείας ἀγαπήσεως, Ἀμφιλόχιε.


Ὀδυνῶν τῶν παθῶν μου καὶ προσβολῶν δράκοντος, ῥῦσαὶ με πρεσβείᾳ σου Πάτερ, τῇ πανοικτίρμονι, πόμα τὸ ᾔδιστον, βλύζων ἐμοὶ ἀπαθείας, Πάτερ Ἀμφιλόχιε, καὶ κατανύξεως.


Χριστοκλήτως ἐκφαίνων ποιμαντικὰς χάριτας, πύλας ἐννοιῶν ἀθανάτων, ἤνοιξας Ἅγιε, διὸ σωτήριον ἡμῖν λοχείαν παρέχεις, Πάτερ Ἀμφιλόχιε, ἀγαλλιάσεως.


Θεοτοκίον.


Ἰατῆρα δυσώπει, ὃν ἐν γαστρὶ ἔφερες, δύσμορφον εἰκόνα ὦ Μῆτερ, καθωραΐσαι μου· καὶ γὰρ σὲ εὕρηκε πάντερπνον σφόδρα ὁ κάλλει, ἐν βροτοῖς ὑπέρκαλος καὶ ὡραιότατος.


Διάσωσον, ἡμᾶς ἐκ πλάνης καὶ θλίψεως ψυχοφθόρου, Ἀμφιλόχιε σεπτὲ Ἱεράρχα, τοὺς τιμῶντάς σου χάριτας, πίστει, καὶ εὐλαβείᾳ.


Ἐπίβλεψον ἐν εὐμενείᾳ....

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.


Τὴν γνῶσιν λαβὼν ζωῆς τὴν ἀδαπάνητον, τὸν νοῦν σου σοφὲ ἐπλήρωσας λαμπρότητος, βοῶν πρὸς τὸν Ποιμένα σου, ποῦ ποιμαίνεις ὦ Λόγε σὰ θρέμματα, διὸ εἰς ὄρη θείας καλλονῆς, ἀνάφερε πάντας Ἀμφιλόχιε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.


Ἐγεώργησας λόγῳ σου, λογικοὺς λειμῶνας ἀνθέων πίστεως, διὸ μύρον ὡς πολύτιμον, ἡμᾶς θέλγει Πάτερ, ἡ σὴ εὔνοια.


Τὰς αὐγὰς ἰριδίζων μοι, τῶν κρειττόνων Πάτερ φέρειν ἐνίσχυσον, εὐωδίαν καθαρότητας, ἵνα Ἀμφιλόχιε γεραίρω σε.


Ὀμβροφόρος ὡς νέφωσις, ἐξ αὐχμοῦ με ῥύεται ἡ πρεσβεία σου, βουλευμάτων τοῦ ἀλάστορος, δρόσον οὐρανίαν ὑετίζουσα.


Θεοτοκίον.


Φωτοφόρε Παράδεισε, τοῦ λαμπροῦ νυμφῶνος μὲ καταξίωσον, ἡ παστὰς θείας σαρκώσεως, ἡ κεχρυσωμένη τῇ ἁγνείᾳ σου.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.


Ὤφθης ἀῤῥαγές, ἐκκλησίας περιτείχισμα, διὸ στήριξον ἐν πίστει ἀκλινεῖ, τὸ ποίμνιόν σου, ὀρθοδόξως Ἀμφιλόχιε.


Σκήνωμα τερπνόν, ἔνθα μένεις μοι εὐτρέπισον, ἵνα πρόσωπον πρὸς πρόσωπον ὁρῶ, ὃν κατεπόθησας παμμάκαρ Ἀμφιλόχιε.


Λόχευσον ἡμῖν, ἁγιάσματος τὴν εὔκλειαν, ὁ φερώνυμον τὴν κλῆσιν βεβαιῶν, Ἀμφιλόχιε κατ’ ἄμφῶ νέμων ἴασιν.


Θεοτοκίον.


Ὄμβρησον ἡμῖν, οἶνον θείας ἐπιγνώσεως, ἀναστέλλοντα τὴν μέθην τῶν παθῶν, ἡ θεῖον βότρυν τῆς ζωῆς ἀποκυήσασα.


ᾨδὴ στ΄. Τὴν δέησιν.


Χορείαις, ἀγγελικαῖς συναυλίζῃ, ὁ βιώσας ἐν σώματι ἀΰλως· καὶ νῦν ἡμῖν πατρικῇ εὐστοργίᾳ, ἐλθὲ καὶ δίδου γλυκεῖαν παράκλησιν, ὁρᾶν τὸ ὄντως ἐφέτον, τῷ νοΐ Ἀμφιλόχιε πάντοτε.


Ἐκλάμψας, ἱερωσύνης τῷ φάει, ὑπ’ Ἀγγελῶν ὡς λαβὼν χρῖσμα θεῖον, τοὺς ἀφορῶντας πρὸς σὲ ἐκ καρδίας, ἐκ ῥύπου βλάβης καὶ θλίψεων λύτρωσαι, ὦ Ἀμφιλόχιε σεπτέ, τῶν δογμάτων ἡ λύρα ἡ εὔσημος.


Ὑπάρχεις, τῶν ὑπερβάσεων μύστης, θεοτύπωτος εἰκὼν ἀποῤῥήτων, διὸ ἐμὲ ἐν ἀβύσσῳ κακίας, βεβυθισμένον ὦ Πάτερ ἀνέλκυσον, δεήσει σου τῇ φωταυγεῖ, ὑπερκόσμιε νοῦ Ἀμφιλόχιε.


Θεοτοκίον.


Σὲ ὁ Λόγος, ὁ τοῦ Πατρὸς Θεοτόκε, ὡς χρυσοῦν θυμιατήριον εὗρεν, ἐν ᾧ ἀνάψας σαρκώσεως θαῦμα, ἐν εὐωδίαις ἡμᾶς κατηγλάϊσε, ζωῆς ἀῤῥήτου Μαριάμ, δυσωδίας φθορᾶς ἐκλυτρούμενος.


Διάσωσον ἡμᾶς, ἐκ πλάνης, καὶ θλίψεως ψυχοφθόρου, Ἀμφιλόχιε σεπτὲ Ἱεράρχα, τοὺς τιμῶντάς σου χάριτας, ἐν πίστει καὶ εὐλαβείᾳ.


Ἄχραντε...

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.


Λειτουργὸς ὡς ὑπαρχῶν εὐπρόσδεκτος Ἅγιε, τῷ φωτὶ τῷ τρισηλίῳ θέσει θεουμένος, ἐλθὲ τάχει, καὶ ἐξελοῦ ἡμᾶς ἐκ συμφορῶν, δεινῶν νόσων τε καὶ χαλεπῶν, μηχανευμάτων τοῦ ἐχθροῦ, θεουργὲ Ἀμφιλοχιεν. Ἴθυνον διανοίας, πρὸς τρίβον τῆς μετανοίας, διδοὺς ὑψόθεν χαρμονήν, ἀγαπήσει τῇ πατρῷα σου.

Προκείμενον: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην...


Στίχ.: Τίμιος ἐναντίον Κυρίου...


Εὐαγγέλιον ἱεραρχικόν.


Δόξα. Ταῖς τοῦ Ἱεράρχου...


Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Στ.: Ἐλεῆμον, ἐλέησόν μὲ ὁ Θεός... Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.


Αἴγλῃ αὐγαζόμενος, χειροθεσίας Ἀγγέλων, Πάτερ Ἀμφιλόχιε, ῥήσεσι χειλέων σου ἐναπέφραξας, ἀσεβῶν στόματα, τῶν μὴ προσκυνούντων, τῆς Τριάδος τὸ ὁμότιμον, ἐλαίῳ ἄνωθεν ποιμαντορικῶς σφραγισάμενος· διὸ μανίας δράκοντας, ὄτρωτον συντηρεῖ μὲ πάντοτε, ἵνα σου δοξάζω δωρήματα προνοίας ἐναργοῦς καὶ γλυκασμοὺς ἀντιλήψεων, ἐπιχεομένων μοι.


Σῶσον ὁ Θεὸς τὸν λαόν Σου...

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.


Ὀσφρανθεὶς ἡδυπνόων, ἀρωμάτων τοῦ Πνεύματος Ἀμφιλόχιε, παθῶν τῆς δυσωδίας, εὐτόνῳ σου δεήσει, ἀπαλλάττεις ἑκάστοτε, ἐν συντριβῇ ἱερᾷ, τοὺς σὲ ὑμνολογοῦντας.


Νοητῇ ἐν δρεπάνῃ, κακοδόξων βλαστήματα ἐξεμέλισας, ζιζάνια ἐκκαίων, λυμαντικὰ σπερμάτων, Πάτερ τῆς πίστεως, καρποφυλάττων ἡμῖν, ῥαδάμνους σωτηρίας·


Μετουσίᾳ τῇ θείᾳ, Ἀμφιλόχιε Πάτερ θέλγει ἀείποτε, ἀΰλων ἁρμονίας, διὸ κεκυφυῖαν, τὴν ψυχήν μου ἐνίσωσαν, τῇ σταθερᾷ Ἰησοῦ, εὐθύτητι ἁγίᾳ


Θεοτοκίον.


Ὁ Υἱός σου ἐσθῆτα, περιθείς σοι Πανάχραντε τῆς Θεότητος, διάχρυσον ἐξόλου, ὡς ᾆσμα τῶν ᾀσμάτων κατεκόσμησε χάρισι, ἐν κροσσωτοῖς ποικιλτοῖς, Πατρὸς τῆς εὐδοκίας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.


Ἰάσεις βρύεις, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν εἰκόνα σου θεόπτα, καὶ γὰρ πλουτεῖς πᾶσι, θαυμάτων σου τὴν αἴγλην.


Ἱερωσύνης, τὴν εὐλογίαν παμμάκαρ, συμπαθῶς ἐκχέεις τοῖς αἰτοῦσι, δρόσῳ γὰρ ἐπλήσθης, ψεκάδων εὐσπλαγχνίας.


Σκεῦος ἐδείχθης, τῆς θεϊκῆς ἐπιπνοίας, Ἀμφιλόχιε Πάτερ ἀξίως, ποίμνην σου εὐθύνων, εἰς τρῖβον μετανοίας.


Θεοτοκίον.


Ιερωτέραν, τῶν οὐρανίων ταγμάτων, σὲ γινώσκομεν Πανύμνητε Μαρία, τέλος γὰρ ὑπάρχεις δημιουργίας πάσης.


ᾨδή θ΄. Κυρίως Θεοτόκον.


Δεχόμενοι εὐχαῖς σου, αὔρας ζωηφόρους, συναθροισθέντες τῇ θείᾳ εἰκόνι σου, λοχαίους στάχυας Πάτερ ἀναδρεπόμεθα.


Ὠραῖος ἐνεφάνης· φωτὸς ταῖς ἀγλαΐαις, ἀμωφιλοχεύων ἰάσεις τοῖς χρήζουσι, ὦ Ἀμφιλόχιε, τρόποις τῆς σῆς χρηστότητος.


Ῥοαῖς τῶν σῶν θαυμάτων, σβέννυς πῦρ ἀνθράκων, τῶν πειρασμῶν καὶ τῶν θλίψεων Ὅσιε, εὐχῇ σοῦ φύσεως τρέπων τὰ ὁροθέσια.


Θεοτοκίον.


Ἁγνείας ἐν κοιλάσι, ὡς δορκὰς τρυφῶσα, βόσκεις νομαῖς ταῖς τοῦ Πνεύματος Δέσποινα, ἐπιθυμία Υἱοῦ σου ἡμᾶς ἡδύνουσα.


Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.


Κλήσει ἀσωμάτων ὡς πιστωθείς, πρὸς σκοπὸν λατρείας παναχράντου καὶ λογικῆς, θείᾳ προμήθειᾳ, Ποιμὴν ἐτελειώθης, Τριάδος λαμπηδόσι, ὦ Ἀμφιλόχιε.


Θημὼν πεπυκασμένος ἐν ἀρεταῖς, καρποὺς ἀθανασίας διανέμεις καὶ γλυκασμόν, πατρῴας ἱκεσίας, πικρίας ῥυομένης, Πατέρων ᾆσμα θεῖον, ὦ Ἀμφιλόχιε.


Χαίροις εὐδοκίας ἱερουργός, δοθεῖσάν σοι χάριν σφραγισάμενος ἱερῶς, τυπώματι θείῳ, ἁγιασμοῦ θεόπτα, ἐν λόγῳ τε καὶ ἔργῳ, ὦ Ἀμφιλόχιε.


Πόθῳ ἱερατευσας τῷ Χριστῷ, οὐράνιοι πύλαι· διὸ ἤρθησαν ἐξ αὐτῶν, τῇ θέᾳ σου μύστα, ἵνα εἰσέλθῃς ἔνδον, τοῖς στίγμασι Δεσπότου, ὡς σημειούμενος.


Ἐδίδαξας Πάτερ θεολογεῖν, Τριάδος τὸ δόγμα καὶ λατρεύειν μίαν ἀρχήν, ἁπλῆν τῇ οὐσίᾳ, τρισάριθμον προσώποις, τὴν ποίμνην σου φυλάττων λύκοις ἀλύμαντον.


Δίδου εὐλογίας τοῖς ἐπὶ σέ, Πάτερ ἀφορῶσι, καὶ ἐκ νάρδων καρδιακῶν, ἐπίχεε μύρα, ψυχαῖς ἐπιποθούσαις, τὸ φίλτρον τοῦ Δεσπότου, ὦ Ἀμφιλόχιε.


Πᾶσαι τῶν Ἀγγέλων...

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἥν ψάλλομεν τὸ ἑξῆς : Ἦχος β᾿ ·Ὅτε ἐκ τοῦ ξύλου.


Χλαίνῃ τοῦ Ποιμένος φαιδρυνθείς, χάριν τὴν πολύφωτον ἔργῳ, πᾶσιν ἐπλούτησας, βίον τοῦ Δεσπότου σου ἐν τοῖς παθήμασι, διεξάγων θεόπνευστε, διὸ μὴ ἐλλίπῃς, δόσεις τὰς ἀΰλους σου νέμειν τοῖς μέλπουσι, θεῖά σου λοχεύματα πόθῳ, τὴν χαρὰν αἰτούμενος πᾶσι, Πάτερ Ἀμφιλόχιε καὶ ἔλεος.


Δέσποινα πρόσδεξαι .......


Τὴν πᾶσαν ἐλπίδα μου...

Πηγή: http://voutsinasilias.blogspot.com/2009/11/23.html
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”