Παρακλητικός Κανόνας Αγίου Ευθυμίου Επισκόπου Σάρδεων

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Παρακλητικός Κανόνας Αγίου Ευθυμίου Επισκόπου Σάρδεων

Δημοσίευση από efthumhs »

Παρακάτω υπάρχει ο παρακλητικός Κανόνας τοιυ Αγίου Ευθυμίου Επισκόπου Σάρδεων του Ομολόγητού. Ο Ι.Ναός του είναι στο Κερατσίνι όπου φυλάσσεται η θαυματουργός κάρα του και εορτάζει 26 Δεκεμβρίου (Κοίμησις) και την Κυριακή των Πατέρων της Ζ Οικουμενικής Συνόδου όπου έλαβε και μέρος και που εορτάζεται την εβδομάδα 11 - 17 Οκτωβρίου.

ΠΑΡΑΚΛΗΣΙΣ

(Ποίημα Παναγιώτου ἀναγνώστου Σόμαλη. Βιοχημικοῦ.
Ἔκδοσις Ι. Ν. Αγ. Ευθυμίου Κερατσινίου.)

Εὐλογητὸς ὁ Θεός. Ὁ ΡΜΒ΄ ψαλμός. Θεὸς Κύριος.

Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς προσκυνοῦντας τὴν τιμίαν σου κάταν, ἐξ ἧς θαυμάτων ποταμὸς ἀναβλύζει, Ἱερομάρτυς Ἅγιε Εὐθύμιε, πάσης ἀπολύτρωσαι ἀῤῥωστίας καὶ βλάβης, τὴν σὴν παρεχόμενος εὐλογίαν καὶ χάριν, καὶ τὸν Χριστὸν ἱκέτευε ἀεί, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.

Δόξα. Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε

Τῶν Σαρδέων Πρόεδρος, καὶ Ἐκκλησίας φωστήρ, καὶ στόμα θεόσοφον, ὁμολογίας λαμπρᾶς ἐδείχθης Εὐθύμιε. Ὅθεν τῇ μυριπνόῳ καὶ ἁγίᾳ σου κάρᾳ, ταύτην τὴν πόλιν Πάτερ, μυστικῶς ἁγιάζεις, ἧ δίδου Ἱεράρχα ἀεὶ τῇ προστασίᾳ σου.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε...

Ὁ Ν΄ ψαλμός. Ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Ἀθυμίας ῥῦσαί με Ἱερομάρτυς. Παναγιώτου.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἁπάσης ἀνάγκης καὶ συμφοράς, ἀτρώτους συντήρει σαῖς πρὸς Κύριον προσευχαῖς, Εὐθύμιε Πάτερ θεοφόρε, τοὺς εὐλαβῶς προσιόντας τῇ σκέπῃ σου.

Θαυμάτων τὴν δύναμιν εἰληφώς, ὡς ἔπαθλον μάκαρ, τῶν σῶν πόνων παρὰ Θεοῦ, ἴσθι βοηθὸς καὶ ἀντιλήπτωρ, τῶν προσκυνούντων τὴν πάντιμον κάραν σου.

Ὑψώσας ἱκέτιδας πρὸς Θεόν, χεῖρας Ἱεράρχα, ἡμῖν αἴτει ἁμαρτιῶν, δοῦναι ἀμετρήτων τή συγγνώμην, τοῖς σε τιμῶσιν Εὐθύμιε ἔνδοξε.

Θεοτοκίον.

Μυρίαις βαλλόμενος συμφοραῖς, τῇ σκέπῃ σου Κόρη καταφεύγω ὁ εὐτελής, σὺν οὖν φύλαξόν με Θεομῆτορ, πλὴν γὰρ σου ἄλλην ἐλπίδα οὐ κέκτημαι.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.

Ἰατρὸν ἐν τοῖς νόσοις θαυματουργὸν εὕροιμεν, σὲ Ἰερομάρτυς Κυρίου Πάτερ Εὐθύμιε, πάσης λυτρούμενον, φθοροποιοῦ ἀλγηδόνος, καὶ ἡμῖν δωρούμενον χαρὰν καὶ ἴασιν.

Ἀπορούντων προστάτης καὶ τῶν πτωχῶν πρόμαχος, καὶ τῶν ὀρθοδόξων δογμάτων στῦλος ἀκλόνητος, ὤφθης Εὐθύμιε, διὸ καὶ ἄφθαρτον στέφος, ἐκ Κυρίου εἴληφας τοῦ Παντοκράτορος.

Συμφορῶν καὶ κινδύνων παντοδαπῶν φύλαττε, τοὺς τῇ προστασίᾳ σου Πάτερ πίστει προστρέχοντας, βίον ἡσύχιον, καὶ εἰρηναῖον βραβεύων, Ἅγιε Εὐθύμιε Σαρδέων πρόεδρε.

Θεοτοκίον.

Ῥυπτικῇ σου πρεσβείᾳ Μήτηρ Θεοῦ Πάναγνε, κάθαρον ψυχῆς μου τὸ αἶσχος καθικετεύω σε, καὶ μετανοίας μοι, δάκρυα δίδου Παρθένε, τῷ ἀχρείῳ δούλῳ σου εἰς σε ἐλπίζοντι.

Διάσωσον, Ἱερομάρτυς Εὐθύμιε θεοφόρε, τοὺς προσκυνοῦντας τὴν θαυματόβρυτον κάραν σου, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ...

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαις ταῖς σαῖς Εὐθύμιε μακάριε, ἐκ πάσης ὀργῆς καὶ θλίψεως ῥυσθείημεν, οἱ πιστῶς προστρέχοντες νῦν τῇ κραταιᾷ προστασίᾳ σου, καὶ τὸν Θεὸν δοξάζοντες ἀεί, τὸν σὲ Ἱεράρχα μεγαλύναντι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὑπέρ πάντων ἱκέτευε, τῶν συναθροισθέντων ἐν τῷ τεμένει σου, ἱερόνικε Εὐθύμιε, καὶ ἐξαιτουμένων τὰς πρεσβείας σου.

Σῶσον Πάτερ Εὐθύμιε, πάσης ἐπηρείας τοῦ κοσμοκράτορος, ὡς πιστῶν προστάτης κράτιστος, τοὺς εἰλικρινῶς προσκαλουμένους σε.

Ἀθυμίας με λύτρωσαι, τῆς κατατρυχούσης νῦν τὸν ἱκέτην σου, εὐθυμίας ὡς ἐπώνυμος, ἀξιομακάριστε Εὐθύμιε.

Θεοτοκίον.

Ἱκετεύω σε Δέσποινα, μὴ ἐγκαταλίπῃς με ἐν ταῖς θλίψεσι, ἀλλὰ δίδου μοι βοήθειαν, καὶ παντοίας λύτρωσαι κακώσεως.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Μέγας βοηθός, ἐκ Θεοῦ ἡμῖν δεδώρησαι, ἐν κινδύνοις καὶ ποικίλοις πειρασμοῖς, διὰ τοῦτό σε γεραίρομεν Εὐθύμιε.

Ἔχων πρὸς Χριστόν, παῤῥησίαν τὸν φιλάνθρωπον, καθικέτευε αὐτὸν διηνεκῶς, δωρηθῆναι τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

Ἴασαι ἡμῶν, Ἱεράρχα τὰ συντρίμματα, καὶ ὑγείαν τὴν κατ’ ἄμφω δὸς ἡμῖν, τοῖς ἱκέταις σου Εὐθύμιε θεσπέσιε.

Θεοτοκίον.

Ἔκχεον κἀμοί, τὰ ἐλέη σου Πανάχραντε, λυτρουμένη συνηθείας πονηρᾶς, ἵνα χαίρων σε ὑμνῶ ὠς εὐεργέτην μου.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Ῥυσθῆναι, αἱρετιζόντων μανίας, τὴν σὴν ποίμνην καθικέτευε Πάτερ, ἰδοὺ γὰρ πόθῳ σὲ ὕμνοις γεραίρει, τοὺς εὐαγεῖς σου ἀγῶνας δοξάζουσα, τῶν Ὀρθοδόξων χαρμονή, Ἱεράρχα Εὐθύμιε πάνσοφε.

Ὁ πάνσεπτος, ἀθλοφόρε οἶκός σου, ἰατρεῖον νοσημάτων παντοίων, ἐπισκίασει Θεοῦ ἀνεδείχθη, καὶ γὰρ πηγάζει ἠ πάντιμος κάρα σου, ἰάματα διηνεκῶς, τοῖς νοσοῦσι θεόφρον Εὐθύμιε.

Μὴ παύσῃ, ἐκδυσωπεῖν τὸν Κύριον, λυτρωθῆναι τοῦ πυρὸς τοῦ ἀσβέστου, καὶ τῶν λοιπῶν αἰωνίων βασάνων, Ἱερομάρτυς Εὐθύμιε ἔνδοξε, τοὺς ἐκτελοῦντας εὐσεβῶς, τὴν λαμπρὰν καὶ παγγέραστον μνήμην σου.

Θεοτοκίον.

Ἀσπόρως, Χριστὸν τῶν πάντων Δεσπότην, τετοκυῖα Ἀειπάρθενε Κόρη, αἴτει Αὐτὸν μητρικῇ παῤῥησίᾳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι δεόμεθα, τοὺς Θεοτόκον ἀληθῆ, σὲ κηρύσσοντας πόθῳ Πανάχραντε.

Διάσωσον, Ἱερομάρτυς Εὐθύμιε θεοφόρε, τοὺς προσκυνοῦντας τὴν θαυματόβρυτον κάραν σου, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.

Ἄχραντε...

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ἱερομάρτυς κυρίου Εὐθύμιε, τοῖς προσκυνοῦσι τὴν πάνσεπτον κάραν σου, τὴν σὴν εὐλογίαν κατάπεμψον, καὶ ἐν ἀνάγκαις ταχεῖαν βοήθειαν, ὡς φύλαξ πιστῶν θεοδώρητος.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...

Στ.: Οἱ ἰερεῖς Σου Κύριε...

Εὐαγγέλιον. Κατὰ Ματθαῖον (ιγ΄, 44-54): Εἶπεν ὁ Κύριος· πάλιν ὁμοία ἐστὶν ἠ Βασιλεία τῶν Οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῶ...

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἐλεῆμον, ἐλέησόν με ὀ Θεός... Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἅγιε Εὐθύμιε, Ἱεραρχῶν ἡ λαμπρότης, τῶν Σαρδέων πρόεδρε, καὶ Μαρτύρων καύχημα καὶ κειμήλιον, τῆς σεπτῆς σύνεδρε ἑβδόμης Συνόδου, τὸν δοξάσαντά σε Κύριον, καὶ ἀναδείξαντα, πηγὴν ἰαμάτων ἀστείρευτον, τὴν κάραν τὴν τιμίαν σου. Ἐκτενῶς ἀεὶ καθικέτευε, ἵνα πάσης βλάβης, ῥυσθῶμεν καὶ παντοίας συμφορᾶς, οἱ εὐλαβῶς καταφεύγοντες, νῦν τῇ προστασίᾳ σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ῥοήν μου τῶν δακρύων προσδεξάμενος ῥῦσαι Πάτερ Εὐθύμιε, δεινῆς με ἀθυμίας, χαρὰν καὶ εὐθυμίαν, τῇ ψυχῇ μου δωρούμενος, ἵνα δοξάζω Θεόν, τὸν θαυμαστώσαντά σε.

Τὴν τιμίαν σου κάραν ὡς θησαύρισμα θεῖον ὄντως κεκτήμεθα, καὶ ταύτῃ προσιόντες, δεινῶν ἀῤῥωστήματων ἐκλυτρούμεθα κράζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὕψόθεν νεῦσον Πάτερ καὶ δίδου σοῖς ἱκέταις πᾶσι τὰ πρόσφορα, καὶ τὰ πρὸς σωτηρίαν, αἰτήματα παράσχου, τοῖς βοῶσιν Εὐθύμιε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σαρκὸς ἐπιθυμίαις ἐδουλώθην ὀ τάλας δοῦλός σου Δέσποινα, αὐτῶν ἀπάλλαξόν με, τῆς τυρανίας θᾶττον ἵνα κράζω γηθόμενος· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Πρέσβευε Πάτερ, τῷ πανοικτίρμονι Λόγῳ, δοῦναι ἱλασμὸν πλημμελημάτων, τοῖς ἀνευφημοῦσι, τοὺς θείους σου ἀγῶνας.

Ἀγαλλιᾶται, Κερατσινίου ἡ πόλις, τῇ σῇ προστασίᾳ Ἱεράρχα, σοῦ τὴν θείαν κάραν, κατέχουσα ἐν κόλποις.

Νοσοῦσι δίδου, ταῖς θεοδέκτοις λιταῖς σου, ἴασιν Εὐθύμιε παμμάκαρ, καὶ τοῖς θλιβομένοις, παράσχου εὐθυμίαν.

Θεοτοκίον.

Ἄχραντε Κόρη, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, ἴασαι τὸ ἄλγος τῆς ψυχῆς μου, καὶ τὴν σῆς σαρκός μου, θεράπευσον ὀδύνην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Γενοῦ μοι ἀντιλήπτωρ, Εὐθύμιε Πάτερ, καὶ συμφορῶν ἀδοκήτων διάσωσον, βίον μοι δοὺς εἰρηναῖον τῷ δεομένῳ σου.

Ἰάσεις καθ’ ἑκάστην, Ἅγιε πηγάζεις, τοῖς τῷ σεπτῷ προσιοῦσιν τεμένει σου, καὶ τὸν Σωτῆρα ὑμνοῦσιν Πάτερ Εὐθύμιε.

Ὡς πλήρης συμπαθείας, πρόσδεξαι τὸν ὕμνον, ὅν σοι προσήνεγκαν πόθῳ Εὐθύμιε, καὶ τὴν νοσοῦσαν ψυχήν μου εὐχαῖς σου ἴασαι.

Θεοτοκίον.

Τὴν δέησίν μου, δέξαι Κεχαριτωμένη, καὶ ἐν καιρῷ τῆς ἐξόδου μου φάνηθι, τῆς παναθλίας ψυχῆς μου Κόρη βοήθεια.

Ἄξιόν ἐστι. Καὶ τὰ Μεγαλυνάρια.

Τὸν Ἱερομάρτυραν τοῦ Χριστοῦ, Σαρδέων Ποιμένα καὶ Ἐπίσκοπον εὐκλεή, τῶν Εἰκονομάχων, τὸ θράσος καθελόντα, Εὐθύμιον τὸν θεῖον πάντας τιμήσωμεν.

Βασιλεῖς ἐλέγξας τοὺς δυσεβεῖς, εἱρκτὴν καθυπέστης ἐξορίας καὶ ῤαβδισμούς, καὶ ὁμολογίας, τὸ στέφος ἐκομίσω, Εὐθύμιε Μαρτύρων κλεινῶν ὁμότροπε.

Ἀπὸ τῆς Χερσῶνος εἰς τὴν Χιλήν, τῇ σῇ εὐδοκίᾳ ἡ σὴ κάρα καὶ ἰερά, πάλαι ἐκομίσθη, πηγάζουσα ἰάσεις, καὶ εὐωδίαν ἄῤῥητον ἀναπέμπουσα.

Τοῦ Κερατσινίου χαίρει λαός, τὸν θεῖόν σου οἶκον, καὶ τὴν κάραν σου τὴν σεπτήν, τῇ θείᾳ προνοίᾳ, Εὐθύμιε πλουτήσας, καὶ ὕμνοις γηθοσύνως νῦν μακαρίζει σε.

Νόσους ἐκδιώκει τὰς λοιμικάς, καρκίνου τὸ πάθος καὶ ὑγείαν βρύει ἀεί, Εὐθύμιε Πάτερ, ἡ σὴ τιμία κάρα, διὸ αὐτὴν ἐκ πόθου κατασπαζόμεθα.

Πρέσβευε τῷ πάντων Δημιουργῶ, ῥυσθῆναι κινδύνων πολυτρόπων καὶ πειρασμῶν, τούς σοι προσδραμόντας, Εὐθύμιε τρισμάκαρ, καὶ πίστει ἐκζητοῦντας τὴν προστασίαν σου.

Δίδου εὐλογίαν τὴν πατρικήν, τῇ σῇ ἐνορίᾳ καὶ πᾶν δώρημα ἀγαθόν, καὶ ἔνθεον ζῆλον, πρὸς ἀρετῆς ἀγῶνας, Εὐθύμιε Πατέρων σεπτὸν ἀγλάίσμα.

Χαίροις Καισαρείας γόνος λαμπρός, καὶ Χιλῆς προστάτις καὶ Κερατσινίου ὁ θησαυρός, χαίροις ἐκκλησίας, μέγας φωστὴρ τρισμάκαρ, ἀρχιερέων κλέος Πάτερ Εὐθύμιε.

Τοὺς θείου Πατέρας τοὺς τὴν σεπτήν, Σύνοδον Ἑβδόμην συγκροτήσαντας ἱερῶς, καὶ τετιμηκότας, Εἰκόνας τὰς ἁγίας, ἀσμάτων συμφώνιᾳ ἀνευφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων...

Τρισάγιον. Ἀπολυτίκιον.

Ἐν τῇ ἀπολύσει. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προσπίπτοντας πιστῶν, τῇ θαυματοβρύτῳ σου κάρᾳ Πάτερ Εὐθύμιε, σκέπε καὶ διάσωζε ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, νοσημάτων λυτρούμενος δεινῶν Ἱεράρχα, χάριν τε καὶ ἔλεος αὐτοῖς δωρούμενος, ὅπως, ὡς προστάτην καὶ ῥύστην, σὲ ἀξιι76ιοχρέως τιμῶμεν, δόξαν τῷ Σωτῆρι ἀναπέμποντες.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...
Δι’ εὐχῶν...

Πηγή: http://voutsinasilias.blogspot.com/2009/12/26.html
Σημείωση: Στα ορθόδοξα χριστιανικά βιβλιοπωλεία κυκλοφορεί ένα μικρό βιβλιαράκι με τον Βίο του, κάποια παλαιά θαύματα και την ανωτέρω παράκληση
efthumhs
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 1547
Εγγραφή: Δευ Δεκ 18, 2006 6:00 am
Τοποθεσία: Στερεά Ελλάδα

Re: Παρακλητικός Κανόνας Αγίου Ευθυμίου Επισκόπου Σάρδεων

Δημοσίευση από efthumhs »

efthumhs έγραψε:Πάντας, τοὺς προσπίπτοντας πιστῶν, τῇ θαυματοβρύτῳ σου κάρᾳ Πάτερ Εὐθύμιε, σκέπε καὶ διάσωζε ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, νοσημάτων λυτρούμενος δεινῶν Ἱεράρχα, χάριν τε καὶ ἔλεος αὐτοῖς δωρούμενος, ὅπως, ὡς προστάτην καὶ ῥύστην, σὲ ἀξιι76ιοχρέως τιμῶμεν, δόξαν τῷ Σωτῆρι ἀναπέμποντες.

Στο τροπάριο αυτό και στην έντονη-υπογραμμισμένη λέξη γράφει αξιοχρέως.Το γράφω επειδή στον δικό μου υπολογιστή τουλάχιστον δεν φαίνεται καλά και λέω μήπως και σε άλλους υπολογιστές δε φαίνεται το ίδιο καλά!
Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”