ΚΥΡΙΑΚΗ 27 Μαΐου ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΡΩΣΣΟΥ (πανυγηρίζοντος ναού)

Συλλογη παρακλητικών κανόνων

Συντονιστής: Συντονιστές

Απάντηση
Άβαταρ μέλους
Captain Yiannis
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 3178
Εγγραφή: Τετ Νοέμ 19, 2008 12:34 am

ΚΥΡΙΑΚΗ 27 Μαΐου ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΡΩΣΣΟΥ (πανυγηρίζοντος ναού)

Δημοσίευση από Captain Yiannis » Τρί Μάιος 22, 2012 10:59 pm

ΚΥΡΙΑΚΗ 27 Μαΐου
ΤΩΝ ΑΓΙΩΝ ΤΙΗ' ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ
ΤΩΝ ΕΝ ΝΙΚΑΙᾼ & ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΡΩΣΣΟΥ


Η ακολουθία που θα ψαλεί σε πανυγηρίζοντα ναό

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν και το ψαλτήριον εἰς τό, Κύριε ἐκέκραξα... ἱστῶμεν, Στίχους ι' καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ' , τῶν ἁγίων Πατέρων γ' και του Αγίου γ΄.
Στιχηρὰ Ἀναστάσιμα Ἦχος πλ. β'
Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ ᾍδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκοτει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος, ὁ πηγάζων ζωὴν ἐξ οἰκείου φωτός, Παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο, ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Σὲ Κύριε τὸν ὄντα ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς, ἐν τῷ ᾍδῃ; ἐπάτησας θάνατον, εἰς τὰ βάθη τα τῆς θαλάσσης; ἐκεῖ ἡ χείρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.
Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασίν σου, ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Τῶν ἁγίων Πατέρων
Ἦχος ὁ αὐτὸς Ἡ ἀπεγνωσμένη
Ἐκ γαστρὸς ἐτέχθης πρὸ ἑωσφόρου, ἐκ Πατρὸς ἀμήτωρ πρὸ τῶν αἰώνων, κἂν Ἄρειος κτίσμα σε, καὶ οὐ Θεὸν δοξάζῃ, τόλμῃ συνάπτων σε τὸν κτίστην, τοῖς κτίσμασιν ἀφρόνως, ὕλην πυρὸς τοῦ αἰωνίου, ἑαυτῷ θησαυρίζων· ἀλλ' ἡ σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.
Τίς σου τὸν χιτῶνα Σῶτερ διεῖλεν, Ἄρειος, σὺ ἔφης, ὁ τῆς Τριάδος, τεμὼν τὴν ὁμότιμον ἀρχὴν εἰς διαιρέσεις, οὗτος ἠθέτησέ σε εἶναι, τὸν ἕνα τῆς Τριάδος, οὗτος Νεστόριον διδάσκει, Θεοτόκον μὴ λέγειν· ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.
Κρημνῷ περιπίπτει τῆς ἁμαρτίας, Ἄρειος, ὁ μύσας τὸ φῶς μὴ βλέπειν, καὶ θείῳ σπαράττεται, ἀγκίστρῳ τοῖς ἐγκάτοις, πᾶσαν ἐκδοῦναι τὴν οὐσίαν, καὶ τὴν ψυχήν βιαίως, ἄλλος Ἰούδας χρηματίσας, τῇ γνώμῃ καὶ τῷ τρόπῳ· ἀλλ' ἡ Σύνοδος ἡ ἐν Νικαίᾳ, Υἱὸν Θεοῦ σε ἀνεκήρυξε, Κύριε, Πατρὶ καὶ Πνεύματι σύνθρονον.
Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Ἤστραψεν ὡς Ἥλιος, ἡ θεία μνήμη σου σήμερον, τοὺς πιστσὺς καταυγάζουσα, θείαις φρυκτωρίαις, μάκαρ Ἰωαννη, καὶ παθημάτων τὴν ἀχλύν, καὶ τῶν δαιμόνων σκότος διώκουσα· διό σε μακαρίζομεν καὶ ἐτησίως γεραίρομεν, ὡς ὑπέρμαχον ἄσειστον, πρεσβευτὴν ὡς θερμότατον.
Ἄγγελος ἐπίγειος, οἷα περ ἄλλος ἐβίωσας, ἐγκρατείᾳ τὸ σῶμά σου, μαράνας θεόσοφε, καὶ ταῖς ἀγρυπνίαις, στάσεσι παννύχοις, μνήμην θανάτου ἐμποιῶν, τὰ θεῖα πάτερ ἐπαξιούμενος, μυστήρια καθ' ἕκαστον, Σάββατον· ὅθεν προσήγαγες σεαυτὸν καλλιέρημα, τῷ τῶν ὅλων δεσπὸζοντι.
Πάντας τοὺς τιμῶντας σου, τὴν θείαν μνήμην καὶ ἔνδοξον, Ἰωάννη μακάριε, φύλαττε πρεσβείαις σου, ταῖς πρὸς τὸν Δεσπότην, τοῦτον ἱκετεύων, ἀπὸ κινδύνων καὶ παθῶν, ἡμᾶς καὶ ἀγανάκτησιν, αὐτοῦ νῦν ἀπομάκρυνον, τὴν καθ' ἡμῶν Πάτερ Ὅσιε, ὅπως πᾶσι κηρύττωμεν, τὴν θερμὴν προστασίαν σου.
Δόξα... Ἦχος πλ. β'
Τὰς μυστικὰς σήμερον τοῦ Πνεύματος σάλπιγγας, τοὺς θεοφόρους Πατέρας ἀνευφημήσωμεν, τοὺς μελῳδήσαντας ἐν μέσῳ τῆς Ἐκκλησίας, μέλος ἐναρμόνιον θεολογίας, Τριάδα μίαν, ἀπαράλλακτον, οὐσίαν τε καὶ Θεότητα, τοὺς καθαιρέτας Ἀρείου, καὶ ὀρθοδόξων προμάχους, τοὺς πρεσβεύοντας πάντοτε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον ὁ αὐτὸς
Τίς μὴ μακαρίσει σε παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος· αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. τό, Φῶς ἱλαρόν... τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα
Ἀκούσας Ἄβραμ, ὅτι ἠχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν· καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τὴν νύκτα αὐτός, καὶ οἱ Παῖδες αὐτοῦ μέτ' αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβάλ, ἣ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ, καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὰς γυναῖκας, καὶ τὸν λαόν. Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογόμορ καὶ τῶν βασιλέων τῶν μετ' αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβῆ· τοῦτο ἦν πεδίον Βασιλέως, καὶ Μελχισεδέκ, βασιλεὺς Σαλήμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον, ἦν δὲ Ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἄβραμ, καὶ εἶπεν· Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ Ὑψίστῳ, ὃς ἔκτισε τὸν ὁ οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ Ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι.
Δευτερονομίου τὸ Ἀνάγνωσμα
Ἔλιπε Μωσῆς πρὸς τοὺς υἱούς, Ἰσραὴλ ἴδετε, παρέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν, εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ' αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς. Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ὑμῶν προσθείη ὑμῖν, ὡς ἐστὲ χιλιοπλασίως, καὶ εὐλογῆσαι ὑμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ' ἡμῶν, χιλιάρχους καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ὑμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῶ ἐκείνω, λέγων· Διακούετε ἀναμέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνατε δικαίως ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσει πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγα κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστι.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ΄ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς· καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ'αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτὴν. Ἦχος α'.
Εὐφραίνου ἐν Κυρίῳ, πόλις ἡ Προκοπέων, ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα, Ἰωάννην τὸν τῆς Ῥωσσίας γόνον, κόλποις σου κατέχουσα, ὡς θησαυρὸν ἀπόλαυε τῶν θαυμάτων αὔτοῦ τάς ἰάσεις καθορῶσα, καὶ εὐχαρίστως τῷ Σωτῆρι βόησον Φιλάνθρωπε Κύριε δόξα σοι.
Εἰς τὸν Στίχον
Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου
Ἦχος πλ. β'
Τὴν Ἀνάστασίν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς, καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.
Πύλας συντρίψας χαλκᾶς, καὶ μοχλοῦς τοῦ ᾍδου συνθλάσας, ὡς Θεὸς παντοδύναμος, γένος ἀνθρώπων πεπτωκὸς ἀνέστησας. Διὰ τοῦτο καὶ ἡμεῖς συμφώνως βοῶμεν· Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Ῥεύσεως ἡμᾶς τῆς πάλαι Χριστὸς ἐπανορθῶσαι θέλων, Σταυρῷ προσπήγνυται καὶ τάφῳ τέθειται, ὃν Μυροφόροι Γυναῖκες, μετὰ δακρύων ζητοῦσαι, θρηνοῦσαι ἔλεγον· Οἴμοι Σωτὴρ τῶν ἁπάντων , πῶς κατεδέξω τάφῳ οἰκῆσαι; οἰκήσας δὲ θέλων, πῶς ἐκλάπης; πῶς μετετέθης; ποῖος δὲ τόπος τὸ σὸν ζωηφόρον κατέκρυψε σῶμα; Ἀλλὰ Δέσποτα, ὡς ὑπέσχου, ἡμῖν ἐμφάνηθι, καὶ παῦσον ἀφ' ἡμῶν, τὸν ὀδυρμὸν τῶν δακρύων, θρηνούσαις δὲ αὐταῖς, Ἄγγελος πρὸς αὐτὰς ἀπεβόησε· Τὸν θρῆνον παυσάμεναι, τοῖς Ἀποστόλοις εἴπατε· Ὅτι ἀνέστη ὁ Κύριος, τῷ κόσμῳ δωρούμενος ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Σταυρωθεὶς ὡς ἠβουλήθης Χριστέ, καὶ τὸν θάνατον τῇ ταφῇ σου σκυλεύσας, τριήμερος ἀνέστης, ὡς Θεὸς μετὰ δόξης, τῷ κόσμῳ δωρούμενος ἀτελεύτητον ζωήν, καὶ τὸ μέγα ἔλεος.
Δόξα...(Του Αγίου) Ἦχος πλ. δ'.
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ τῷ Ὑψίστῳ, τὸ προφητικόν, φησί, λόγιον. Ὁ γὰρ δίκαιος ἐν πᾶσιν Ἰωάννης, εἰ καὶ εἰς ἀλλοδαπὴν μετήχθη χθόνα, καὶ ὑπὸ βαρβάρων ἐσυλήθη, καὶ αἰχμάλωτος εἰς χεῖρας τούτων παρεδόθη τῆς τοῦ Θεοῦ ἐνετρύφα μνήμης, καὶ τὴν ἀρετὴν ἐκτήσατο σύνοικον. Διὸ καὶ ζῇ, ἀποθανών, εἰς τοὺς αἰῶνας, μετὰ τῶν ἐν Οὐρανοῖς Ὁσίων πάντων μεθ' ὧν πρεσβεύει ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Καὶ νῦν ... (Τῶν Πατέρων) Ἦχος δ'
Τὴν ἐτήσιον μνήμην σήμερον, τῶν θεοφόρων Πατέρων, τῶν ἐκ πάσης τῆς οἰκουμένης συναθροισθέντων, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, τῶν Ὀρθοδόξων τὰ συστήματα, εὐσεβοῦντες πιστῶς ἑορτάσωμεν. Οὗτοι γὰρ τοῦ δεινοῦ Ἀρείου τὸ ἄθεον δόγμα, εὐσεβοφρόνως καθεῖλον, καὶ τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς τοῦτον ἐξωστράκισαν, καὶ τρανῶς τὸν Υἱὸν τοῦ Θεοῦ, ὁμοούσιον καὶ συναΐδιον, πρὸ τῶν αἰώνων ὄντα, τοῖς πᾶσιν ἐδίδαξαν ὁμολογεῖν, ἐν τῷ τῆς πίστεως Συμβόλῳ, ἀκριβῶς καὶ εὐσεβῶς τοῦτο ἐκθέμενοι· ὅθεν καὶ ἡμεῖς, τοῖς θείοις αὐτῶν δόγμασιν ἑπόμενοι, βεβαίως πιστεύοντες λατρεύομεν, σὺν Πατρὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον, ἐν μιᾷ Θεότητι, Τριάδα ὁμοούσιον.
Ἀπολυτίκια
Ἀπολυτίκιον Ἦχος πλ. β' ΤΟ ΑΚΟΥΤΕ
Ἀγγελικαὶ Δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾍδην, μὴ πειρασθεὶς ὑπ' αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.
Τῶν Πατέρων Ἦχος πλ. δ'
Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ δι' αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας· πολυεύσπλαγχνε, δόξα σοι.
Δόξα...
Του Αγίου. Ἦχὸς δ'. Ταχὺ προκατάλαβε.
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς Οὐρανίους Μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ Σκῆνός σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ Χριστῷ, Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Καὶ νῦν ...
Τῆς Ἑορτῆς Ἦχος δ'
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.






ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν.
Καθίσματα Ἦχος πλ. β'
Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾍδου ὀδυρομένου, ἡ Μαρία ἐβόα πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς Ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὁσίων ὁ χορός, τὴν σὴν μνήμην θεόφρον, ἐν ὕμνοις καὶ ᾠδαῖς, Ἰωάννη τιμῶσι· προσθήκην γὰρ ἐδέξαντο, σοῦ τὸ πνεῦμα μακάριε· ὅθεν σήμερον, καὶ ἡ Χριστοῦ Ἐκκλησία, μεγαλύνει σε, δοξολογοῦσα ἐνθέως, τὸν σὲ θαυμαστώσαντα.
Καὶ νῦν ... Θεοτοκίον
Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή, ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.
Μετὰ τὴν β' Στιχολογίαν
Καθίσματα
Ἡ Ζωή, ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο, ὡς Βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν, καὶ τοὺς ἐχθροὺς αὐτοῦ ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.
Δόξα...
Ἦχος γ'. Τὴν ὡραιότητα.
Πάθη τοῦ σώματος, θεομακάριστε, Πάτερ ἐξήρανας, δακρύων ῥεύμασι, καὶ τῶν θαυμάτων ποταμούς, ἀνέβλυσας Ἰωάννη. Ὅθεν προσερχόμενοι, τῷ τιμίῳ λειψάνῳ σου, χάριν τε καὶ ἔλεος, προφανῶς ἀρυόμεθα· τιμῶντές σου τὴν μνήμην ἀξίως, καὶ τὸν δοξὰσαντά σε Κύριον.
Καὶ νῦν ... Θεοτοκίον
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μετὰ τὸν Πολυέλαιον. Κάθισμα.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐπὶ ὤμων τὸν σταυρὸν τοῦ Κυρίου ἀναλαβόντα καὶ αὐτῷ μέχρι τέλους, ἀσκητικοῖς ἀγῶσι καὶ παλαίσμασιν, ἐπακολουθήσαντα, εὐφημήσωμεν ὕμνοις, Ἰωάννην ἅπαντες, τὸν θεόφρονα ὄντως, ὃν ἡ Ῥωσσία ἤνθησε καλῶς, καὶ ἡ Ἀσία ἐγνώρισεν Ὅσιον.

Δόξα, ἕτερον ὅμοιον.
Ὁ βιωτεύσας θαυμαστῶς καὶ ὁσίως, ἐπὶ τὴν πόλιν ὡς εἰς τόπους ἐρήμους, αἰχμαλωσίᾳ καίτοι κρατυνόμενος, εἶχες ὁδηγοῦσάν σε, τὴν Παρθένον Μαρίαν, εἶχες συμμαχοῦντά σοι, τὸν θεάρεστον βίον, ὦ Ἰωάννη μέγιστε φωστήρ, τῆς Ἐκκλησίας νεόδμητον φρούριον.
Καὶ νῦν ... Θεοτοκίον
Οὐ σιωπήσομεν, ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ Σὺ προίστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα , ἐκ Σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Τὰ Εὐλογητάρια.
Ἡ Ὑπακοὴ Ἦχος πλ. β'
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾍδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον, καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.
Οἱ Ἀναβαθμοί, Ἀντίφωνον Α'
Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε, οἰκτειρόν με, ἵνα ζῶ σοι.
Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τοῦτο κατ' ἀξίαν πνεύσῃ, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.
Ἀντίφωνον Β'
Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.
Τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε, οἴμοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία, σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.
Ἀντίφωνον Γ'
Οἱ πεποιθότες ἐπὶ Κύριον ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.
Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.
Δόξα... Καὶ νῦν ...
Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων, ὅπερ αἱ ἄνω Στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.
Προκείμενον
Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες.
Οἱ Κανόνες. ὁ Ἀναστάσιμος μετὰ τῶν Εἱρμῶν εἰς δ', τῶν Πατέρων εἰς ς' και του Αγίου.
Κανὼν Ἀναστάσιμος Ἦχος πλ. β'
ᾨδὴ α' Ὁ Εἱρμὸς
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν, ποντούμενον Θεῷ ἐπινίκιον ᾠδὴν ἐβόα ᾄσωμεν».
Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδοκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν σοι πάντες ᾄσωμεν.
Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωὴν καί, τὴν Ἀνάστασιν.
Θεοτοκίον
Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς ἐδείχθης Δέσποινα.
Κανὼν τῶν Ἁγίων Πατέρων. Ο αυτός.
Τὴν τῶν ἁγίων Πατέρων ἀνευφημῶν, παναγίαν Σύνοδον, τὸ πανάγιον αὐτῆς, ἐν ἐμοὶ χρησμῴδημα βοῶν, ἱκετεύω σε Χριστὲ διαφυλάττεσθαι.
Οἱ θεοφόροι Πατέρες ὡς ἀστραπαί, συνελθόντες σήμερον, σὲ Χριστὲ μονογενῆ, τῷ Πατρὶ συνάναρχον Υἱόν, ὡμολόγησαν τρανῶς καὶ ὁμοούσιον.
Νύμφης σου τῆς Ἐκκλησίας οἱ εὐκλεεῖς, νυμφοστόλοι Δέσποτα, τὸν τῆς πίστεως σαφῶς, ὁρισμὸν ἐκθέμενοι, χρυσοῦν, ὥσπερ κόσμον εὐπρεπῆ, ταύτην ἐκόσμησαν.
Θεοτοκίον
Πεποικιλμένῃ τῇ δόξῃ τῇ θεϊκῇ, ἡ σεπτὴ Βασίλισσα, τῷ Υἱῷ τῷ ἑαυτῆς, καὶ Θεῷ παρίσταται ἡμῖν, σωτηρίαν ψυχικὴν καθικετεύουσα.
Ὁ Κανὼν τοῦ Ἁγίου.
Ἦχος β'. Ὁ Εἱρμός. Δεῦτε λαοί.
Ὕμνοις τὴν σήν, φαεινοτάτην πανήγυριν, ἀνευφημεῖν ὁρμήσαντι, φῶς μοι κατάπεμψον, παρεστὼς στεφηφόρος, τῷ θρόνῳ τοῦ Δεσπότου μακαριώτατε.
Μέλη σοφέ. νεκρώσας πάντα τοῦ σώματος, ἐν τῇ καρδίᾳ ἔσχηκας, Χριστὸν νεκρώσαντα, τὸν ἀρχέκακον ὄφιν, καὶ τὴν βροτείαν φύσιν ἀπολυτρώσαντα.
Δόξα
Νόμον Χριστοῦ ἐμμελετήσας θεσπέσιε, δένδρον ζωῆς, κατάκαρπον, ἀρεταῖς δέδειξαι, προβαλλόμενος χάριν τῶν θείων ἰαμάτων, τοῖς σὲ δοξάζουσι.
Και νυν… Θεοτοκίον.
Μετὰ Θεόν, σὲ βοηθὸν ἀκαταίσχυντον, καὶ προστασίαν ἄμαχον, καὶ ἀντιλήπτορα καὶ φρουρὸν καὶ μεσίτην Παρθένε κεκτημένοι, κράζω σοι· σῶσόν με.
ᾨδὴ γ' Ὁ Εἱρμὸς
«Οὐκ ἔστιν ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».
Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ, ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι' ἡμᾶς σταυρωθέντος, κραταιῶς συνείχετο.
Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· της ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται πᾶσιν ἡ Ἀνάστασις.
Θεοτοκίον
Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα μένεις ἀειπάρθενος.
Τῶν Πατέρων. Ο αυτός.
Ῥοὴν καὶ πάθος καὶ τομήν, Ἄρειος ὁ παράφρων, τῇ γεννήσει τῇ θείᾳ, δυσσεβῶς ὁ ἀσεβής, προσάπτων τῷ τμητικῷ, τῶν Πατέρων ξίφει ἀποτέμνεται.
Ὡς πάλαι θεῖος Ἀβραάμ, στρατευόμενοι πάντες, οἱ σεπτοὶ θεηγόροι, τοὺς ἐχθρούς σου ἀγαθέ, τοὺς μανιώδεις τῇ σῇ, δυναστείᾳ κραταιῶς ἀπώλεσαν.
Τὸ πρῶτον ἄθροισμα τῶν σῶν, κροτηθὲν ἱερέων, ὁμοούσιον Σῶτερ, σὲ τῷ ἀνάρχῳ Πατρί, καὶ ποιητῇ τοῦ παντός, γεννηθέντα εὐσεβῶς ἐκήρυξαν.
Θεοτοκίον
Οὐ σθένει λόγος σε βροτῶν, οὐδὲ γλῶσσα Παρθένε, εὐφημεῖν σε ἀξίως· ἐκ σοῦ γὰρ ἄνευ σπορᾶς, ὁ ζωοδότης Χριστός, σαρκωθῆναι Πάναγνε ηὐδόκησεν.
Τοῦ Ἁγίου. Ὁ Εἱρμός. Στερέωσον ἡμᾶς ἐν σοὶ Κὐριε.
Ἐξέλαμψεν ὁ βίος σου Ὅσιε, ὁλολαμπὴς ὡς ἥλιος ἐν τῷ κόσμῳ, ταῖς εὐχαῖς σου οὖν διάσωσον, τοὺς ἐν πίστει καὶ πόθῳ, σὲ γεραίροντας.
Ἰάσεις ἐνεργῶν πάτερ Ὅσιε, καὶ δαιμόνων διαλύων τὴν πλάνην, σωτηρίας πᾶσιν αἴτιος, τοῖς πλουτοῦσι, καὶ προστάτης γέγονας.
Δόξα
Νυσταγμόν βλεφάρων ἀπωσάμενος, τάς ἀτάκτους ἐκοίμησας Ἰωάννη, δυσηνίου ὁρμὰς σώματος, ταῖς πρὸς Θεὸν παννύχοις ἱκεσίαις σου.
Και νυν…Θεοτοκίον.
Σαλεύθητι ψυχὴ, καρδία πείσθητι, καὶ ὅλον δονήθητί μου τὸ σῶμα, ἐπιτάφιον θρηνήσωμεν, τὴν Μητέρα Θεοῦ, καθικετεύοντες.
Κοντάκιον του Αγίου Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Τῶν λαμπρῶν ἀγώνων σου, Ὅσιε Πάτερ, ἡ ἁγία σήμερον, ἐπέστη μνήμη τάς ψυχάς, τῶν εὐσεβῶν κατευφραίνουσα, ὦ Ἰωάννη τῶν πίστει τιμώντων σε.
Ὁ Οἶκος.
Πῶς ἐπαινέσω τοὺς σοὺς ἀγῶνας ὁ τάλας, Ὅσιε Πάτερ ; τῶν δακρύων δέ, πῶς τὸ πέλαγος ἐξερεύξομαι ; Σὺ γὰρ τῷ βὶῳ ἐνδιαπρέπων, τῶν Ἀγγέλων κατέλαβες χορείαν, τὰ πάθη ἐγκρατείᾳ νεκρώσας σοφέ, καὶ σάρκα δουλαγωγήσας καθυπέταξας τῷ πνεύματι, καὶ τὸν τοῦ σκότους προστάτην κατῄσχυνας. Διὸ καὶ νῦν, τῷ θρόνῳ τοῦ Δεσπότου παριστάμενος, ὦ Ἰωάννη πρεσβεύεις ὑπὲρ τῶν πίστει τιμώντων σε.
Καθίσματα. Ἦχὸς δ'. Ταχὺ προκατάλαβε.
Ἃ γνείας τοῖς ἄνθραξι, προκαθαρθεὶς τὴν ψυχήν, τὸ σῶμα ἐστόμωσας, πρὸς ἀπαθείας ἰσχύν, Ἰωάννη μακάριε. Ὅθεν καὶ τῶν λειψάνων, ἡ αἰδέσιμος λάρναξ, νόσους ἀποδιώκει, καὶ φωτίζει τοὺς πίστει, ἀεὶ προσερχομένους σοι, καὶ εὐφημοῦντάς σε.
Δόξα, ἕτερον ὅμοιον
Ἀσίας ἀγλάϊσμα, ὁ τῆς Ῥωσσίας βλαστός, ἀσκήσει καθέστηκεν, ὁ Ἰωάννης φημί, Θεοῦ ὡς εὐάρεστος. Οὗτος οὐκ ἐπορεύθη, ἐν βουλῇ τῶν ἀπίστων, εἰ καὶ ᾐχμαλωτίσθη, ὑπ' αὐτῶν ὁ θεόφρων, ἂλλ' ἐστη ἐν τῷ νόμῳ τοῦ Θεοῦ, μέχρι τοῦ ζῇν ὁ χαριτώνυμος.
Καὶ νῦν. ὅμοιον
Φωστῆρες ὑπέρλαμπροι, τῆς ἀληθείας Χριστοῦ, τῷ κόσμῳ ἐδείχθητε, ἐπὶ τῆς γῆς ἀληθῶς, Πατέρες μακάριοι, τήξαντες τὰς αἱρέσεις, τῶν δυσφήμων γλωσσάλγων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς
Κοντάκιον. Ἦχος πλ. δ'
Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Ὁ Οἶκος
Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἀκούσωμεν βοώσης, ὁ διψῶν, ἐρχέσθω καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατήρ ἐστι τῆς σοφίας, τούτου τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέων ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον· ἴδετε, ἴδετε, ὅτι αὐτός ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Συναξάριον
Τῇ ΚΖ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου.
Στίχοι
Ἔλαιον Ἑλλάδιος ἱερωσύνης, Αἵματι συνέμιξε τοῦ μαρτυρίου. Εἰκάδι ἑβδομάτῃ Ἑλλάδιον ἔκτανε πυγμή.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Θεράποντος.
Ὁ Ἅγιος μάρτυς Εὐσεβιώτης πυρὶ τελειοῦται.
Ὁ ἅγιος μάρτυς Ἀλύπιος λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ῥώσσου, τοῦ νέου Ὁμολογητοῦ, ὅστις πωληθεὶς εἴς τινα Ἀγαρηνὸν ὡς αἰχμάλωτος, καὶ παρ΄ αὐτοῦ, ἐν τῇ ἐν Μ. Ἀσίᾳ κωμοπόλει τῆς Καππαδοκίας, Προκοπίῳ, ἀχθείς, καὶ ἀσκητικῶς ἐκεῖ ἀγωνισάμενος, ἐκοιμήθη ἐν Κυρίῳ κατὰ τό, 1730.
Πλήρης χαρίτων ὁ αἰχμάλωτος ὤφθη· Αἰχμαλωτίσας τοῦ σκότους τὸν προστάτην·
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἑβδόμῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἐν Νικαίᾳ πρώτην Οἰκουμενικὴν Σύνοδον ἑορτάζομεν, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων.
Στίχοι
Πόλου νοητοῦ ἀστέρες σελασφόροι. Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.
Κατὰ Ἀρείου
Ξένον τὸν Υἱὸν Πατρὸς οὐσίας λέγων, Ἄρειος, ἤτω τῆς Θεοῦ δόξης ξένος.
Ταῖς τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.
Καταβασίες ωδή α΄ «Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ Ἐρρητόρευσε τὸν θεόγραφον νόμον· Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».
ωδή γ΄ «Ἔρρηξε γαστρὸς ἠτεκνωμένης πέδας, Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, Μόνη προσευχὴ τῆς προφήτιδος πάλαι, Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, Πρὸς τὸν δυνάστην καὶ Θεὸν τῶν γνώσεων».
ωδή δ΄ «Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος, Λόγος προελθὼν Πατρὸς ἐξ ἀναιτίου, Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι· Δόξα τῷ κράτει σου Κύριε».
ωδή ε΄ «Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας. Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις».
ωδή στ΄ «Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν΄ ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου, Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».
ωδή ζ΄ «Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας. Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, Εὐλογητὸς εἶ».
ωδή η΄ Αινούμεν ευλογούμεν και προσκυνούμεν τον Κύριον «Λύει τὰ δεσμά, καὶ δροσίζει τὴν φλόγα, Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος. Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον, Σωτῆρα καὶ παντουργὸν ὡς εὐεργέτην, Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις».
Τὸ Πᾶσα πνοή. Εὐαγγέλιον Ἑωθινὸν Ι'. Ἀνάστασιν Χριστοῦ θεασάμενοι. Ὁ Ν' καὶ τὰ λοιπά.
Την Τιμιωτέρα και ᾨδὴ θ' «Χριστὸς Ἄνασσα, μητροπάρθενον κλέος. Ἄπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως. Ἰλιιγγιᾷ δὲ νοῦς, ἅπας σου τὸν τόκον Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν».
Τό, Ἅγιος Κύριος, ὁ Θεὸς ἡμῶν ἐκ γ'
Ἐξαποστειλάριον Ἀναστάσιμον
Τοῖς Μαθηταῖς συνέλθωμεν Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναήλ, τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν, οἵ, Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων, ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο, οἷς τὸ τρίτον, φανείς, καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπ' ἀνθράκων.
Τῶν Πατέρων. Γυναῖκες ἀκουτίσθητε
Πατέρων θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα πανοικτίρμον. Πάσης βλάβης αἱρέσεων, ῥῦσαι λαόν σου Κύριε, καὶ πάντας καταξίωσον, Πατέρα, Λόγον δοξάζειν, καὶ τὸ πανάγιον Πνεῦμα.
Του Αγίου. Γυναῖκες ἀκουτίσθητε.
Φρικτὸν ἰδόντες θέαμα ἐξέστησαν οἱ ἄφρονες· φῶς γὰρ ἦν λάμπον ἅγιον, τῷ τοῦ Ὁσίου μνήματι· διὸ πιστοῖς ἐμήνυον, θαῦμα τὸ ὑπερθαύμαστον, οἱ δέ, καὶ ἀνασκάψαντες εὗρον ἀσύλητον ὄλβον, τὸ τοῦ Ἰωάννου σκῆνος.
Ἕτερον τῆς Ἀναλήψεως
Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων, Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τήν ἀρχίφωτον δόξαν.
Εἰς τοὺς Αἴνους
Ἱστῶμεν Στίχους η', καὶ ψάλλομεν Ἀναστάσιμα β', τῶν Ἁγίων Πατέρων γ' και του Αγίου γ΄.
Τὰ Ἀναστάσιμα Ἦχος πλ. β'
1. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις ὑπάρχει τῷ λαῷ σου, καὶ ἐπ' αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς
2. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων, καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.
Τῶν Πατέρων Προσόμοια. Ἦχος πλ. β' Ὅλην ἀποθέμενοι
3. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.
4. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς Χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων· ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον.
5. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται ἱερώτατοι.
Του Αγίου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
6. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὢ τοῦ παραδόξου θαύματος! Ἀγαρηνοῖς παροικῶν, τοῖς αὐτοῖς ὡς αἰχμάλωτος, ἐκ Τατάρων δέδοται, συλληφθεὶς ἀργυρώνητος, ὁ τῆς Ῥωσσίας, γόνος πιστότατος, καὶ Ἐκκλησίας, Χριστοῦ τε γνήσιος· οὗτος ἐν θλίψεσιν, εὗρεν ὡς ἐζήτησε τὸν Ποιητήν, καὶ πολλαῖς δεήσεσιν, ὁ χαριτώνυμος.
7. Μακάριος ανήρ ο φοβούμενος τον Κύριον
Ὢ του παραδόξου θαύματος! ἐν ἀκαθάρτοις συνών, Ἰωάννης ὁ ἔνθεος, καθαρὸς τῷ σώματι, καὶ ψυχῇ ὅλος γέγονε, κοιτῶνα ἔχων, τὸ ἱπποστάσιον, τροφὴν τας ὕβρεις καὶ τὰ λακτίσματα, τήν τε γυμνότητα, καὶ τὸ ψῦχος, ἅπαντα διὰ Χριστόν, ἤνεγκε στερρότατα, ὁ τρισμακάριστος.
8. Τίμιος εναντίον Κυρίου ο θάνατος του οσίου αυτού.
Δεῦτε Μοναστῶν τὸ σύστημα, τὴν ἱερὰν καὶ σεπτήν, τοῦ Ὁσίου πανήγυριν, Ἰωάννου σήμερον, εὐσεβῶς εὐφημήσωμεν· οὗτος γὰρ ὄντως, θείας ἐλλὰμψεως, κατηξιώθη, τὸ φῶς εἰσδέξασθαι· ὢ τῆς ἀρρήτου σου, προμηθείας Δέσποτα ! δι΄ ἧς ἡμεῖς, ἔγνωμεν δοξάζειν σε, τὸν Ἀκατάληπτον.
Δόξα... Ἦχος πλ. δ'
Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν, καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ· οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου, ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος, τῆς μυστικῆς Σιὼν οἱ ἀκαθαίρετοι πύργοι, τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου, τὰ πάγχρυσα στόματα τοῦ Λόγου, Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾍδης ᾐχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται ,ὁ θάνατος τεθανάτωται, καὶ ἡμεῖς ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Δοξολογία Μεγάλη και το Σήμερον σωτηρία.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Αντίφωνα της Εορτής, Εισοδικόν Δεύτε προσκυνήσωμεν…. ο αναστάς εκ νεκρών. Μετά την Είσοδον, το Αναστάσιμον, της Εορτής, των Πατέρων, του Αγίου και του Αγίου του Ναού, Κοντάκιον Την υπέρ ημών
Ἀπόστολος του Αγίου. Εὐαγγέλιον τῆς ἡμέρας
Προκείμενον. Ἦχος βαρύς
Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.
Πρὸς Τιμόθεον Β΄ Ἐπιστολῆς Παύλου 2:1-10
Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾿Ιησοῦ, καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ᾿Ιησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾿Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ ᾿Ιησοῦ μετὰ δόξης αἰωνίου.
Εις το Εξαιρέτως Άξιον εστίν
Κοινωνικὸν
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, Αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Ἀλληλούϊα.
Αντί του Είδομεν το Ανελήφθης εν δόξη, Είη το όνομα Κυρίου και Απόλυσις

Ευγενική προσφορά του φιλτάτου Γεωργίου .... Ιεροψάλτου.
Κανείς δεν είναι τέλειος και κανείς δεν θα πρέπει να απαιτεί από τους άλλους τελειότητα.
Όλοι ως ατελείς πορευόμαστε και με ατέλειες συμπορευόμαστε.
Η τελειότητα δεν ανήκει στους ανθρώπους παρά μονάχα στον Θεό.

Απάντηση

Επιστροφή στο “Παρακλητικοί Κανόνες-Ακολουθίες”

Μέλη σε σύνδεση

Μέλη σε αυτήν τη Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 1 επισκέπτης