Όρθρος - Θεία Λειτουργία Αγίου Σπυρίδωνος

Συζήτηση για την Βυζαντινή Μουσική.

Συντονιστές: alex, Συντονιστές

Απάντηση
Άβαταρ μέλους
Captain Yiannis
Κορυφαίος Αποστολέας
Κορυφαίος Αποστολέας
Δημοσιεύσεις: 3182
Εγγραφή: Τρί Νοέμ 18, 2008 9:34 pm

Όρθρος - Θεία Λειτουργία Αγίου Σπυρίδωνος

Δημοσίευση από Captain Yiannis »

12 ΔΕΚΕΜΒΡΙΟΥ
Τοῦ ἐν ῾Αγίοις Πατρός ἡμῶν Σπυρίδωνος, ᾽Επισκόπου Τριμυθοῦντος τοῦ Θαυματουργοῦ.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὸν Ἑξάψαλμον,...
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος α'
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ. α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Στίχ. β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ. γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε Σπυρίδων Πατὴρ ἡμῶν΄ διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες΄ καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ΄ δόξα τῷ σὲ στεφανώσαντι΄ δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

ὁ β’ χορὸς
Δόξα Πατρὶ...
Τῆς Συνόδου τῆς πρώτης...
ὁ α’ χορός
Καὶ νῦν... Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
________________________________________ Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος...
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος γ' – Τὴν ὡραιότητα
ὁ α’ χορὸς
Ὄφιν μετέβαλες, εἰς χρυσὸν Ἅγιε, καὶ ταῖς τῶν λόγων σου, νευραῖς ἀπέπνιξας, τὸν δυσσεβῆ καὶ πονηρόν, Ἄρειον θεοφόρε΄ Βασιλεῖ δὲ γέγονας, ἰατρὸς παναοίδιμε, καὶ νεκροὺς ἐξήγειρας, Δαίμονάς τε ἀπήλασας΄ διό σου συνελθόντες ὑμνοῦμεν, Ἱεράρχα, τὴν μνήμην τὴν πάντιμον.
ὁ β’ χορὸς
Δόξα Πατρί...
Ὄφιν μετέβαλες...
ὁ α’ χορὸς
Καὶ νῦν... Προεόρτιον
Χαρᾶς πεπλήρωνται, πάντα τὰ πέρατα, ἡ Θεοτόκος γάρ, γεννᾷν ἐπείγεται, τὸν Βασιλέα τοῦ παντός, ὢ θαύματος ἀνερμηνεύτου! Ἄρχεται ὁ ἄναρχος καὶ σαρκοῦται ὁ ἄσαρκος. Σπήλαιον εἰσδέχεται τὸν συνέχοντα ἅπαντα. Ἡ Βηθλεὲμ ἀγάλλου, καὶ χόρευε ἡ κτίσις, ἡμέραν Προεόρτιον.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
ὁ β’ χορὸς
Ἦχος δ' Ταχὺ προκατάλαβε
Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὰ κατ' εἰκόνα Θεοῦ, Σπυρίδων μακάριε΄ ἔλαμψας ἐν τῷ κόσμῳ, τῇ ἐν σοὶ σωφροσύνῃ, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι, διὸ καὶ ἑορτάζομεν πίστει τὴν μνήμην σου.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Τοῖς λόγοις ἐκόσμησας,...
ὁ β’ χορὸς
Καὶ νῦν... Προεόρτιον
Παρθένοι προεξάρξατε, τῇ τῆς Παρθένου χαρᾷ, μητέρες αἰνέσατε, τὴν προπομπὴν τῆς Μητρός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν΄ Μάγοι σὺν τοῖς Ἀγγέλοις, σὺν ἡμῖν οἱ Ποιμένες΄ ἔρχεται γὰρ ἐν πόλει, Βηθλεὲμ τοῦ γεννῆσαι. Αὐτῆς ταῖς ἱκεσίαις, σῶσον ἡμᾶς ὁ Θεός.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
ὁ α’ χορὸς
Ἦχος πλ. δ' – Τὴν Σοφίαν καὶ Λόγον
Ἀνακτόροις καὶ μύσταις θεοπρεπῶς, ἐν συλλόγῳ πανσέπτῳ φιλοσοφῶν, τρανῶς διεσάφησας, τῆς Τριάδος τὴν δύναμιν, καὶ γὰρ κηρύττων ὤφθης, μονάδα θεότητος, καὶ ἐν μιᾷ οὐσίᾳ σαφῶς ἐδογμάτισας, ὅθεν ὑπὲρ λόγον, κατ' ἐπίπνοιαν θείαν, καθεῖλες τὸν φλύαρον, τῇ δυνάμει τοῦ Πνεύματος, Ἱεράρχα θεσπέσιε΄ Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, Χαῖρε Κόρη Καθέδρα βασιλική, Κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε Θάλαμε, Χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον Τέμενος, ἀστραπηφόρον Ἅρμα, Λυχνία πολύφωτε. Χαῖρε Θεοτόκε, δωδεκάτειχε Πόλις, καὶ Πύλη χρυσήλατε, καὶ Παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε Τράπεζα, θεοκόσμητον Σκήνωμα. Χαῖρε ἔνδοξε Νύμφη ἡλιοστάλακτε. Χαῖρε μόνη ψυχῆς μου εὐπρέπεια.
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
ὁ α’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ α’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ α’ χορός
Δόξα Πατρὶ...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
ὁ α’ χορός
Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ὁ β’ χορός
Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
ὁ α’ χορός
Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.
Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
________________________________________
Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,...
ὁ α΄ χορὸς
Ἦχος β’
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
ὁ α’ χορὸς:
Κύριε, ἐλέησον (γ').
Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς:
Καὶ τῷ Πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Εὐαγγέλιον
(᾽Ιω. ι´ 1-9)
ὁ Ἱερεὺς: Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαόυς΄ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
________________________________________
Ὁ Ν' ψαλμὸς χύμα
ὁ α΄ χορὸς
Δόξα Πατρὶ... Ἦχος β’
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Πεντηκοστάριον. Ἦχος πλ.β'
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Ἰδιόμελον
Πατέρων ἀγλάϊσμα, Σπυρίδων σοφέ, καὶ ἀκροθίνιον, τῇ τῶν θαυμάτων σου αἴγλῃ, τῆς οἰκουμένης φωτίζων τὰ πέρατα, καὶ τῆς Ἀρείου λύσσης καθαιρέτης φανείς, τόν Σωτῆρα ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
________________________________________
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρμοῖς...
________________________________________
ΚΑΝΟΝΕΣ
τῆς Θεοτόκου
ᾠδὴ α' Ἦχος πλ. δ'
ὁ α’ χορὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα΄ Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Ὢ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν θλίψει με ὄντα καὶ συμφορᾷ, ἐπισκοπῆς θείας, καὶ προνοίας μόνη Ἁγνή, ἀξίωσον ὅπως σε δοξάζω, τὴν θεοδόξαστον καὶ ὑπεράμωμον.
Τοῦ Ἁγίου
ᾠδὴ α' Ἦχος β'
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν βυθῷ κατέστρωσε
Τῶν πρᾳέων γῆν καταλαβών, Πάτερ ὡς πρᾳότατος, καὶ συμπαθὴς καὶ καθαρὸς γενόμενος, τὸν ἐπανιστάμενον, τῇ καρδίᾳ μου, καταπράϋνον κλύδωνα΄ ὅπως ἐν γαλήνῃ, θείᾳ γεγονὼς ἀνευφημήσω σε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Γεωργίαις θείαις τὴν ψυχήν, Πάτερ καθηράμενος, θεοειδὴς Σπυρίδων ἐχρημάτισας, καὶ τοῦ θείου Πνεύματος, τὴν ὑπέρλαμπρον κατεπλούτησας ἔλλαμψιν΄ ὅθεν καταυγάζεις, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.
ὁ α’ χορὸς
Δόξα Πατρὶ...
Ἐκ ποιμνίων ὥσπερ τὸν Δαυΐδ, σὲ ἀναλαβόμενος, ὁ Πλαστουργός, λογικῆς ποίμνης ἔθετο ποιμένα πανάριστον, τῇ ἁπλότητι καὶ πρᾳότητι λάμποντα, καὶ τῇ ἀκακίᾳ, ὅσιε ποιμὴν καλλωπιζόμενον.
ὁ β’ χορὸς
Καὶ νῦν...Θεοτοκίον
Παναγία ἄχραντε Ἁγνή, φώτισον, ἁγίασον, τὸν λογισμόν, καὶ τὴν ψυχήν μου δέομαι, τὰ νέφη σκεδάζουσα, τῆς ἀγνοίας μου, καὶ τοῦ σκότους ἐξαίρουσα, τοῦ τῆς ἁμαρτίας, ὅπως κατὰ χρέος μακαρίζω σε.
τῆς Θεοτόκου
ᾠδὴ γ'
ὁ α’ χορὸς
Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

ὁ β’ χορὸς
Οὐρανίας ἁψῖδος,...
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου, σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Τοῦ Ἁγίου
Ὠδὴ γ'
ὁ α’ χορός
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν πέτρᾳ με τῆς πίστεως
Τὸν νοῦν σου ἀπαθείᾳ καταλαμπρύνας, καὶ θείᾳ ταπεινώσει καθωραΐσας, χαρίσματα τοῦ Πνεύματος ὑπεδέξω, διώκειν πνεύματα, λύειν νοσήματα, τῶν πιστῶς τιμώντων σε Ἱερώτατε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν ὄφιν τὸν ἀρχέκακον ἀποκτείνας, τὸν τρόπον τὸν φιλάργυρον συμπατήσας, οἰκτείρων τὸν δεόμενον Ἱεράρχα, ὄφιν μετέβαλες, χρυσοῦν εἰς κόσμιον, ἱεραῖς ἐντεύξεσι Πάτερ Ὅσιε.
ὁ α’ χορὸς
Δόξα Πατρί...
Ἀνῆλθες πρὸς τὸ ὄρος τῆς θεωρίας, εἰσέδυς εἰς τὸν γνόφον τῆς ἀπαθείας, πλαξὶ δὲ τῆς καρδίας σου εἰσεδέξω, Νόμον σωτήριον, ὡς ἱερώτατος, καὶ θεράπων γνήσιος τοῦ Δεσπότου σου.
ὁ β’ χορὸς
Καὶ νῦν...Θεοτοκίον
Θεράπευσον τὰ τραύματα τῆς ψυχῆς μου, τὸν νοῦν μου σκοτιζόμενον ἀμελείᾳ, Θεόνυμφε καταύγασον, ἵνα ψάλλω, οὐκ ἔστιν ἄμεμπτος ὡς σὺ Πανάμωμε, καὶ οὐκ ἔστιν ἄχραντος, πλήν σου Δέσποινα.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,...
ὁ β΄ χορὸς
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Ἐκ ποιμνίων προβάτων τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν ποιμαίνειν προχειρισθείς, ποιμὴν θεοπρόβλητος, σὺ Σπυρίδων ἀνέλαμψας, κακοδοξίας λύκους, ἐλάσας τοῖς λόγοις σου, ἐν εὐσεβείας πόᾳ, αὐτὴν ἐκτρεφόμενος΄ ὅθεν ἀναμέσον, θεοφόρων Πατέρων, τὴν πίστιν ἐτράνωσας, τῇ σοφίᾳ τοῦ Πνεύματος, Ἱεράρχα μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ α΄ χορὸς
Δόξα Πατρί.. Καὶ νῦν...
Προεόρτιον Ἦχος ὁ αὐτὸς
Τὸ προσταχθὲν μυστικῶς
Τῶν γενεθλίων τοῦ Χριστοῦ τὰ Προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, γεννωμένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.
________________________________________
τῆς Θεοτόκου
ᾠδὴ δ'. Ἦχος πλ. δ'
ὁ β’ χορὸς
Εἰσακήκοα, Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐπὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀῤῥωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοήθησον, Θεότοκε μόνη ἀειπάρθενε.
Τοῦ Ἁγίου
ᾠδὴ δ'
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐλήλυθας ἐκ Παρθένου
Τοῖς ἄνθραξι, τοῦ σεπτοῦ ἀναπτόμενος Πνεύματος, παθῶν εὐκατάπρηστον, ὕλην Παμμάκαρ ἐνέπρησας΄ κόσμον δὲ πυρσεύμασι, τῶν ἀρετῶν σου Σπυρίδων κατελάμπρυνας.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Πυθομένῳ, ἡ νεκρὰ σοι φωνὴν Πάτερ δέδωκε, ποτάμια ῥεύματα, σαῖς ἐπεσχέθη προστάξεσιν΄ ὤφθης γὰρ μακάριε, τερατουργός, θείαν χάριν κληρωσάμενος.
ὁ β’ χορὸς
Δόξα Πατρί...
Νεκρώσας σου, τῆς σαρκὸς τὰς κινήσεις θεόπνευστε, νεκροὺς ἐξανέστησας, ζωοποιῷ σου προσρήματι΄ ὅθεν ἱκετεύω σε, τὴν νεκρωθεῖσαν ψυχήν μου Πάτερ ζώωσον.
ὁ α’ χορὸς
Καὶ νῦν...Θεοτοκίον
Προφῆταί σου, μυστηρίου τὸ βάθος προήγγειλαν, τὸ ἀκατανόητον, μόνη γὰρ ἔτεκες Ἄχραντε, τὸν ἀπεριόριστον,...
ὁ β’ χορὸς
...σεσαρκωμένον δι' οἶκτον ἀδιήγητον.
τῆς Θεοτόκου
ᾠδὴ ε'
ὁ α’ χορὸς
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου, Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν, φιλάνθρωπε.
ὁ β’ χορὸς
Φώτισον ἡμᾶς,...
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγιείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
ᾠδὴ ε'
Τοῦ Ἁγίου
ὁ α΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ φωτισμός
Ὁ ποταμὸς τῶν ἐν σοὶ χαρισμάτων, πᾶσαν ἀρδεύει, ὅσιε καρδίαν, πᾶσι δωρεῖται, ῥῶσιν πλουσίαν, πάντας πρὸς δόξαν διεγείρει τοῦ σὲ δοξάσαντος, καὶ θαυματουργίαις, παντοίαις τιμήσαντος.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σὲ βασιλεύς, ὁ ἐπίγειος μάκαρ τοῦ Βασιλέως, τοῦ ἐπουρανίου σαφῶς ἐπέγνω, γνήσιον δοῦλον, ἐκ χαρίσματος θείου πεπληρωμένον, ἐν τῷ παρεῖναί σε μέγαν ἰατρόν, πρὸς Θεοῦ μηνυόμενον.
ὁ α’ χορὸς
Δόξα Πατρί...
Τοῦ Ἀβραάμ, τὸν φιλόξενον τρόπον σὺ ἐμιμήσω, πᾶσι τῆς οἰκίας σου τὰς εἰσόδους ἀναπετάσας, καὶ τοῖς πᾶσι τὰ πάντα χρηματίσας, καὶ προμηθούμενος, τῶν ἐν περιστάσει, Σπυρίδων μακάριε.
ὁ β’ χορὸς
Καὶ νῦν...Θεοτοκίον
Νέον ἡμῖν, ἀπεγέννησας βρέφος τὸν πρὸ αἰώνων, Κόρη γεννηθέντα, Πατρὸς ἀνάρχου΄ ὃν ἐκδυσώπει, ὡς Υἱὸν καὶ Θεόν σου οἰκτειρῆσαι, τοὺς Θεοτόκον σε, Πάναγνε ψυχῆ,...
ὁ α’ χορὸς
...καθαρᾷ καταγγέλλοντας.
τῆς Θεοτόκου
ᾠδὴ ς'
ὁ β’ χορὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς΄ Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε.
ὁ α’ χορὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, ...
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
ὁ β’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα. Ὢ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
ὁ α’ χορὸς
Στίχ. Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Τοῦ Ἁγίου
ᾠδὴ ς'
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐν ἀβύσσῳ πταισμάτων
Ὁ χρυσὸς ὡς πηλὸς σοι λελόγισται, τῇ ὑπὲρ χρυσὸν ἀπαθείᾳ ἀστράπτοντι, καὶ πλουτισθέντι ὅσιε, δωρεαῖς ταῖς παγχρύσοις τοῦ Πνεύματος.
ὁ α’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Καθαρῶς λειτουργῶν τῷ Δεσπότῃ σου, πλῆθος ἔσχες ὅσιε, καθυπακοῦόν σοι, Ἀγγελικῶν Δυνάμεων, ἀοράτοις φωναῖς Ἱερώτατε.
ὁ β’ χορὸς
Δόξα Πατρί...
Ὁ περίδοξος πάνσοφε βίος σου, κόσμῳ σε περίδοξον, Πάτερ εἰργάσατο΄ διὸ τὴν θείαν μνήμην σου, γεγηθότες τελοῦμεν ὑμνοῦντές σε.
ὁ α’ χορὸς
Καὶ νῦν...Θεοτοκίον
Οὐρανῶν πλατυτέρα ἡ μήτρα σου, γέγονεν ἀπείρανδρε, Θεὸν χωρήσασα, τὸν μηδαμοῦ χωρούμενον, Παναγία Παρθένε πανύμνητε.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον Ἦχος β’ - Τὰ ἄνω ζητῶν
Τῷ πόθῳ Χριστοῦ τρωθεὶς Ἱερώτατε, τὸν νοῦν πτερωθείς, τῇ αἴγλῃ τοῦ Πνεύματος, πρακτικῇ θεωρίᾳ, τὴν πρᾶξιν εὗρες θεόληπτε, θυσιαστήριον θεῖον γενόμενος, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.
Ὁ Οἶκος
Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν Σπυρίδωνα, τὸν τῆς χάριτος πλάκας δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως, ὡς τῶν πενήτων προστάτην, καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν΄ οὗτος γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ, Ἱεράρχης πιστός ἀναδέδεικται, αἰτούμενος πᾶσι θείαν ἔλλαμψιν.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Σπυρίδωνος.
Στίχοι
• Ὁ θαυματουργὸς κἂν τέθνηκε Σπυρίδων,
• Τοῦ θαυματουργεῖν οὐκ ἔληξεν εἰσέτι.
• Ἀμφὶ δωδεκάτην Σπυρίδων βίοτον λίπε τόνδε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Συνετοῦ.
Στίχοι
• Τὸν Συνετὸν κτείνουσι ἄφρονες ξίφει,
• Τὸν εὐσεβῆ τιμῶντα πίστιν ἐμφρόνως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ἀλεξάνδρου Ἀρχιεπισκόπου Ἱεροσολύμων, τοῦ ἱερομάρτυρος.
Στίχοι
• Ὁ Ἀλέξανδρος, εἷς ὢν τῶν θυηπόλων,
• Ἄνευ αἵματος, εἷς ἦν καὶ τῶν Μαρτύρων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀμωναθᾶ καὶ Ἄνθου.
Στίχοι
• Μισῶ τὰ τῆς γῆς Ἄγγελοι δέξασθέ με,
• Ἀμωναθᾶς ὁ θεῖος ἐκλείπων λέγει.
• Τὸ τοῦ Προφήτου προσφόρως Δαυΐδ λέγων,
• Ὡς ἄνθος ἀγροῦ θεῖος Ἄνθος ἐῤῥύη.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
________________________________________ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α' Ἦχος α'
Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
ᾠδὴ γ'
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,...
ὁ α’ χορός
...Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
ᾠδὴ δ'
Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
ᾠδὴ ε'
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
ὁ β΄ χορὸς
ᾠδὴ Ϛ'
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
ᾠδὴ ζ'
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠδὴ η'
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
________________________________________
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτός...
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν...
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὃτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
Ἐξαποστειλάριον
ὁ α’ χορὸς
Ἦχος γ’ Φῶς ἀναλλοίωτον Λόγε
Σὲ ἐξ ἀλόγου ποίμνης, μετήγαγεν εἰς λογικήν, τὸ Πνεῦμα πνευματοφόρε, ὡς τὸν Μωσέα καὶ Δαυΐδ΄ ὧν ἐμιμήσω τὸ πρᾷον, Σπυρίδων φῶς οἰκουμένης.
ὁ β’ χορός
Ἕτερον. Ἐν Πνεύματι τῷ Ἱερῷ
Ἐδόξασεν ἐν θαύμασι, καὶ ἐν τέρασι πλείστοις, ὁ Κύριος μακάριε΄ ἐν γὰρ θείᾳ Συνόδῳ, Τριάδα ἀνεκήρυξας, καὶ νεκροὺς ἀνέστησας, τὸν ὄφιν χρυσοῦν εἰργάσω, ποταμοῦ δὲ τὸ ῥεῖθρον, παραδόξοις προσευχαῖς, ἀνέστειλας καὶ διῆλθες.
ὁ α’ χορός
Θεοτοκίον
Ἐκύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην, διὰ τοῦτό σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ λυτρωθῆναι ἡμᾶς νόσων,...
ὁ β’ χορός
...καὶ παντοίων κινδύνων.
________________________________________ΑΙΝΟΙ
Ἦχος α'
ὁ α’ χορός
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῶν οὐρανίων ταγμάτων
Ἐν τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ ζοφερὸν καθεῖλεν, ὁ σοφὸς Ἱεράρχης, Ἀρείου τὸ ληρῶδες΄ ὅθεν ἁπλῶς, δογματίσας Τριάδα
πιστῶς, ὑπὸ σοφῶν ἐδοξάσθη καὶ συνετῶν, καὶ τὴν σύνοδον ἐκύρωσεν.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ἐν τῇ τοῦ Πνεύματος αἴγλῃ...
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Ταῖς οὐρανίαις ἀκτῖσι περιλαμπόμενος, καὶ τῇ Χριστοῦ δυνάμει, τὰς ἰάσεις παρέχων, ψυχῶν τε καὶ σωμάτων, τῶν πίστει καὶ νῦν, ἐκτελούντων τὴν μνήμην σου, θεομακάριστε Πάτερ θαυματουργέ, μὴ ἐλλίπῃς ὑπερεύχεσθαι.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς πίστεως, τῶν ἐντολῶν ἐδείχθης, τοῦ Χριστοῦ θεοφόρε΄ διὸ τῆς Βασιλείας, τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως προσεύχου ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε Σπυρίδων σοφέ.
ὁ α’ χορός
Δόξα Πατρὶ... Ἦχος δ'
Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι' ἐναρέτου πολιτείας ἀναδειχθείς, τῆς Ἐκκλησίας τοὺς λύκους, διὰ δογμάτων ἀπήλασας΄ καὶ ὀρθόδοξον πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδείκνυσαι, καὶ εὐσεβείας πρόμαχος. Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν, ὄφιν εἰς χρυσοῦν μετέβαλες΄ καὶ νεκρὰν πρὸς ἐρώτησιν ἤγειρας. Ἀλλ' ὢ Πατέρων ἀξιάγαστε, καὶ Διδασκάλων συνόμιλε, τὸν Σωτῆρα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
ὁ β’ χορός
Καὶ νῦν...ἦχος ὁ αὐτὸς
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
________________________________________Δοξολογία Μεγάλη
εἰς ἦχον δ’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
• • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
• • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
• • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
• • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
• • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
• • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
• • Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
• • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
• • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
• • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
• • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
• • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον τοῦ Ἁγίου
Ἦχος α'
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε Σπυρίδων Πατὴρ ἡμῶν΄ διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες΄ καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ΄ δόξα τῷ σὲ στεφανώσαντι΄ δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
________________________________________
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Εἰ βούλει, τὰ Τυπικά, καὶ εἰς τοὺς Μακαρισμοὺς ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ' καὶ Ϛ' ᾠδή.
Εἰ δὲ μὴ τὰ παρόντα
ΑΝΤΙΦΩΝΑ
᾽Αντίφωνον α´
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ α’ χορός
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ β’ χορός
Δόξα Πατρὶ...
ὁ α’ χορός
Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
Ἦχος ὁ αὐτὸς.
ὁ β’ χορός
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,...
ὁ β’ χορός
Στίχ. γ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,...
ὁ α’ χορός
Δόξα Πατρὶ...
ὁ β’ χορός
Καὶ νῦν καὶ ἀεὶ...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας΄ Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ'
ὁ α’ χορός
Στίχ.Τό στόμα μου λαλήσει σοφίαν καί ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἀπολυτίκιον Ἦχος α'
Τοῦ λίθου σφραγισθέντος
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε Σπυρίδων Πατὴρ ἡμῶν΄ διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες΄ καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ΄ δόξα τῷ σὲ στεφανώσαντι΄ δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
ὁ β’ χορός
Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοι σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης...
Εἴσοδος.
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς...
ὁ β’ χορὸς
...ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος α’.
Τοῦ λίθου σφραγισθέντος
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε Σπυρίδων Πατὴρ ἡμῶν΄ διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες΄ καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι Ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ΄ δόξα τῷ σὲ στεφανώσαντι΄ δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
ὁ β’ χορός
Τοῦ Ναοῦ
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Προεόρτιον Ἦχος γ'
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
________________________________________ Τρισάγιον.
________________________________________
Ἀπόστολος
Τοῦ ῾Αγίου·
Προκείμενον ἦχος βαρὺς.
Καυχήσονται ὅσιοι ἐν δόξῃ.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Ἐφεσ. ε΄ 8-19).
Ἀδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε -ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ- δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε΄ τὰ γὰρ κρυφῇ γινόμενα ὑπ᾽ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· ῎Εγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ᾽ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
Ἀλληλούϊα (γ’)
________________________________________Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην. (Ἰω. ι´ 9-16)
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα• δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ• ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός• ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.Ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει΄ καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει , ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. ᾽Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν΄ καθὼς γινώσκει με ὁ Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα• καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης• κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν΄ καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
________________________________________
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
________________________________________Εἰς τό, Ἐξαιρέτως
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
________________________________________
ὁ β’ χορός
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.
ἦχος β’
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρὶς)
Ἀπόλυσις
Κανείς δεν είναι τέλειος και κανείς δεν θα πρέπει να απαιτεί από τους άλλους τελειότητα.
Όλοι ως ατελείς πορευόμαστε και με ατέλειες συμπορευόμαστε.
Η τελειότητα δεν ανήκει στους ανθρώπους παρά μονάχα στον Θεό.
Απάντηση

Επιστροφή στο “Βυζαντινή Μουσική”