Σήμερα εκτος των άλλων είναι και του Αγίου Δορωθέου. Ιδού η παράκλησή του:
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑΔΩΡΟΘΕΟΝ ΕΠΙΣΚΟΠΟΝ ΤΥΡΟΥ
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε, εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μετὰ σπουδῆς τὰ τοῦ Θεοῦ μελετήσας, διηνεκῶς τε ἐν αὐτοῖς ἐντρυφήσας, τὰς συγγραφάς σου ἔλιπες, ὡς πλοῦτον ἡμῖν. Πάνσεπτε Δωρόθεε, Ἀρχιθύτα τῆς Τύρου, κάλαμε ὀξύτατε, τῆς Χριστοῦ Ἐκκλησίας· καὶ μυστολέκτα πίστεως ὀρθῆς, ἣν ἐν βασάνοις, καλῶς ἐβεβαίωσας.
Δόξα. Ὅμοιον.
Τὸν τοῦ Χριστοῦ ἀκροτελῆ Ἱεράρχην, καὶ ἐκκλησίας τὴν ἀκράδαντον πέτραν, τὸν ἱερὸν Δωρόθεον, αἰνέσωμεν νῦν. Ἄγγελον ποιμάναντα, ἐκλογάδα τῆς Τύρου, λύχνον διαχέοντα, ἱλαρὸν φῶς ἐν κόσμῳ· καὶ εὐπρεπείᾳ ἔργων θαυμαστῶν, πᾶσι δεικνύντα, Χριστοῦ τὴν λαμπρότητα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός, καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·Χαῖρε Δωρόθεε σοφέ, τῆς Τύρου Ἀρχιθύτα.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Χειρῶν σου ἁγίων τὰς πρὸς Θεόν, ὑψώσεις ἐν πίστει ἐκζητοῦντες ὀλετελεῖ, Δωρόθεε Ἄγγελε τῆς Τύρου· ἀπὸ ψυχῆς σοι ᾠδὰς ἀναμέλπομεν.
Ἀνέτειλας ἄστρον ὡσεὶ λαμπρόν, ἐκ Τύρου οὗ πόδες ἐπεβάδισαν τοῦ Χριστοῦ, καὶ φέγγει πολλῶν κατορθωμάτων πᾶσαν τὴν κτίσιν εὐφραίνεις Δωρόθεε.
Ἰδὼν τῆς ψυχῆς σου τὸ εὐγενές, Χριστὸς ὁ ἐτάζων τὰς καρδίας πάντων βροτῶν, Μονὴν σὲ εἰργάσατο ἀξίαν· τῆς παρουσίας Αὐτοῦ ὦ Δωρόθεε.
Θεοτοκίον.
Ῥημάτων ἀκούσασα εὐπειθῶς, τοῦ θείου Ἀγγέλου ἀειπαρθένε Μαριάμ, Θεὸν ἀπεκύησας ἀφράστως· παρακοήν τε τῆς Εὔας ἠνόρθωσας.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐν τῷ νόμῳ Κυρίου, τὰ τοῦ νοὸς βήματα, ὅλη σοῦ συνέσει ῥυθμίσας, μάκαρ Δωρόθεε, ἐν τοῖς τοῦ βίου δεινοῖς, καὶ λυπηροῖς ἀδοκήτοις, ὡσεὶ βράχος πίστεως, ἔστης ἀσάλευτος.
Διδασκάλων ὑπάρχεις, τῶν ἱερῶν πρώτιστος, καὶ τῶν ἱκανῶν συγγραφέων, κάλαμος εὐγραφος, Ἀρχιερέων τιμή, Ὁσίων θεία λαμπρότης, καὶ Μαρτύρων στέφανος, Πάτερ Δωρόθεε.
Ὡς ὁ Πέτρος ὁ μέγας, τὸ πρὸς Χριστὸν ἔνθερμον, φὶλτρον ἐβεβαίου ποιμάνας, Τούτου τὰ πρόβατα, οὕτω τῆς Τύρου καὶ σύ, τὴν ἐκλογάδα ποιμάνας, παρ᾿ Αὐτοῦ Δωρόθεε, εὗρες τὸν ἔπαινον.
Θεοτοκίον.
Ῥητορεύσεις ἁπάντων, τῶν προφητῶν Δέσποινα, πέρας ἐπὶ σοὶ ἀληθείας, εὑρὸν σαφέστατα, ὅτι Θεὸν τοῦ παντός, ἄνευ ἀνδρὸς συλλαβοῦσα, σαρκοφόρον τέτοκας, μόνε Πανάχραντε.
Κατεύθυνον, εἰς ἀληθείας τὴν τρῖβον τὴν εὐθυτάτην, τοὺς τιμῶντας σοῦ εὐλαβῶς τοῦ ἄθλους Δωρόθεε, ὡς ἴθυνας Τύρου τὴν ἐκλογάδα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ, τὸν μύστην τὸν ἀκρότατον, γραμμάτων ὀξύν, καὶ ἄριστον διδάσκαλον, εὐλαβῶς Δωρόθεον τὸν τῆς Τύρου πρόεδρον μέλψωμεν, τὸν πολντείαν φίλων τοῦ Θεοῦ, ἐν βίβλοις ἁγίαις διηγούμενον.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Οὐρανίῳ φρονήματι, ἐπὶ γῆς Δωρόθεε πεπολίτευσαι· ὅθεν εὖρες αἰωνίζουσαν, σὺν Ἀγγέλοις δόξαν καὶ λαμπρότητα.
Θεαρέστως Δωρόθεε, γεωργήσας Τύρου τὴν θείαν ἄμπελον· ἣν ὁ Κύριος ἐφύτευσεν, πολλαχῶς τὰ δράγματα συνέλεξας.
Ἐκκλησίας ἑδραίωμα, καὶ τῆς ἀληθείας ἄσειστον ἔρεισμα· ἀγαθότητος δὲ κήρυκα, ἀγαθὲ Δωρόθεε σὲ ἔχομεν.
Θεοτοκίον.
Εἰρηνόδωρε Δέσποινα, τῶν ἀπηλπισμένων ἐλπὶς ἀναίσχυντε· τῷ Θεῷ Ὃν ἐσωμάτωσας, σαῖς εὐχαῖς εἰρήνευσόν με δέομαι.
ᾨδή ε´. Φώτισον ἡμᾶς.
Σκεῦος ἐκλογῆς, ὡς ὁ Παῦλος ἀναδέδειξαι, ὦ Δωρόθεε βοήσας τῷ Θεῷ, τῆς σῆς ἀγάπης, τῶν τῆς γῆς οὐδὲν χωρίσει με.
Ὄμμασι ψυχῆς, τῷ Κυρίῳ σοῦ ἠτένιζες, ἐν ἀγώνων σου Δωρόθεε καιρῷ, καὶ τῆς ἐλπίδος, τῆς καλλίστης οὐ διήμαρτες.
Φύλαξ ἐντολῶν, τῶν ἁγίων ἐννομώτατος, καὶ τῆς Χάριτος διάκονος πιστός, ἐν γῇ ἐγνώσθης, ὦ Δωρόθεε μακάριε.
Θεοτοκίον.
Ἔστη μέχρι σοῦ, θανάτου τὸ Βασίλειον, Μαριὰμ ὅτι ἀπέτεκες Θεόν, καὶ Βασιλέα, ἀναστάντα ἐκ τοῦ μνήματος.
ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Τομώτερος, τῆς μαχαίρας γέγονε, ὁ σὸς λόγος ὁ σοφὸς Ἱεράρχα· τῶν δυσσεβῶν, ἐκτεμὼν τὰς ἀκάνθας, καὶ ζιζανίων καθαίρων τὸ ἄτοπον καὶ πλάνης τῶν μακρὰν Θεοῦ· διελέγχων τὸ φαῦλον Δωρόθεε.
Ἡδύτητος, τῆς πρόσκαιρου πέλουσιν, ὑπερέκεινα αἱ θεῖαί σου ῥήσεις· πᾶσαν ἐχθροῦ, τὴν δυσώδη πικρίαν, ἀποδιώκουσαι πόῤῥῳ καὶ νέμουσαι· εὐώδους χάριτος πνοὴν Παρακλήτου τῇ αὔρᾳ Δωρόθεε.
Σκαιότητος, νομικῆς παρέδραμες, τὸ νυκτῶδες ὦ Δωρὸθεὲ σκότος· καὶ τὴν αὐγήν, λευκοφόρου ἡμέρας, ἐν λειτουργίᾳ αἰνέσεως ἔφερες· υἱὸς ὡς μέγας τοῦ φωτὸς· κληρονόμος αἰῶνος τε μέλλοντος.
Θεοτοκίον.
Τηρήσασα, παρθενίαν ἄμεμπτον, καὶ ἁγνείας καθαρὰν τὴν σφραγῖδα· μόνη ἐν σοί, Θεοτόκε Μαρία, ὁ ποιητὴς τῶν αἰώνων ἐσκήνωσεν· ποιήσας σε Ἀγγελικῶν στρατιῶν τιμιώτερον ὄχημα.
Κατεύθυνον, εἰς ἀληθείας τὴν τρῖβον τὴν εὐθυτάτην, τοὺς τιμῶντας σου εὐλαβῶς τοὺς ἄθλους Δωρόθεε, ὡς ἴθυνας Τύρου τὴν ἐκλογάδα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Ἀριστείας τῶν θεοπρεπῶν διδαγμάτων σου, καὶ τοὺς πόνους τῶν διὰ Χριστὸν ἀθλημάτων σου, ἐγκωμίων χρεωστικαῖς γεραίροντες ᾠδαῖς· πιστῶς κράζομέν σοι ἐκ ψυχῆς, χαίροις τῆς Τύρου ἀῤῥαγής, πέτρα μάκαρ Δωροθεε· Στηριξον ἐν τῇ πίστει, καὶ κράτυνον ἐν ἰσχύϊ, τῆς ἀγαπήσεως Θεοῦ, τοὺς ἀεί σε μακαρίζοντας.
Προκείμενον.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ι´ 9-16).(Ζήτει τῇ ΙΓ´ Νοεμβρίου, εἰς τὴν Λειτουργίαν).
Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν,καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθεμένοι.
Τύρου τὴν θεόλαχον, ἀναλαβὼν ἐκκλησίαν, εἰς ζωῆς τὰ νάματα, συνετὼς Δωρόθεε καθωδήγησας· τοῖς πιστοῖς γέγονας, ἐγκρατείας μέτρον, τῆς σοφίας τύπος ἄριστος· κανὼν πραότητος, θεοῤῥημοσύνης διδάσκαλος· ἀγάπης τε καὶ πίστεως, καὶ ἐλπίδος πλῆρες κεφάλαιον· στῦλος φωτοφόρος, τὸν νέον Ἰσραὴλ καθοδηγῶν, ἐν ἀναβάσεων κλίμακι, Θεοῦ εἰς σκηνώματα.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...
Εἶτα, ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπακούσας προθύμως, ἐντολαῖς ταῖς ἁγίαις ἐν θεολήπτῳ ψυχῇ, Δωρόθεε ἠρνήσω, σαυτὸν καὶ τὸν Σταυρόν σου, ἐπὶ ὤμων ἀράμενος· κατηκολούθεις Χριστῷ, χρισθεὶς Αὐτοῦ τῷ μύρῳ.
Ῥαθυμίας τὸν ὕπνον, ἀποθεμένος ὅλως ἐκ σοῦ Δωρόθεε, λαμπάδα τῆς ψυχῆς σου, ἀκοίμητον ἐτήρεις, ἐν ἐλαίῳ χρηστότητος· διὸ εἰσῆλθες χαρᾷ, φωτὸς εἰς τὸν νυμφῶνα.
Οὐρανόφρονι γνώμῃ, εὐθυτάτῃ καρδίᾳ καὶ πολιτείᾳ σεμνῇ, ὡδήγησας τῆς Τύρου, Δωρόθεε τὴν μάνδραν, εἰς πηγὰς ζῶντος ὕδατος· τόπος καὶ τύπος Χριστοῦ, γενόμενος τοῖς πᾶσιν.
Θεοτοκίον.
Ὑψηλότατος Θρόνος, τοῦ Δεσπότου τῶν ὅλων γέγονας Κόρη Ἁγνή, βαστάσασα χερσί σου, ἁγίαις ὥσπερ βρέφος, Ὃν δοξάζει ἡ σύμπασα· καὶ ὑπακούει πιστῶς, παρ᾿ Οὗ τὸ εἶναι ἔχει.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ἀκτημοσύνη, καὶ σωφροσύνη διάγων, ἐπὶ γῆς ἑκουσίᾳ σου γνώμῃ, εὗρες ἐν ὑψίστοις, Δωρόθεε τὸν πλοῦτον.
Ῥεόντων πάντων, ὡς νουνεχὴς ὑπερεῖδες, καὶ Θεοῦ τὴν ἀκήρατον δόξαν, ὅλῃ σου καρδίᾳ, Δωρόθεε ἐπόθεις.
Χαράξας νόμον, τὸν τοῦ Θεοῦ ἐν πλαξῖ σου, τῆς καρδίας Δωρόθεε μάκαρ, γέγονας Μωσέως, ἐφάμιλλος τῇ τάξει.
Θεοτοκίον.
Ἰσχὺς καὶ κράτος, καὶ ἀῤῥαγὴς προστασία, τῶν πιστῶν Παναγία ὑπάρχεις, μόνη ὡς τεκοῦσα, Θεὸν τὸν ἐν ἰσχύϊ.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Θυσίας ἀναιμάκτους, νέμων τῷ Κυρίῳ, ὡς προεστὼς τῆς λατρείας, ἐν οἴκῳ Θεοῦ, σαυτὸν Δωρόθεε ἧξας, θῦμα εὐπρόσδεκτον.
Ὑπήνεγκας γενναίως, πόνους τῇ σαρκί σου, τῇ γηραλέᾳ τοῦ πόθου, ἀκμαίῳ φρενί, διὸ τρυφῆς ἀντιδόσεις, εὗρες Δωρόθεε.
Τελέσας ἀπροσκόπτως, πίστεως τὸν δρόμον, καὶ τῆς ἀγάπης τοὺς ὅρους, τηρήσας καλῶς, τοὺς ἐν ἐλπίδι στεφάνους, ἔσχες Δωρόθεε.
Θεοτοκίον.
Ἁγνείας σου τὸ βάθος, καὶ τῆς παρθενίας, τῆς σῆς Μαρία τὸν πλοῦτον, γινώσκων Θεός, ἐκ σοῦ τὴν σάρκα φορέσαι, Κόρη ηὐδόκησεν.
Ἄξιόν ἐστι... καὶ τὰ παρόντα Μεγαλυνάρια·
Ὧν ἡ ἀκροστιχίς· ᾨδὴ Ἰσιδώρας.
Ὡς τῶν μεγαλείων τῶν θαυμαστῶν, μύστης καὶ ἐκφάντωρ καὶ θεόπνευστος ἐρμηνεύς, δέχου ἱκετῶν σου Δωρόθεε δεήσεις· ἡμῖν ἀντιπαρέχων χάριν θεόσδοτον.
Δικαίων ἐλάμπρυνας στρατιάς, Μαρτύρων χορείας καὶ τὰς τάξεις Ἱεραρχῶν, θείων διδασκάλων ὁμήγυριν συνάμα· σοφῶν τε καὶ ὁσίων δῆμον Δωρόθεε.
Ἡλίου τριφώτου τὴν ἀστραπήν, αὐγὴν καθαράν τε Βασιλείας τῶν Οὐρανῶν, Ἄγγελον τῆς Τύρου ἐν ἔργοις λευκοφόρον Δωρόθεον τὸν πάνυ πάντες αἰνέσωμεν.
Ἰδὼν τῆς ψυχῆς σου τὸ καθαρόν, καρδίας τὸ πρᾶον καὶ ἀκέραιον ὁ Θεός, Ἀρχιερωσύνης τῷ μύρῳ ἔχρισέ σε· ποιμάναι τὴν ἐν Τύρῳ μάνδραν Δωρόθεε.
Σοφίας Δωρόθεε ποταμόν, συνέσεως κρήνην καὶ λυχνίαν τῶν ἀρετῶν, πόλιν τε κειμένην ἐπ᾿ ὄρους ἔγνωμέν σε· τὸ φῶς τῆς ἀληθείας πᾶσι πυρσεύοντα.
Ἰσχὺν τὴν ἀήττητον τοῦ Σταυροῦ, ἐμφρόνως φορέσας διπλοΐδα ὡς ἱεράν, ἔφερες ἀνδρείως σαρκὶ ἐν γηραιᾷ σου· ὀδύνας Μαρτυρίου θεῖε Δωρόθεε.
Δοχεῖον πολύτιμον ἀρετῶν, καὶ εὔχρηστος οἶκος τῶν χαρίτων τῶν μυστικῶν, σκεῦος ἐκλογῆς τε Δωρόθεε ἐγένου· καὶ στῦλος Ἐκκλησίας μέγας καὶ ἄσειστος.
Ὡραῖον τὸν κάλλει ὑπὲρ βροτούς, Χριστὸν ἀγαπήσας ὦ Δωρόθεε ἐκ ψυχῆς, Τούτῳ ἠκολούθεις πιστότητι καρδίας τηρήσας ἄχρι τέλους νόμον τὸν ἅγιον.
Ῥόδον ὡς καλλίστης προσαγωγῆς, τῷ Θεῷ ἐδόθης ὦ Δωρόθεε Ἱερέ, πνέων οὐρανίου λειμῶνος εὐωδίαν· καὶ αὔραν Παρακλήτου τὴν ἀκατάληπτον.
Ἀνύστακτον ἔχων τῆς σῆς ψυχῆς, τὸ ὄμμα καὶ κάλλος ἀτενίζων Δεσποτικόν, ἔφθασας Ἀγγέλων τὴν ἄκραν πολιτείαν· νεκρώσας τῆς σαρκός σου πάθη Δωρόθεε.
Στολήν σου Δωρόθεε ἱερἀν, τῆς ἱερατείας ἣν ἐφόρεσας ἐκ Θεοῦ, χρόαις Μαρτυρίου ἐποίκιλας τιμίου· ψυχῆς σου τε ποδήρη πάνυ ὡράϊσας.
Χαίροις φίλε τίμιε τοῦ Χριστοῦ, χαίροις Ἐκκλησίας ὦ ἐράσμιε φοιτητά, χαίροις ὁ ἐν Τύρῳ καὶ Θρακης Δυσσοπόλει· τὰ ἔπη τῶν Ἁγίων γράψας Δωρόθεε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς σοφίας σε μύστην, ἱερὸν ἐπιστάμεθα, πάντες οἱ ταῖς θείαις σου βίβλοις, ἐντρυφῶντες Δωρόθεε· ποιμάνας ἐκλογάδα γὰρ Χριστοῦ, τῆς Τύρου ἐν συνέσει σου πολλῇ, ἐβεβαίωσας τὸ φίλτρον σου πρὸς Αὐτόν, ἐν πόνοις τῆς ἀθλήσεως. Χαίροις Ἀρχιερέων καλλονή, χαίροις Μαρτύρων καύχημα· χαίροις ὁ φιλοπόνῳ σοῦ σπουδῇ, τὰ θείᾳ συγγραψάμενος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Τύπος τοῦ Κυρίου γεγονώς, τοῦ ὑπὲρ ἡμῶν ἑκουσίως, ἐν τῷ τιμίῳ Σταυρῷ, πάθη ὑπομείναντος, σεπτὰ καὶ ἄχραντα· ὑπὲρ ποίμνης Δωρόθεε, τῆς θείας ἐν Τύρῳ, ἣν χερσὶ τιμίαις σου, Χριστὸς ἀνέθετο· ὅλην δεδωκὼς τὴν ψυχήν σου, θῦμα λογικὸν προσηνέχθης· Τούτου ἐκτελῶν τὰ παραγγέλματα.
Ἕτερον. Ὅμοιον.
Βίους τῶν Ἁγίων μελετῶν, ἐν θεοπειθεῖ σου καρδίᾳ, καὶ ὀφθαλμοῖς τοῦ νοός, βλέπων τὰ ἀπόῤῥητα, Χριστοῦ μυστήρια· ἐν γραφαῖς ἐξιστόρησας, ἁγίαις σου ταῦτα, βίβλους ὡς θησαύρισμα, μέγα καὶ ἄσυλον· πλείστας ἐπαφήκας σοῖς τέκνοις, θεῖε Ἱεράρχα τῆς Τύρου· ἄνερ θεοπρόβλητε Δωρόθεε.
Δίστιχα Ἀκροτελεύτια.
Θεῷ σαυτὸν προσαγαγὼν Δωρόθεε ὡς δῶρον, δέξαι ᾠδῆς μου προσφορὰν λιτάζει Ἰσιδώρα, ἀντιπαρέχων μοι χρηστὴν τὴν ἀρωγὴν ἐξ ὕψους, τοῦ Εὐαγγέλιον τηρεῖν, ὅλην Θεῷ τε δοῦναι.
Ἅμα Θεοῦ ὁ Λειτουργὸς Δωρόθεος βοᾶ σοι, τὰς λογικάς μου προσφορὰς ἐν εὐμενείᾳ δέχου, χάριν ἀντιβραβεύων μοι τὴν μυστικὴν καὶ θείαν, εὐαρεστεῖν ἀεὶ Θεῷ, Ἀρχιερεῖ μεγάλῳ, ἵνα σὺν Τούτῳ ἔσομαι φωτὸς ἐπαπολαύων.
ΤΕΛΟΣ ΚΑΙ ΤΩ ΘΕῼ ΗΜΩΝ, Τῼ ΕΝ ΑΓΙΟΙΣ ΘΑΥΜΑΣΤῼ ΚΑΙ ΕΝ ΑΥΤΟΙΣ ΔΟΞΑΖΟΜΕΝῼΑΡΜΟΖΕΙ ΠΑΣΑ ΑΙΝΕΣΙΣ, ΤΙΜΗ ΤΕ ΕΙΣ ΑΙΩΝΑΣ. ΑΜΗΝ
Απο το voutsinasilias.blogspot.com
Παρακλητικός Κανόνας Αγίου Ιερομάρτυρος Δωροθέου
Συντονιστής: Συντονιστές