Ποίημα Ἰωάννου Δαμασκηνοῦ
Διὰ στίχων κατ’ ἀλφάβητον
Ἀνεσπέρου φωτὸς ἡ Γεννήτρια,
ἐξαγγέλοντι πρόσχες μοι δέομαι.
Βεβορβόρωμαι γάρ, καὶ ρερύπωμαι
καὶ ζοφώδης ὁ τάλας γεγένημαι.
Γῆν ἐμίανα, οἴμοι, ὁ ἄθλιος,
ταῖς πολλαῖς ἁμαρτίαις μου, Δέσποινα.
Διὰ τοῦτο, βοᾷ νῦν στενάζουσα
κατ’ ἐμοῦ πρὸς κριτὴν τὸν ἀδέκαστον.
Ἐπιφέρουσα, οἴμοι, καὶ μάρτυρας,
οὐρανὸν σὺν τοῖς ἄστροις καὶ ἥλιον.
Ζάλη δὲ λογισμῶν με κατέλαβε
καὶ βυθίζει λοιποῦ πρὸς ἀπόγνωσιν.
Ἡ ψυχή μου τῷ τρόμῳ συνέχεται,
ἀναμένουσα, φεῦ, τὴν ἀπόφασιν.
Θεοτόκε, τὴν πᾶσαν ἐλπίδα μου,
ἐπὶ σὲ ἀνεθέμην ὁ ἄθλιος.
Ἴδε πόσης αἰσχύνης πεπλήρωται,
τοῦ οἰκέτου σου, οἴμοι, τὸ πρόσωπον.
Καὶ δυσώπει ἀπαύστως, ὃν ἔτεκες·
οἰκτιρῆσαι κἀμὲ τὸν ἀνάξιον.
Λῦσον μόνη δεσμοὺς τοὺς ἀλύτους μου,
λυτρωτὴν ἡ τῷ κόσμῳ κυήσασα.
Μελανθέντα καὶ σκότος γενόμενον,
μετανοίας με δάκρυσι λεύκανον.
Νεκρωθέντα πολλῇ ραθυμίᾳ με,
τὴν ζωήν μου ἡ τέξασα ἔγειρον.
Ξενωθέντα Θεοῦ καὶ Ἀγγέλων με,
πρὸς αὐτοὺς ἐπανάγαγε αὖθις δέ.
Ὄντως θαῦμα φρικτόν, πῶς ὑπέμεινε
τὰς ἐμὰς ἁμαρτίας ὁ Κύριος.
Πῶς εὐθὺς εἰς πυθμένα τοῦ ᾍδου με
οὐ κατήγαγε ζῶντα τὸν ἄθλιον.
Ράβδον πῶς οὐ κατέπεμψεν ἄνωθεν
ἀφανῶς ἢ ρομφαίαν πατάξαι με.
Σὺ δὲ πάντως ταῖς σαῖς παρακλήσεσι,
τὴν ζωὴν ἐδωρήσω μοι Δέσποινα.
Τὴν ἐμὴν ἐκζητοῦσα μετάνοιαν,
ἥν, αὐτή μοι παράσχου τῷ δούλῳ σου.
Ὑπεράγαθε· σὺ γὰρ καὶ τεῖχός μου
καὶ λιμὴν καὶ ὀχύρωμα πέφυκας.
Φῶς μοι λάμψον τοῦ θείου προσώπου σου,
ἐν νυκτὶ ἀμελείας καθεύδοντι.
Χάρισαί μοι κατάνυξιν, Δέσποινα,
στεναγμοὺς ἀσιγήτους καὶ δάκρυα.
Ψυχικάς μου κηλίδας ἀπόπλυνον
καὶ τελείαν μοι δώρησαι ἄφεσιν.
Ὡς βροτὸς θεοφόρος ὑπάρχουσα
καὶ Θεὸν βροτοφόρον κυήσασα.
Ἴδοιμί σε Μαρία, πανάχραντε,
νοεροῖς ὀφθαλμοῖς καὶ χαρήσομαι.
Ὦ ἰσχύς, ὦ ἐλπὶς ἀκαταίσχυντε,
ὦ ζωή, καὶ γλυκὺ φῶς τοῦ δούλου σου.
Ἀπὸ γλώττης βεβήλου καὶ στόματος
ρυπαροῦ τὴν εὐχὴν ταύτην πρόσδεξαι.
Νῦν καιρὸς βοηθείας, καὶ σῶσον με
ἐκ παθῶν καὶ πταισμάτων καὶ θλίψεων.
Νῦν χαρήτωσαν Ἄγγελοι, Δέσποινα,
ἐπ’ ἐμέ καὶ δικαίων τὰ πνεύματα.
Ὅπως ἂν εὐχαρίστως δοξάζω σου,
γεγηθώς, τὸ πανάγιον ὄνομα.
Ὑπερύμνητε, δύνασαι· οἶδα γάρ,
πρὸς Θεόν, ὅσα θέλεις· ὃν ἔτεκες.
http://www.xristianos.net/?p=3319
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Συντονιστής: Συντονιστές
- xristianos.net
- Κορυφαίος Αποστολέας
- Δημοσιεύσεις: 439
- Εγγραφή: Πέμ Σεπ 08, 2011 7:54 pm
- Επικοινωνία:
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Τα πάντα δώσε για τον Χριστό, Τον Χριστό μη δώσεις για τίποτε. Άγ. Ιουστίνος Πόποβιτς
Re: Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον
Παναγία η Τριχερούσα, ο Αγιος Ιωάννης ο Δαμασκηνός, η συκοφάντησής του, το κομμένο χέρι... και το θαύμα!!!
http://proskynitis.blogspot.com/2011/12 ... st_04.html
Παναγία η Τριχερούσα, ο Αγιος Ιωάννης ο Δαμασκηνός, η συκοφάντησής του, το κομμένο χέρι... και το θαύμα!!!
http://proskynitis.blogspot.com/2011/12 ... st_04.html
+Η ελπίς μου ο Πατήρ, καταφυγή μου ο Υιός, σκέπη μου το Πνεύμα το Άγιον, Τριάς Αγία, δόξα σοι.