(Ποιήμα Γερασίμου Μικραγιαννανίτου)
Ὡς τῆς ἐνθέου πολιτείας μύστην ἄριστον καί εὐσεβείας θεοφόρητον διδάσκαλον, ἡ Ὀρθόδοξος γεραίρει σέ Ἐκκλησία. Οὐρανόθεν γάρ τό χάρισμα δεξάμενος, καταυγάζεις τοῖς ἐνθέοις σου συγγράμμασι, τούς βοῶντάς σοι, χαίροις Πάτερ Νικόδημε.
Ἄγγελος ἐν τοῖς τρόποις, καί πολύς ἐν τῆ γνώσει, Νικόδημε ἐν Ἄθω ἐδείχθης• (τρίς) Ἀγγελικήν γάρ ἔχων ζωήν, ἀγγελοπρεπεῖ φωνῆ διεσάφησας, τά ἐν πατράσι κείμενα, δι’ ὧν φωτίζεις τούς βοῶντας•
Χαῖρε τῆς Νάξου ἡ εὐκοσμία•
χαῖρε τοῦ Ἄθω ἡ δαδουχία.
Χαῖρε τῶν Πατρώων δογμάτων ἀνάπτυξις•
χαῖρε τῶν ἁγίων ῥημάτων ἀνάλυσις.
Χαῖρε ὕψος τῆς φρονήσεως καί σοφίας ποταμός•
χαῖρε βάθος θείας γνώσεως καί ἀγάπης θησαυρός.
Χαῖρε ὅτι ἐδείχθης γραμματεύς θεοφόρος•
χαὶρε ὅτι τυγχάνεις ἑρμηνεύς θεηγόρος.
Χαῖρε λαμπάς ἠθῶν τῆς σεμνότητος•
χαῖρε πυρσός τῆς ἄνω λαμπρότητος.
Χαῖρε δι’ οὗ οἱ πιστοί βεβαιοῦνται•
χαῖρε δι’ οὗ οἱ ἐχθροί ἐκπτοοῦνται.
Χαίροις Πάτερ Νικόδημε.
Βίον καθηγνισμένον, ἐκ παιδός ἀνιχνεύων, ὡς βλάστημα ἐνθέων γονέων, τήν τοῦ κόσμου ἔλιπες ἀχλύν, καί τῶ Σωτήρι Χριστώ ἠκολούθησας, ὧ ἀκλινῶς ἑπόμενος, Νικόδημος ἔνθους ἐβόας•
Ἀλληλούϊα.
Γνώμη ἐν θεολήπτω, ὡς τρωθείς θείω πόθω, προσήλθες ἐν τῶ Ὄρει τοῦ Ἄθω, καί δι’ ἐναρέτου ἀγωγής, πρός ὄρη ὑψώθης τά αἰώνια, κατά Δαβίδ Νικόδημε, ἀκούων παρ’ ἡμῶν ταῦτα•
Χαῖρε ζωῆς ὁσίας ταμεῖον•
χαῖρε φωτός ἀΰλου δοχεῖον.
Χαῖρε μοναζόντων τοῦ Ἄθω ὑπόδειγμα•
χαῖρε εὐσεβούντων ἁπάντων ἑδραίωμα.
Χαῖρε νοῦς ὁ θεοδίδακτος οὐρανίων ἐννοιῶν•
χαῖρε στόμα θεοκίνητον θεοπνεύστων διδαχῶν.
Χαῖρε ὅτι τοῦ κόσμου ὁλικῶς ἐμακρύνθης•
χαῖρε ὅτι ἐν Ἄθω πρός τά ἄνω ἰθύνθης.
Χαῖρε χοροῦ Ὁσίων ἐφάμιλλος•
χαῖρε πιστῶν ὁ μέγας διδάσκαλος.
Χαῖρε ἐχθρῶν καταπλήττων τάς φρένας•
χαῖρε ψυχάς στερεῶν ἀνειμένας.
Χαίροις Πάτερ Νικόδημε.
Δόξαν τήν τοῦ Κυρίου, νοητῶς κατοπτεύων, καθάρας σεαυτόν τῶν προσύλων, τῶν οὐρανίων ὑφηγητής, ἀνεδείχθης θεοῤῥῆμον Νικόδημε, ἔργω, καί λόγω ἅπαντας Θεῶ ῥυθμίζων τούς βοῶντας.
Ἀλληλούϊα.
Ἔχων σου τήν καρδίαν, τῶ πυρί φλεγομένην, τοῦ φόβου τοῦ Θεοῦ ἀνενδότως, ἀγγελικήν μετῆλθες ζωήν, καί τάς ἐν αὐτῆ διατρανεῖς χάριτας, ὡς φωτισθείς τῶ Πνεύματι, Νικόδημε τοῖς ἐκβοῶσι•
Χαῖρε ἡ στήλη τῆς ἐγκρατείας•
χαῖρε ὁ μύστης τῆς ἀπαθείας.
Χαῖρε ὁ πτερώσας τόν νοῦν πρός οὐράνια•
χαῖρε ὁ πλουτήσας ἐκεῖθεν τά ἄῤῥητα.
Χαῖρε χάριτος τοῦ Πνεύματος οἶκος ὁ φωτοειδής•
χαῖρε σκήνωμα πολύτιμον ἐναρέτου ἀγωγῆς.
Χαῖρε ὅτι ἐκβλύζεις ποταμούς διδαγμάτων•
χαῖρε ὅτι ξηραῖνεις ῥεύματα παθημάτων.
Χαῖρε Χριστοῦ πλουτήσας τήν ἔλλαμψιν•
χαῖρε ἐχθροῦ νεκρώσας τήν ἔπαρσιν.
Χαῖρε ῥητῶν ψυχοτρόφων ἡ λύρα•
χαῖρε ὠδῶν θεοσόφων κινύρα.
Χαίροις Πάτερ Νικόδημε.
Ζηλωτής ἔνθους ὤφθης, τῶν Ὁσίων Πατέρων, νεκρώσας σεαυτόν τοῖς ἐν κόσμω• καί διδασκάλων τῶν ἱερῶν, ἐκμαγεῖον καί στόμα θεοκίνητον• πλουσία γάρ σοί δέδοται, χάρις Νικόδημε βοῶντι•
Ἀλληλούϊα.
Ἤνυσας θεοφρόνως τήν ὁσίαν ζωήν σου, ποικίλοις πειρασμοῖς ὁμιλήσας, καί ὥσπερ χρυσός ἐν τῶ πυρί, δοκιμασθείς ταῖς θλίψεσι Νικόδημε, διδάσκαλος θεόσοφος, ἐν πράξει ὤφθης τοῖς βοῶσι•
Χαῖρε ὁ νέος ἐν τοῖς Ὁσίοις•
χαῖρε ὁ ἔνθους ἐν διδασκάλοις.
Χαῖρε ὁ παιδεύων ἡμῶν τήν διάνοιαν•
χαῖρε ὁ ἐκλύων Βελίαρ τήν ἄνοιαν.
Χαῖρε λόγω τῶ τῆς χάριτος ὁ ῥυθμίζων τάς ψυχάς•
χαῖρε ξίφος τέμνων πάντοτε τῶν παθῶν τάς ἀφορμάς.
Χαῖρε ὅτι καθαίρεις καρδιῶν τάς κηλῖδας•
χαῖρε ὅτι ἐκφαίνεις θεϊκάς χορηγίας.
Χαῖρε πυρσός σοφίας τῆς κρείττονος•
χαῖρε σκηπτός μανίας τοῦ χείρονος.
Χαῖρε λαμπτήρ πρός ζωῆς ἐπιδόσεις•
χαῖρε φωστήρ πρός ἐνθέους ὑψώσεις.
Χαίροις Πάτερ Νικόδημε.
Θεοῤῥήμονα γλῶσσαν, ἐσχηκώς θεηγόρε, τῆ ἄνωθεν πνοῆ κινουμένη ῥήματα αἰωνίου ζωῆς, καί τά ἐν θείοις πατρᾶσιν, δυσέφικτα πανσόφως διετράνωσας, πάντας συγκινῶν Θεῶ ψάλλειν•
Ἀλληλούϊα.
Ἵνα ἀναπτερώσης τῶ Θεῶ θεοφόρε, νοός σου τάς κινήσεις ἁπάσας, φυλακήν αἰσθήσεων στεῤῥάν, μετῆλθες πρός ἥν διδάσκεις τούς θέλοντας, τυχεῖν θείας ἑνώσεως, ἐν τῶ βοᾶν σοι Πάτερ οὕτω•
Χαῖρε τῶν θείων ὑποφήτης•
χαῖρε τῆς χείρω ἀγνοίας ῥύστης.
Χαῖρε τῆς ἐνθέου ἀλείπτης ἀσκήσεως•
χαῖρε οὐρανίου ἐκφάντωρ φρονήσεως.
Χαῖρε πλάτος θείας γνώσεως καί σοφός ὑφηγητής•
χαῖρε δέλτος θεοτύπωτος τῆς τοῦ Πνεύματος φθογγῆς.
Χαῖρε τοῦ Παρακλήτου τό ὑπέρτιμον σκεῦος•
χαῖρε τῶν Ὀρθοδόξων τό θεόσδοτον σθένος.
Χαῖρε κρατήρ ψυχοτρόφου νέκταρος•
χαῖρε φωτός τρισηλίου ἔμπλεως.
Χαῖρε κανών μονοτρόπων ἐν ἔργοις•
χαῖρε εἰκών διδασκάλων ἐν λόγοις.
Χαίροις Πάτερ Νικόδημε.
Κῆπον θείων χαρίτων, τήν καρδίαν τελέσας, Νικόδημε τῆ σῆ πολιτεία, κῆπον χαρίτων ὡς ἀληθῶς, πεπλησμένον εὐωδίας τῆς χάριτος, τήν σήν βίβλον ὠνόμασε, ἐν ἧ τρυφῶντες ἐκβοῶμεν•
Ἀλληλούϊα.
Λάμψας ἐν ὄρει Ἄθω, ὡς νεόφωτον ἄστρον, λαμπρύνεις τήν Χριστοῦ Ἐκκλησίαν, τῶν ἀρετῶν σου μαρμαρυγαῖς, οὐρανομύ
στα Νικόδημε Ὅσιε• ἐντεῦθεν πυρσευόμενοι, τῶ φωτί σου ἀναβοῶμεν•
Χαῖρε τό ἄστρον τῆς Ἐκκλησίας•
χαῖρε τό φέγγος τῆς εὐσεβείας.
Χαῖρε θεολόγων τῶν πάλαι ἀνάπτυξις•
χαῖρε τῶν ὀθνείων δογμάτων κατάλυσις.
Χαῖρε θείων παραδόσεων φύλαξ καί μυσταγωγός•
χαῖρε ἐναρέτων πράξεων λαμπαδοῦχος ἱερός.
Χαῖρε ὅτι ἐλέγχεις διδαχάς κενοφώνους•
χαῖρε ὅτι ἐκφαίνεις ἀρετάς θεοσδότους.
Χαῖρε Θεοῦ θεράπων θερμότατος•
χαῖρε πιστῶν ἀτίνακτος πρόβολος.
Χαῖρε λειμών παντοδαποῦς σοφίας•
χαῖρε φωστήρ τῆς ἐν Χριστῶ παιδείας.
Χαίροις Πάτερ Νικόδημε.
Μένων ἐν Ὄρει Ἄθω, ὥσπερ ἐν ὑπερώω, συντόνω προσευχῆ καί νηστεία, τήν τοῦ Πνεύματος χάριν σοφέ, ὑπεδέξω μυστικῶς σοι φοιτήσασαν, καθάπερ οἱ Ἀπόστολοι, ὧν μιμητής ὤφθης κραυγάζων•
Ἀλληλούϊα.
Νίκην τοῖς εὐσεβέσιν, ἡ σή διδασκαλία, παρέχει τοῖς πιστῶς μελετῶσι, Νικόδημε πάτερ ἱερέ, κατά παθῶν καί ἁπάσης αἱρέσεως• ἐν γάρ Ἁγίω Πνεύματι, ἐνεργεῖ ἀεί τοῖς βοῶσι•
Χαῖρε τό νῖκος τῶν Ὀρθοδόξων•
χαῖρε ἡ πτῶσις τῶν κακοδόξων.
Χαῖρε Ἐκκλησίας ὁ μέγας διδάσκαλος•
χαῖρε τῶν Ἁγίων τῶν πάλαι ἐφάμιλλος.
Χαῖρε ὅτι πλοῦτον ἔλιπες ἡμῶν βίβλων ἱερῶν•
χαῖρε παύεις ἅπασαν τήν πενίαν τῶν παθῶν.
Χαῖρε οὐρανομήκης θεοφώτιστος στῦλος•
χαῖρε τοῦ Παρακλήτου ὁ ἀνέσπερος λύχνος.
Χαῖρε πιστούς νεφέλη σκιάζουσα•
χαῖρε λαμπάς τά κρείττονα λάμπουσα.
Χαῖρε ὁ κῆρυξ τῶν θείων δογμάτων•
χαῖρε ἡ κρήνη ἀΰλων ναμάτων.
Χαίροις Πάτερ Νικόδημε.
Ξενίζει τάς ἐννοίας, τῶν πιστῶν θεηγόρε, τό πλῆθος τῶν σοφῶν συγγραφῶν σου• σύ γάρ ἐν σοφίᾳ θεϊκῆ, καί δυνάμει οὐρανίω Νικόδημε, γράφεις καί φθέγγῃ ὅσιε, καί ἅπαντας προτρέπεις ψάλλειν•
Ἀλληλούϊα.
Ὅλην τήν Ἐκκλησίαν, θεουργά οἷα φῶτα οἱ σοί θεοπαράδοτοι λόγοι, φωτίζουσι Πάτερ μυστικῶς, καί πρός τελειοτέρων γνῶσιν ἄγουσι, τούς ἐν αὐτοῖς ἐγκύπτοντας, καί βοῶντάς σοι ὁμοφώνως•
Χαῖρε ἡ σἀλπιγξ τῶν ἀπορρήτων•
χαῖρε ὁ μύστης τῶν οὐρανίων.
Χαῖρε γραμματεῦ θεηγόρε τοῦ Πνεύματος•
χαῖρε διδακτέ ἐκ τῆς ἄνω ἐμπνεύσεως.
Χαῖρε ὅτι θεῖον χῦμά σοι δέδοται ἐξ οὐρανοῦ•
χαῖρε ὅτι κεχαρίτωσαι ἐκ χειρός τῆς τοῦ Θεοῦ.
Χαῖρε θεολογίας μυστικῆς ἡ κιθάρα•
χαῖρε θεηγορίας οὐρανίου ἡ νάβλα.
Χαῖρε παθῶν ἐκτέμνων τήν ἄκανθαν•
χαῖρε ψυχῶν καθαίρων τήν ἄροτραν.
Χαῖρε Θεοῦ εὐσπλαγχνίας ἡ γλῶσσα•
χαῖρε πιστῶν Ὀρθοδόξων ἡ δόξα.
Χαίροις Πάτερ Νικόδημε.
Πρός ἀγῶνας ἀλείφων, κατ’ ἐχθρῶν νοουμένων, Νικόδημε ὁσίων προσθήκη, ἀόρατον πόλεμον καλεῖς, ἥν σοφῶς συνέγραψας βίβλον Ἅγιε• ἐκ ταύτης γάρ μανθάνομεν, Θεῶ ἀνάγεσθαι βοῶντες•
Ἀλληλούϊα.
Ῥήσεις τάς θεοπνεύστους καί ὠδάς τάς πανσόφους, εἰς πλάτος ἀναπτύσσων καί βάθος, τῶν τοῦ Σωτῆρος ἑορτῶν, τήν ἐν αὐτοῖς χάριν πᾶσιν παρέθηκας, δι’ ἧς ψυχαί εὐφραίνονται, Νικόδημε, τῶν σοί βοώντων•
Χαῖρε ὠδῶν ἑρμηνεύς τῶν θείων•
χαῖρε πυκτίς λογίαν ἁγίων.
Χαῖρε ἐπιπνοίας τῆς θείας θησαύρισμα•
χαῖρε Ἐκκλησίας Χριστοῦ τό ὡράϊσμα.
Χαῖρε Πνεύματος κειμήλιον καί ταμεῖον ἀρετῶν•
χαῖρε ὄργανον θεόπνευστον ὕμνων τῶν πνευματικῶν.
Χαῖρε ὅτι καθαίρεις τῶν πιστῶν τάς καρδίας•
χαῖρε ὅτι προῤῥέεις ζωηφόρους ἀρδείας.
Χαῖρε ψυχῶν ἀλείπτης θεόσοφος•
χαῖρε σεπτῶν Πατέρων ἰσότιμος.
Χαῖρε νοός φυλακήν ὁ διδάσκων•
χαῖρε χαράν μυστικήν ὁ ἐκλάμπων.
Χαίροις Πάτερ Νικόδημε.
Στόματι θεηγόρω καί χειρί κινουμένη τοῦ Πνεύματος τῆ χάριτι Πάτερ, τῶν πνευματικῶν ἀναβαθμῶν, διασαφῶν ἐν πλάτει τά νοήματα, κλίμακα ἄλλην ἔστησας, τοῖς ποθοῦσιν Κυρίω ψάλλειν•
Ἀλληλούϊα.
Τῆς σοφίας τῆς θείας, κατά τόν Σολομῶντα, ἐδόθη σοι Νικόδημε χῦμα• ἐντεῦθεν διδάσκαλος σοφός, τῆς Ἐκκλησίας ὤφθης καί περίβλεπτος, πάντα ἐπί τά κρείττονα, παιδεύων Πάτερ τούς βοῶντας•
Χαῖρε ὁ νοῦς τῆς θεολογίας•
χαῖρε ὁ ῥοῦς τῆς θεηγορίας.
Χαῖρε ὁ χειμάῤῥους τρυφῆς τῆς τοῦ Πνεύματος•
χαῖρε ὁ ἐν λόγοις καί ἔργοις ὑπέρλαμπρος.
Χαῖρε ῥήτωρ ὁ πολύσοφος τῶν ῥημάτων τῆς ζωῆς•
χαῖρε στόμα τό μακάριον τῆς τοῦ Πνεύματος φωνῆς.
Χαῖρε ὁ φυτοκόμος ἀρετῶν οὐρανίων•
χαῖρε ὁ ῥιζοτόμος τῶν ἐθνῶν τῶν κακίστων.
Χαῖρε θερμῆς προσευχῆς ἐναύλισμα•
χαῖρε πιστῶν θεόσδοτον καύχημα.
Χαῖρε Θεοῦ ὑμνητά θεηγόρε•
χαῖρε ἡμῶν ὁδηγέ θεοφόρε.
Χαίροις Πάτερ Νικόδημε.
Ὑψώσας τοῦ νοός σου, πρός Θεόν τάς ἐφέσεις, νεκρώσας τῆς σαρκός τάς κινήσεις, καί θείω φωτί καλαμφθείς, περιφανῶς ἐν τῶ Ἄθω διέπρεψας, λόγω καί ἔργω Ὅσιε, Θεῶ ἰθύνων τούς βοῶντας•
Ἀλληλούϊα.
Φέγγει τοῦ Παρακλήτου, τῶν σοφῶν συγγραφῶν σου, ἡ χάρις πανταχοῦ καταλάμπει καί ἀποπνέει ἐν ταῖς ψυχαῖς, τήν μυστικήν εὐωδίαν, Νικόδημε, δι’ ἧς παθῶν λυτρούμεθα, τῆς δυσωδίας οἱ βοῶντες•
Χαῖρε τό ἄνθος τοῦ Παραδείσου•
χαῖρε ὁ δόναξ τοῦ Παρακλήτου.
Χαῖρε μυροθήκη τῆς θείας χρηστότητος•
χαῖρε εὐωδία ζωῆς καθαρότητος.
Χαῖρε μύρον τό πανεύοσμον τῆς ἀσκητικῆς ζωῆς•
χαῖρε ἄρωμα οὐράνιον βιωτῆς πνευματικῆς.
Χαῖρε ὁ μυστογράφος τῶν ἁγίων δογμάτων•
χαῖρε ὁ καλλιγράφος ἱ
ερῶν νοημάτων.
Χαῖρε αὐλός ἀσμάτων τής χάριτος•
χαῖρε χοροῦ ἁγίων συνάριθμος.
Χαῖρε ψυχῶν ἑδρασμός κλονουμένων•
χαῖρε σοφός ὁδηγός Μοναζόντων.
Χαίροις Πάτερ Νικόδημε.
Χάριν καί ὁδηγίαν, πρός ὁδούς σωτηρίας, καί ἅπασαν ὠφέλειαν θείαν, ἐν Ἁγίω Πνεύματι ἀεί, ἡ τῶν σῶν βίβλων πληθύς, ὦ Νικόδημε, παρέχουσι καί ἄγουσι, πρός θείαν δόξαν τούς βοῶντας•
Ἀλληλούϊα.
Ψάλλοντες σοι τόν ὕμνον, ὡς διδάσκαλον μέγα, καί θεῖον καί σοφόν ὑπόφητην τῆς Ἐκκλησίας σε τοῦ Χριστοῦ, ὦ θεηγόρε τιμῶμεν Νικόδημε• ἀλλά μή παύση Ἅγιε, πάντας φωτίζων τούς βοῶντας•
Χαῖρε τοῦ Ἄθω τό μέγα κλέος•
χαῖρε τῆς Νάξου τό θεῖον εὖχος.
Χαῖρε Μοναζόντων φωστήρ ὁ ἀείφωτος•
χαῖρε Ὀρθοδόξων πυρσός ὁ ἀκοίμητος.
Χαῖρε τύπος καί παράδειγμα θεολήπτων Μοναστῶν•
χαῖρε γέρας καί διάδημα εὐλαβῶν ἡσυχαστῶν.
Χαῖρε τῆς Ἐκκλησίας ἀῤῥαγέστατον τεῖχος•
χαῖρε τής εὐσεβείας τηλαυγέστατος λύχνος.
Χαῖρε δι’οὗ καρποῦμαι τά κρείττονα•
χαῖρε δι’ οὗ ἐκτρέπω τά χείρονα.
Χαῖρε τῆς Ἀπειρογάμου ὁ μύστης•
χαῖρε τῶν σῶν συνωνύμων προστάτης.
Χαίροις Πάτερ Νικόδημε.
Ὦ Νικόδημε Πάτερ, Ὄρους Ἄθω τό θαῦμα, καί πάσης Ἐκκλησίας τό κλέος• (τρίς) τήν παροῦσαν ἡμῶν προσφοράν, εὐμενῶς προσδέχου καί δίδου ἅπασι, φῶς θεῖον ἱκεσίαις σου, ὡς ἄν ἀεί Θεῶ βοῶμεν•
Ἀλληλούϊα.
Ὡς τῆς ἐνθέου πολιτείας μύστην ἄριστον καί εὐσεβείας θεοφόρητον διδάσκαλον, ἡ Ὀρθόδοξος γεραίρει σέ Ἐκκλησία. Οὐρανόθεν γάρ τό χάρισμα δεξάμενος, καταυγάζεις τοῖς ἐνθέοις σου συγγράμμασι, τούς βοῶντάς σοι, χαίροις Πάτερ Νικόδημε.
Δίστιχον
Νικόδημε χαῖρε σοι ἀναβοῶντα,
Γεράσιμον πλήρωσον χάριτος θείας.
Χαιρετιστήριοι Οίκοι στον Άγιο Νικόδημο τον Αγιορείτη
Συντονιστής: Συντονιστές
- dionysisgr
- Κορυφαίος Αποστολέας

- Δημοσιεύσεις: 4281
- Εγγραφή: Τρί Φεβ 12, 2008 6:00 am
- Τοποθεσία: Νικαια
Ευχαριστουμε πολυ αδελφε μας.
Τι να πρωτοπει κανεις για τον Αγιο Νικοδημο τον Αγιορειτη;
Για την τεραστια προσφορα του και την καθοριστικη συμβολη του στην πατερικη αναγεννηση της ορθοδοξης γραμματειας μας, την Φιλοκαλια, το Θεοτοκαριο, τον Συναξαριστη, και ποσα αλλα θεοπνευστα πνευματικα δημιουργηματα που μας ωφελουν ψυχικα και πνευματικα;
Για τον Θεαρεστο και ασκητικο βιο του;
Για τους αγωνες που εδωσε κατα των διαστρεβλωτων της αληθειας του ευαγγελιου;
Την ευχη του Αγιου να εχουμε και το εργο του να μελετουμε ολοι.
Χαιροις Πατερ Νικοδημε παλιν και πολλακις, πρεσβευε υπερ ημων Χριστω τω Θεω!
Τι να πρωτοπει κανεις για τον Αγιο Νικοδημο τον Αγιορειτη;
Για την τεραστια προσφορα του και την καθοριστικη συμβολη του στην πατερικη αναγεννηση της ορθοδοξης γραμματειας μας, την Φιλοκαλια, το Θεοτοκαριο, τον Συναξαριστη, και ποσα αλλα θεοπνευστα πνευματικα δημιουργηματα που μας ωφελουν ψυχικα και πνευματικα;
Για τον Θεαρεστο και ασκητικο βιο του;
Για τους αγωνες που εδωσε κατα των διαστρεβλωτων της αληθειας του ευαγγελιου;
Την ευχη του Αγιου να εχουμε και το εργο του να μελετουμε ολοι.
Χαιροις Πατερ Νικοδημε παλιν και πολλακις, πρεσβευε υπερ ημων Χριστω τω Θεω!
"ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ᾿Αμήν."