Η δεξιά χείρα του αγίου Πολυκάρπου (που νομίζω είναι σε σχήμα ευλογίας) βρίσκεται στη μονή Παναγίας Αμπελακίώτισσας και κάνει πραγματικά πολλά θαύματα.
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΠΟΛΥΚΑΡΠΟ ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ
Ο Ιερεύς• Ευλογητός ο Θεός...
Ο Αναγνώστης• Αμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου• ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου• ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψῃς τό πρόσωπόν σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρός σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον• δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἶ ὁ Θεός μου. Το πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ• ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σού εἰμι.
Καί εὐθύς τό, Θεός Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἑξῆς:
Ἦχος δ΄.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου (Τετράκις)
Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ταχύ προκατάβαλε (Απολυτίκιον)…
Τὴν κλῆσιν τοὶς ἔρνοις σου, ἐπισφραγίσας σοφέ, ἔλαια κατάκαρπος, ὤφθης ἐν οἴκῳ Θεοῦ, Πολύκαρπε ἔνδοξε, σὺ γὰρ ὡς Ἱεράρχης, καὶ στερρὸς Ἀθλοφόρος, τρέφεις τὴν Ἐκκλησίαν, λογικὴ εὐκαρπία, πρεσβεύων Ἱερομάρτυς, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Δόξα. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι• εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ψαλμός Ν΄
Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καί νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας• τά ἄδηλα καί τά κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καί καθαρισθήσομαι• πλυνεῖς με, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμά σου τό ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί Πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν• ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Ωδή α. Υγράν διοδεύσας.
Τα χείλη ανοίξω τα βδελυρά, και γλώσσαν κινήσω, του αιτήσασαι παρά σου, δοθήναι μοι ρώσιν τε και σθένος, ως εξειπείν των θαυμάτων το πέλαγος.
Αιτούμαι σε πάτερ ειλικρινώς, τας πολλάς αμαρτίας, παραπτώματα τα εμά, πάριδε πάντα και ανάσχου, του εισακούσαι μου πανθαύμαστε.
Λάμπρυνον τοίνυν το της ψυχής, της εμής τον κόσμον, και οδήγησον ασφαλώς, προς τρίβους με όντως τας ευθείας, την των δαιμόνων ελαύνων επήρειαν.
Θεοτοκίον.
Πάντες οι νόες των γηγενών, εκπλήττονται Κόρη, υπέρ λόγον, σω τοκετώ` Συ γαρ τον Κτίστην των απάντων, εν τη γαστρί σου εχώρησας.
Ωδή γ`. Ουρανίας αψίδος.
Προστάτην σε πάντες, οι εν δεινοίς κεκτήμεθα, ρύστην και εν πάσαις ταις συμφοραίς` όθεν αιτούμεν σε, εν πόθω ζέοντι, νυν τον Χριστόν ικετεύσαι, εξελείν το ποίμνιον πάσης κακώσεως.
Τον Χριστόν συ κηρύξας, δι Αυτόν ολοκαύτωσας` αγάλλη δε αεί νυν, Πάτερ, δόξαν ουράνιον, ορών αέναα` διό μη παύση πρεσβεύων, του σώζεσθαι άπαντας, σοι νυν προστρέχοντας.
Ικετεύομεν Πάτερ, ως θερμώς οι δούλοι σου, και γόνυ κάμπτοντες βοώμεν` δέξαι την δέησιν, πιστώς τιμώντων σου, την πανσεβάσμιον μνήμην, και προσκυνούντων εν πίστει την πάντιμον χείρα σου.
Θεοτοκίον.
Ικετεύω Σε, Κόρη, τον Χριστόν κυήσασαν, το γνόφον του νοός μου διαλύσαι, όπως υμνήσω Σου, την μεγαλειότητα, την δωρηθείσαν Σοι, παρά Χριστού Θεού Λόγου, του μόνου Παντάνακτος.
Κραυγάζομεν εν πίστει σοι άπαντες θεηγόρε, ότι ρύστην εν τοις δεινοίς, αεί σε κεκτήμεθα, και πρεσβεύεις απαύστως τω Χριστώ Θεού τω Λόγω.
Ιλάσθητι τοις δούλοις Σου, απείρανδρε Θεοτόκε, γνώρισον δε γε νυν ημίν, την μόνην αλήθειαν, όπως αεί υμνούμεν τον Χριστόν, των πάντων Κτίστην.
Τροπάριον. Ήχος β`.
Λιπάρει Χριστόν, τας χείρας καθηλώσαντα, του σώσαι ημάς, δεινώς ολισθήσαντας, και μηδέν φυλάξαντας, πεσόντας δε εις τον βόρβορον Άγιε, τοις πονηροίς δε δόντες εαυτούς, τους πάντας οξέως αναρπάζουσιν.
Ωδή δ`. Εισακήκοα Κύριε.
Καθοδήγησον Πάνσοφε, εις τας ευθείας τρίβους σου το ποίμνιον, και νυν άπαντας κατεύθυνον, προς το φως το λάμπων αλήθειαν.
Κεκτημένοι θεόσοφε, την πάντιμον χείραν ημίν την βλύζουσαν τα ιάματα ως νάματα, ως εικός οι άπαντες χαίρομεν.
Δυσωπούμεν σε Άγιε, του πρεσβεύειν αεί Χριστώ τω Παντάνακτι, του εκλυτρούσθαι κακώσεως, τους προσκυνούντας εν πίστει τα λείψανα.
Θεοτοκίον.
Ικετεύω Πανύμνητε, και εκχέω ωσεί κρουνούς τα δάκρυα, εξαιτούμενος θερμότατα, παριδείν μου πταισμάτων το πέλαγος.
Ωδή ε`. Φώτισον ημάς.
Έλασον σοφέ, των εν πίστει προσκυνούντων σου, την πανσεβάσμιον χείραν και πάντιμον, την δεινήν νόσον, ως σκληρώς πάντας θερίζουσαν.
Ρύσαι νυν ημάς, των κινδύνων θεηγόρε σοφέ, και Χριστώ αεί τω Λόγω, πρέσβευε υπέρ των πίστει, τιμώντων τα λείψανα.
Όλως ως πυρί, ως τον Χριστόν κηρύξας τρανώς, και εδέξω παρ` Αυτού τον στέφανον, και νυν πρεσβεύεις του λυτρούσαι ημάς άπαντας.
Θεοτοκίον.
Δέξαι νυν σεμνή, την πενιχράν ταύτην δέησιν, και ημών μη παρίδης τα δάκρυα, αλλά παράσχου την των δεινών απολύτρωσιν.
Ωδή στ. Την δέησιν εκχεώ.
Εκήρυξας της ζωής την άβυσσον, και Θεού τον προαιώνιον Λόγον, τον εκ φθοράς αναρπάσαντα πάντας, και αμαρτίας Σταυρώ καθηλώσαντα` εβλάστησας δε νυν ημίν το φυτόν το πολύκαρπον Άγιε.
Επλήρωσας δι ευχής τους σιτώντας, γυναικός της θρεψαμένης σε πάτερ, ους τοις πτωχοίς, εξεκένωσας τότε, καταπραΰνας λιμόν τον επάρατον` κατάπλησον και νυν ημάς του φωτός του λαμπρύνοντος πνεύματα.
Ανέστειλας του αυχμού αμετρίαν, τον Θεόν εξιλασκόμενος πάτερ, και νυν ημάς περιπίπτοντας πάντας, εις αμαρτίας δεινά παραπτώματα, δεόμεθα ειλικρινώς, εξ αυτών επανόρθωσον Άγιε.
Θεοτοκίον.
Εχώρησας τον παντί Αχώρητον, και Θεόν δημιουργήσαντα πάντα, και τω μαστώ Συ εθήλασας Τούτον, τον εν ερήμω λαόν Αυτού θρέψαντα` ιλάσθητι και νυν ημίν, σον Υιόν δυσωπούσα και Κύριον.
Κραυγάζομεν…
Ιλάσθητι…
Κοντάκιον. Ήχος β`.
Την σεπτήν σου χείραν πλούτον ακένωτον, κεκτημένοι πρέσβυν σε προς Θεόν προτιθέμεθα, μη παρίδης νυν σους ικέτας, Πολύκαρπε, αλ` επίσπευσον ως συμπαθής εις την αντίληψιν ημών, των πιστώς εκβοώντων σοι` πρόφθασον εν κινδύνοις, και ρύσαι κεκαμωμένους, επικαμπτόμενος νυνί ικεσίαις δεομένων σου.
Προκείμενον. Δίκαιος ως φοίνιξ ανθήσει…
Στ.: Πεφυτευμένος εν τω οίκω Κυρίου…
Ευαγγέλιον. Εκ του κατά Ματθαίου.
Τω καιρώ εκείνω, προσκαλεσάμενος ο Ιησούς τους δώδεκα μαθητάς Αυτού..
Δόξα σοι Κύριε.
Δόξα. Ταις του Ιεράρχου…
Και νυν. Ταις της Θεοτόκου…
Ιδιόμελον. Ήχος πλ. Β. Στ.: Ελεήμον, ελέησον με ο Θεός…
Μη με χειμαζόμενον εν αμαρτίαις παντοίαις, και καταικιζόμενον αλγεινώς αικίσιν αλάστορος, αποκλείνης Άγιε, αλλ` οικτείρησον με τον άσωτον` δέχου την δέησιν, ην από καρδίας προσάγω σοι` Θεός γαρ σε παράκλησιν και παραμυθίαν πιστοίς παρέσχε` όθεν σοι κραυγάζω, θεράπων του Χριστού θαυματουργέ, υπέρ και ου ολοκαύτωσας, επισπεύσας ίασαι.
Σώσον ο Θεός τον λαόν Σου…
Ωδή ζ`. Οι εκ της Ιουδαίας.
Της ψυχής μου το νέφος, το κατάπυκνον Άγιε, διασκέδασον, και μάστιγα οδύνης, μαστίζουσαν το σώμα, και ψυχήν καταθλίβουσαν, απέλαυνον μου σοφέ, πηγή η των θαυμάτων.
Θεόθεν συ έχων, των ιάσεων χάριν σοφέ Πολύκαρπε, ιάσεως αξίους, ποίησον τρισμάκαρ, τους εν πίστει σοι κράζοντας` εκ των παντοίων δεινών σώζε σους ικέτας.
Εκτενώς σοι βοώντας, και εν δάκρυσι πάτερ` σοι νυν προσφεύγοντας, μη πάριδε αιτούμεν` πρόσδεξαι δε πάτερ, και κινδύνων διάσωσον, προσκυνούντας ευσεβώς, τα λείψανα τα θεία.
Θεοτοκίον.
Ω Δέσποινα πάντων, η τεκούσα τον Σωτήρα και Πλάστην μου, ευώνυμον τον χώρον, φυγείν εκδυσωπών Σε εν ημέρα της κρίσεως` οθ ο Υιός Σου κρίνει τα σύμπαντα ασφύκτως.
Ωδή η`. Τον Βασιλέα των ουρανών.
Γέμει μου εκ παντοίων το σώμα νοσημάτων, παρείται τα μέλη` ελέησον ω Πάτερ, σον πιστόν ικέτην.
Απορούμαι θεραπείας βροτείας πάσης` λιπαρώς σε θερμώς τον προστάτην, πρόφθασον με σώσον, και ρώσιν μοι παράσχου.
Καθικετεύω ίλεως μοι νυν πρόσβλεψον ουρανόθεν ιώμενος πάθη, πάνδεινα και ρύσαι κακώσεως με Μάρτυς.
Θεοτοκίον.
Υμνώ Σε, την Χερουβίμ υπερτέραν, ως τον Κτίστην των απάντων τεκούσαν, λατρεύων εις αιώνας, Παρθένε τω Υιώ Σου.
Ωδή θ`. Κυρίως Θεοτόκον.
Ελαύνεις τας ακρίδας, τα ζώα εξιάσαι, παραδόξως τερατουργέ Πολύκαρπε, διό θερμώς εκβοώ σοι` τα πάθη μου ίασαι.
Ιάσεων κρατήρα, , ανελλιπή σοι χείρα Ιερομάρτυς τοις πιστοίς προσέθηκε, ζωαρχική η χάρις` Σε μακαρίζομεν.
Οχλούμενος παντοίαις, μάκαρ ταις βασάνοις, ως χαρίτων θείων τεμένει κατέφυγον` ων με Μάρτυς διά τάχους ρύσαι Πολύκαρπε.
Θεοτοκίον.
Σε πάσαι αι δυνάμεις, των ουρανών υμνούσι, γενεαί δε πάσαι βροτών δοξάζουσι` Σου ταις πρεσβείαις ρυσθείημεν Πάναγνε.
Άξιον Εστί. Μεγαλυνάρια.
Χαίροις των θαυμάτων ο ποταμός, χαίροις των Σμυρναίων αντιλήπτωρ ο ισχυρός, χαίροις της Τριάδος ο θείος μυστολέκτης, δι ην ολοκαυτώθης Μάρτυς Πολύκαρπε.
Δεύτε προσκυνήσομεν ευλαβώς, την πάντιμον χείρα, Πολυκάρπου του αθλητού, βροτών, φυτών, θρεμμάτων, παντοίων εξωθούσαν, νόσων τε και βλάβην, και παρέχουσαν ίασιν.
Τον ιερομάρτυρα του Χριστού, τον εν ασθενείαις ετοιμότατον βοηθόν, και ρύστην εν πάσαις ταις ανάγκαις, ευσεβοφρόνως τιμήσωμεν.
Δεύτε οι νοούντες και εν δεινοίς, πάθεσι τελούντες, αρυσώμεθα εκ πηγής, βλητούσης ιαμάτων την χάριν αέναον ην τοις πάσιν, εν πίστει προσκυνούσι παρέχει θαυμάσια.
Κράζομεν σοι πάτερ ειλικρινώς, ρύσαι εκ παντοίων περιστάσεων σον λαόν θερμώς πεφευγότα τη σκέπη σου τη θεία, και των παραπτωμάτων αιτούμενος άφεσιν.
Πάσαι των Αγγέλων αι στρατιαί…
Το τρισάγιον και τα τροπάρια
Κύριε Ελέησον ημάς μη οργισθείς ημάς σφόδρα..
Δόξα…
Κύριε ελέησον ημάς επι σοι γαρ πεποίθαμεν…
Και νυν…
Της ευσπλαχνίας την πύλην άνοιξον ημίν ευλογημένη Θεοτόκε…
Δι ευχών…
Έτερα Απολυτίκια Αγίου Πολυκάρπου
Απολυτίκιον. Ήχος δ.`
Και τρόπων μέτοχος και θρόνων διάδοχος, των Αποστόλων γενόμενος, την πράξιν εύρες θεόπνευστε εις θεωρίας επίβασιν. Διά τούτο τον λόγον της αληθείας ορθοτομών και τη πίστει ενήθλησας, μέχρις αίματος ιερομάρτυς Πολύκαρπε` πρέσβευε Χριστώ τω Θεώ, σωθήναι τας ψυχάς ημών.
Ήχος α.
Τον επίσκοπον Σμύρνης και φρουρόν νυν θερμότατον της μονής της Κοτίσης, τον Πολύκαρπον άπαντες, αινέσομεν εν πίστει οι πιστοί, ως παρέχοντα ιάματα ημίν` θεραπεύειν γαρ αλλήλους συσφίγγει` τους δε την χείρα προσκυνούντας των κινδύνων απαλλάττεται.
Παρακλητικός κανών Αγίου Πολυκάρπου επισκόπου Σμύρνης
Συντονιστής: Συντονιστές
